# De capta Thessalonica 50

Eustathius, De capta Thessalonica, Page 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/50

Ὡς δὲ τὴν σκηνὴν ταύτην συμπήξεσθαι τεχνασάμενος ἀσφαλέστερον προσεποιήσατο πλασάμενος καὶ τοῦ ὑπερῴου γενέσθαι, εἴ πως οὕτω φαντάσει τοὺς πολλούς, ὡς ὑπερθέμενος τὴν ἐνεστηκυῖαν ὥραν φευξεῖται μετ' αὐτὴν καὶ ἀπαλλαγήσεται τοῦ ὀχλοκοπεῖσθαι, οἱ κόλακες ἐντεινάμενοι τὴν ἁρμονίαν τοῦ λήρου εἰς ὅσον πλέον οὐκ ἦν, φωνάς τε ἦραν καὶ φυλακὰς ἐπέταττον καὶ συντηρήσεις τῶν ἐκεῖ διεξόδων καὶ διηποροῦντο τί ἂν καὶ γένοιτο. Καὶ ὁ πατριάρχης ἐπιλυόμενος αὐτοῖς τὸ ἄπορον, ὡς ἡμεῖς καὶ τότε μανθάνοντες ἐγελῶμεν καὶ νῦν δὲ ἔτι γελῶμεν, παρῳδοῦντες ἕκαστος ἑαυτῷ κωμικώτερον τὸ «παῖζε παῖζ' ἐπὶ συμφοραῖς», αὐτὸς ἔφη καὶ ποδοκάκην καὶ χειροπέδας καὶ κλοιὸν περιτραχήλιον καὶ ὅσα τοιάδε μηχανήσασθαι τῷ Κομνηνῷ, δι' ὧν κατέχοιτο ἄν. Εἶπεν ἐκεῖνος ταῦτα καὶ οἱ πολλοὶ ἀφεώρων πρὸς ἐπίνοιάν τινος χαλκεύματος καὶ «πῶς ἔσται ταῦτα;» ἔλεγον. Ὁ δ' εὐθὺς πλαγιάσας τὸ τῆς κεφαλῆς κάλυμμα καὶ τὴν δεξιὰν εὐθετίσας εἰς ἀέριον σταυρικὸν χάραγμα, κατακροτεῖ δεσμοὺς τοὺς ἀρέσαντας· καὶ ἀμφιβαλὼν ἱεραρχικῶς ἐπέχει τὸν Ἀνδρόνικον καὶ ἀφορίζει ὅποι εὗρε μένοντα καὶ κατασκήπτει μὴ ἂν ἀφεῖναι τὴν πόλιν καὶ ἄλλην τραπῆναι. Ὁ δέ, ὡς ἀβούλητα δῆθεν παθών, καταβοᾶται τοῦ πατριάρχου οἷα οὕτω καταδήσαντος τὸν τρέχειν ἕτοιμον· καὶ «ὤμοι» φησὶ «τί ποιεῖς, δέσποτα;» Καὶ συχνὰ τοῦτο λογοκοπήσας, ἄνεισιν ὑψοῦ στενάζων ὡς ἐπὶ μεγάλῳ κακῷ. Καὶ ὁ πατριάρχης ὑπειπὼν τὰ δοκοῦντα ἡσύχαζε. Καὶ τοῦ λοιποῦ, ἵνα μὴ τὴν κοσμικὴν ἀηδίαν ἀδολεσχῶ, γίνεται τῶν κακῶν δρόμος εἰς τὸν περίδοξον ναὸν τοῦ σωτῆρος Χριστοῦ τοῦ Χαλκίτου καὶ εὐφημία τοῦ Ἀνδρονίκου ἄκοντος εἰς βασιλέα, ὡς ἂν καὶ αὐτοὶ καὶ ἐκεῖνος εἴποιεν· εἶτα καὶ βία εἰς ἐκεῖνον, ὡς «καὶ μὴ ἐθέλων ἀρχηγὸς ἡμῶν γενοῦ», καὶ περίθεσις παρασήμων τῇ βασιλείᾳ πεδίλων, ἐκείνου μὴ καθιστῶντος τοὺς πόδας, καὶ περίδυσις διαδήματος καὶ ῥίψις μὲν καπνικοῦ καλύμματος τοῦ περὶ κεφαλήν, ὅπερ Λαζόθεν εἶχε τὴν ἀφορμὴν εἰς σύμβολον ὧν ἔμελλε καπνῷ φῦραι, κατεμπρήσας τὸ πᾶν, ἀντιφόρησις δὲ ἐρυθροῦ, αἰνιττομένη ὅσων κεφαλῶν καταψηφιεῖσθαι μέλλει αἵματα. Καὶ συγκάθηται τὸ ἐντεῦθεν τῷ βασιλεῖ Ἀλεξίῳ καὶ προκάθηται, ὑπερέκειτο γὰρ αὐθωρὸν ἐκείνου τὸ ἀπὸ τοῦδε, καὶ συντιμᾷ οὓς αὐτὸς ἐπέκρινε καὶ προβάλλεται ἀρχά, ἐξ αὐτῶν βαλβίδων τὸ τῆς κατ' αὐτὸν βασιλείας ἅρμα πρόσθεν βαλών. Καὶ τὸ μέγα κακὸν τῷ μικρῷ καλῷ συγκίρναται.

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
