# De capta Thessalonica 48

Eustathius, De capta Thessalonica, Page 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/48

ἐρρέθη, τοῦ δήμου προάγοντας καὶ δὴ καὶ ἑαυτόν. Καὶ συλλαβόμενος ὅσοι τῆς καλῆς συγκλήτου βουλῆς παραπτυσθέντες ἐξεβράσθησαν κατ' αὐτόν, κύμασιν ἐλαυνόμενοι, ἃ πνεῦμα πονηρὸν ἤγειρεν (ἦν γὰρ καί τις δαιμονοφόρητος λέσχη σύγκλητος, ὡς προέκκειται, εὐφυῶς ἔχουσα κατ' ἐκεῖνον ἀλλοφρονεῖν), οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς φαύλας κεφαλὰς τοῦ δήμου, πρὸς δὲ καὶ τὸν τηνικαῦτα πατριαρχοῦντα, τὸν Καματηρὸν Βασίλειον, ἄνδρα θερμὸν καὶ οἷον καθομιλεῖν τοὺς καιροὺς ὡς τὸ παρ' αὐτῷ βουλόμενον ἔκρινεν, ὃς τοῦ μεγάλου Θεοδοσίου τῆς φίλης καθαρειότητος γενομένου ἀντεισῆκται, ὃν ὁ Ἀνδρόνικος ἤθελε καί, ἀνακάμψαι τὴν φράσιν, ὃς τὸν Ἀνδρόνικον ἤθελεν, ἓν μένος οὗτοι πνέοντες καὶ οἷον δι' ἀλλήλων ἥκοντες κατά τινα σύντηξιν ἤθους καὶ ταυτιζόμενοι ταῖς ὧν ἔπραττον αἱρέσεσιν, οὕτω δὴ οὖν προσειληφὼς καὶ τοῦτον ὁ τῶν φαύλων ῥινηλάτης λογοθέτης, τοῦτό τε γὰρ ἐτιμήθη καὶ τὸ σεβαστὸς κληθῆναι, οὐ δήπου καὶ ὢν τοιοῦτος πρὸς πρᾶγμα, ἥκουσι παρὰ τὸν Ἀνδρόνικον τὴν τυραννίδα χοροβατήσοντες, δεινὰ ποιεῖν ἐκεῖνον λογοποιοῦντες κοινῇ, ὡς ἐν ἐπικλήματος λόγῳ, εἰ τοὺς αὐτῷ πιστευθέντας παρὰ θεοῦ περιόψεται ὀλομένους, καὶ οὐ μόνον πόλιν ταύτην μεγίστην, ἀλλὰ καὶ ὅσων μερῶν αὐτὴ ἔχεται πρός τε ἥλιον ἀνίσχοντα καὶ πρὸς δυσμὰς καὶ ὅσα λοιπά. Καὶ ἐσέμνυνον μὲν τὸν μικρὸν βασιλέα κατά γε τὸ φύσει καλόν, πρὸς δέ γε τὸ παρὸν οὐδὲν ἱερὸν αὐτὸν ἔφασκον εἶναι καὶ ἀπεδοκίμαζον μονούμενον, καὶ προέπιπτον αὐτῷ τῶν ποδῶν οἱ τὴν κολακείαν περιττότεροι πεισθῆναι εἰς βασιλείαν καὶ τῶν αὐτῆς ἡνίων συνεπιδράξασθαι, μὴ καὶ κατὰ μῦθον ὁ νεανίας οὗτος Φαέθων ἀτέχνως τὸ ἅρμα τῆς ἀρχῆς χειριζόμενος κακῶς τὸ πᾶν διαθήσεται. Ὅτε δὲ καὶ τῶν ποδῶν ἀπαλλαγεῖεν τοῦ Ἀνδρονίκου ὀρθούμενοι, αἱ χεῖρες αὐτοῖς ὡς εἰς θεὸν ἀνετείνοντο καὶ ἐθεοκλύτουν ἐπὶ τοῖς αὐτοῖς. Ὁ δὲ κατορθούμενον ἤδη βλέπων τὸ ἐφετόν, ἔνδον μὲν οἷα ἔπασχεν ἂν καὶ ὡς ἔχαιρεν ἀμύθητα τίς οὐκ ἂν τεκμήραιτο; Τὰ μέντοι ἐκτὸς ἄλλως ἔχρωζεν ἑαυτὸν καὶ ἐδόκει μὴ ἂν φέρειν μηδὲ ζῆν, εἰ τοιαῦτα ἀκούοι καὶ ὡς εἰς ἀπιστίαν γυμνάζοιτο. «Καὶ τίς ἐγώ, ἔλεγε, καὶ πῶς ἂν δυναίμην;» καὶ ὡς «φευξοῦμαι» καὶ ὡς «μεταστήσω τοῦ βιοῦν ἐμαυτόν, εἰ μὴ ἀφίεμαι». Καὶ ἐρράπιζεν ἑαυτὸν καὶ ταῖς θριξὶν ἐνύβριζε καὶ πολλαχοῦ εἱλεῖτο, δοκῶν μὲν ἐθέλειν διέκδυσιν ὡς εἰς φυγήν, διδοὺς δὲ ἄλλως τόπον χαρᾷ καὶ γέλωτι λεληθότως ἐν τῷ στρέφειν ὧδε καὶ ἐκεῖ τὸ πρόσωπον, ὁποῖος ἐκεῖνος, τὸ περιπόνηρον.

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
