# De capta Thessalonica 62

Eustathius, De capta Thessalonica, Page 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/62

σθει τῇ διακρίσει τῶν σημείων τοῖς ἔθνεσιν ἡ κατὰ τοῦ Ἀνδρονίκου μῆνις. Ὅθεν καὶ ἀπανούργως πειθόμενοι τὸν παῖδα βλέπειν Ἀλέξιον, ὃ καὶ ὁ ἐξ ἀγροιωτῶν οὗτος παῖς ἐτέθη καλεῖσθαι, κατέκυπτον εἰς προσκύνησιν, ἠσπάζοντο, μετέωρον ἦγον, δώροις ἐδεξιοῦντο πολλοῖς, ἃ δὴ κατέσπα ὁ μοναχός, ἀπεκβαίνων βαρύπλουτος οἷς ἐμπορικῶς τὸν παῖδα καπηλεύων ἐχρηματίζετο. Καὶ ἡ μὲν ἀλήθεια οὕτω λαθοῦσα ἐνδόμυχος ἦν, τὸ δὲ ψεῦδος ἐκνικῆσαν ἐξεθύμωσε τὰ ἔθνη πρὸς ἄμυναν· οἳ φθάσαντες ἐνέδησαν αὑτοὺς ὅρκοις εἰς πίστιν τῷ τε Μανουὴλ καὶ τῷ διαδεξαμένῳ αὐτὸν υἱῷ Ἀλεξίῳ. Ἤχθη δὲ καὶ πρὸς τὸν ῥῆγα Σικελίας ὁ τοιοῦτος πλαστὸς βασιλεύς. Καὶ ὁ μὲν Κομνηνὸς Ἀλέξιος, ὁ τὸν Σικελὸν ἐρεθίσας, ἤλεγχε τὸν ἀγροιώτην τοῦτον παῖδα, ναὶ δὲ καὶ οἱ σὺν αὐτῷ· οἱ δὲ ἐκ τῶν ἐθνῶν ἐβεβαιοῦντο εὖ ὅτι μάλα καὶ ἀπηκριβωμένως ἐπίστασθαι αὐτὸν ἐκεῖνον εἶναι τὸν παῖδα τοῦ Μανουήλ, ὑπὲρ οὗ καὶ ἀποθανεῖσθαι αὐτούς. Τέλος δὲ ὁ μὲν Σικελός, εἰ καὶ ἐπέγνω, φασί, τὸ ἀληθές, ὅμως πεισμονὴν ἰδίαν ἔχων καὶ τοῦ θρόνου Κωνσταντινουπόλεως ἐφιέμενος, οἱ δὲ ἐθνικοὶ Ἀλεξίου βασιλέως εἴδωλον πρὸ τῆς φαντασίας φέροντες, τὸν γὰρ δηλωθέντα παῖδα ἡ Σικελία ἔχει ἀπελεγχθέντα θρέμμα εἶναι ἀγροῦ, καὶ ἐγκαταστῆσαι τὴν φαντασίαν εἰς βασιλέα τοῖς Μεγαλοπολίταις φρυαττόμενοι, κινοῦνται καθ' ἡμῶν θάρσει πολλῷ, καὶ ταῦτα κωλύμης οὔτι μάλα μὴ σταθερᾶς, ὡς ἐξῆν, ἀναφαινομένης ἐκ τῶν κρειττόνων συμβούλων, τοῦ τε ἱεράρχου, φασί, τοῦ κατὰ Σικελίαν Πανόρμου καὶ τοῦ τῆς ἐκεῖσε Μεσσήνης καὶ ἑτέρων, ὅσοι τὸ δέον συνεώρων, ἀγχινοίας τε στάθμῃ ἀπορθοῦντες ἑαυτοὺς εἰς προόρασιν τοῦ μὴ ἂν ἐξεῖναι τὸν Σικελὸν κόμητα εἰς κοσμικὸν ἐγγραφήσεσθαι βασιλέα, ὅς ποτε τῇ Κωνσταντινουπόλει δοὺξ ὑπέκειτο, καὶ τὸ μηδὲ εὖ ἔχειν λόγου τὴν τῆς μάχης πρόφασιν. Τί γάρ, εἴπερ ὁ τὴν Κωνσταντινούπολιν διέπων ἐξαμαρτάνοι φονεύων ἢ τυραννῶν, δίκας ἂν διδοίη τῷ παρεγγράπτῳ ῥηγί, τῷ ἐν Σικελοῖς; Εἰ μὴ ἄρα πᾶσα βασιλεία, πταίουσά τι κατὰ βίον, εὐθύνεσθαι κινδυνευτέα πρὸς τοῦ ὠρεγμένου, ὡς εἰ καὶ ἐπαιδαγωγεῖτο ἢ ἐδεσπόζετο. Καὶ ὅμως τοῦ Κομνηνοῦ Ἀλεξίου ἀπισχυρισαμένου τὴν Κωνσταντινούπολιν παραδοῦναι ῥᾷον τῷ ῥηγὶ Σικελίας, ὡς εἰ καὶ ἐν χεροῖν αὐτὴν ἔσφιγγεν ὁ ἀπάλαμνος, γίνεται κίνησις πολυεθνής, ἐπιλεγομένη τῷ Σικελῷ καὶ αὐτὸν προγράφουσα κεφαλαιωτήν. Καὶ ἐκκενοῦνται θησαυροὶ ἐν κενοῖς τῷ μηδὲ μεγάλας οὕτω τι τὰς προσόδους ἔχοντι· καὶ τῇ μὲν θαλάσσῃ ἐπίστευσε νῆας μακρὰς ἑτεροίας τε καὶ ἱππαγωγοὺς ὑπὲρ τὰς διακοσίας, τῆς δὲ γῆς κατεκρόαινεν ἱππικὸν ἐπίλεκτον, οὐ μόνον ἐξ ὧν συνεκροτεῖτο αὐτός, ἀλλὰ καὶ ἄλλο παντο-

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
