# De capta Thessalonica 56

Eustathius, De capta Thessalonica, Page 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/56

καὶ ἐκείνης καὶ εἰς πολὺ ἐχθίστην ἡμῖν ἐνέγραψαν. Πολλοὺς γὰρ καὶ τῶν αὐτῆς ἐπιλέγδην ἡ Νίκαια, ναὶ δὲ καὶ ἡ Προῦσα, μετὰ πολύπονον ἅλωσιν μετεωρισθέντας εἶδον, ὅθεν ἔστι καταβῆναι εἰς ᾍδην καὶ ταχὺ καὶ οἴκτιστα. Καὶ οἷα μὲν ἐντεῦθεν οἱ ἀνατολικοὶ ἔπαθον εἰς μνήμην, εἰ καὶ μὴ μετ' ἐγκωμίων τοῦ Ἀνδρονίκου, συγγραφέσθω ἕτερος, ἐκεχειρίαν τε ἄγων ἱκανήν, ἀλλὰ καὶ δακρύοις πλουτῶν· ἡμᾶς γὰρ ἐπέλιπον καὶ αὐτά. Ἡμῖν δὲ οἷα ἐκεῖθεν συνέπεσον καὶ ὡς ἡ τοῦ Ἀνδρονίκου, ὁμαλῶς λέξαι, οὐ προσήνεια καθίκετο καὶ ἡμῶν ὀλεθρία φράσων ἔρχομαι, οὐ πρὸς εὐρυλογίαν οὐδ' αὐτά, μὴ καὶ πλατὺ μάλα βιβλιογραφήσειν ἀνάγκην εὑρήσω, ἀλλ' ὡς πρὸς ἐσκιαγραφημένην τῶν πεπραγμένων ὑπόδειξιν. Οἱ βλαβέντες ἐκεῖνοι, οἱ πολλοί, οἱ ποικίλοι, οἱ πολύγλωσσοι, διασπαρέντες ἄλλοι ἄλλοθεν, εἴ τις φρήτρη ἐκ Πίσσης, εἴ τις ἀπὸ Γενούης, τὸ τῶν Τούσκων φῦλον καί τι Λαμπαρδικόν· οὐκ ἀπελίπετο δὲ οὐδὲ τὸ ἐκ Λογγιβάρδων βλαβέν, οὐδ' ὅσα ἄλλα· οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν εὐγενείας ἐπιτεταγμένων, Μαλεῗνος δέ τις καὶ Δαλασηνὸς καὶ Κλάδων καί τινες τοιοῦτοι τῶν τῆς ὑφειμένης, πρὸς δὲ καὶ θεραπευταὶ ἀρχόντων, οὓς ὁ Ἀνδρόνικος φαύλως διέθετο, οὗτοι δὴ καὶ ὅσοι δὲ ἄλλοι ἐν ὁμοίοις κακοῖς ἦσαν ἐπρέσβευσαν παρὰ πολλοὺς τῶν μέγιστα δυναμένων περί τε τὰ τῆς ἑῴας λήξεως καὶ τὰ ἑσπέρια. Καὶ οἱ μὲν τὸν σουλτὰν ἠρέθισαν τὰ πλείω, προϊσχόμενοι εἰς δυσωπίαν τὸν τοῦ βραχυβίου βασιλέως Ἀλεξίου θάνατον, ᾧπερ ὤφειλε πιστὰ διὰ τὸν πατέρα Μανουὴλ ὁ τῶν Ἀγαρηνῶν ἔθναρχος, ἕτεροι δὲ τὸν ἐν Ἀντιοχείᾳ προκαθήμενον, τόν τε κατὰ κόσμον καὶ τὸν ἐκκλησιαστικῶς, ἄλλοι δὲ τὸν ἐν Ἱεροσολύμοις ζηλοῦντα βασιλικῶς ὑπὲρ τοῦ καλοῦ. Ὠφειλέτην δὲ ἄρα καὶ τούτω τὼ ἄρχοντε ὀρθὴν ἀγάπην καὶ ἐπικουρίαν μετὰ τὸν Μανουὴλ ἀδικουμένῳ τῷ υἱῷ Ἀλεξίῳ. Αἱ δὲ ἐντρεχέστεραι τῶν πρεσβειῶν περὶ τὰ καθ' ἑσπέραν ἐξετελοῦντο. Καὶ ἐλιτάζετο πρὸς μὲν τῶν ὁ τῶν ἐν μεγάλῃ Ῥώμῃ ἀρχιερατικῶς ὑπερεστὼς καὶ εἴ τις ἄλλος παρ' αὐτῷ καὶ κατ' αὐτὸν ἰσχύων, πρὸς δὲ τῶν ὁ Γερμανικὸς φύλαρχος. Ὠχλεῖτο δὲ πρεσβευτικῶς καὶ ὁ πολὺς τὴν ἐξουσίαν Ἀλαμανός. Καὶ οὐδὲ ὁ Μαρκέσιος ἡσυχῇ μένειν ἀφίετο, καθάπερ οὐδὲ ὁ τῆς Οὐγγρίας κράλης καὶ ὃς δὲ ἄλλος ἰσχυρὸς περίοικος. Καὶ ὅλως ἔνθα περιήγησις ἀρχι-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
