# De capta Thessalonica 64

Eustathius, De capta Thessalonica, Page 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/64

δαπὸν συμμαχικόν. Καὶ λέγεται ὡς ἑκατόν ποθεν λόγου χάριν ἐπιρρεόντων εἰς συμμαχίαν καὶ αὖ ἑτέρωθεν πλειόνων ἢ καὶ τοσούτων ἢ καὶ εἰς ἔλαττον ὑποβιβαζομένων, βραχεῖς τινας ἐκεῖθεν ἀποκρίνων, τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθαι, οὐδὲν ἀπεοικότες οὐδ' αὐτοὶ τοῦ Κομνηνοῦ, ὃς μόνος ἐδόξαζε τὴν τοσαύτην βασιλείαν ταχὺ καταλήψεσθαι, βραχὺ κατ' αὐτῆς παρακαλπάσας τὸν ἵππον, καὶ κατακτήσεσθαι αὐτὴν χειρωσάμενος ὡσεὶ καὶ στρουθοῦ φωλεόν, λόγῳ μὲν τῷ Σικελῷ, ὃν καὶ γνησίως αὐθέντην ἐπεγράφετο, ψυχῇ δὲ ἑαυτῷ. Ἰνδάλλετο γάρ, οὐκ οἴδαμεν ὅπως, καθὰ καὶ προεξεθέμεθα, ἅμα τε ἐκφαίνεσθαί που καὶ πάντας εὐθὺς τοὺς Ῥωμαίων ὀφθαλμοὺς εἰς αὐτὸν ὡς ἥλιον ἐπιστρέφεσθαι καὶ αὐτοῦ μόνου γίνεσθαι. Ἐξεῖρψεν οὖν ἡ Λατίνη γῆ πλῆθος οὕτω πολὺ στρατιᾶς, ἀφ' ἱκανοῦ ἡμᾶς ἐκφοβοῦν, καὶ γίνονται πάντες τῆς Ἰλλυριῶν ἠπειρώτιδος, ἣ τερματίζει τὰ Ῥωμαίων εἰς τὸν Ἀδρίαν κόλπον. Καὶ περισχόντες τὴν τῶν ἐκεῖσε μητρόπολιν, τὸ Δυρράχιον, ἀπονητὶ ἀποχειροῦνται καὶ ὡς εἰπεῖν αὐτοβοεί, κατὰ μὲν τὸν Ἀνδρόνικον φάναι, προδεδομένην ὑπ' ἄλλων εἰς τὸ πᾶν, οὕτω γὰρ ἐκεῖνος ἐθεράπευε τὰ κατ' αὐτόν, οὐχ ἑαυτῷ ἀλλ' ἑτέροις ἐπιγράφων ἃ ἐδυστύχει δι' αὐτὸν ἡ Ῥωμαῒς γῆ, πρὸς δὲ ἀλήθειαν ὑπ' αὐτοῦ ἐκείνου πρόδοτον. Καὶ γάρ τοι πρὸ βραχέος χρόνου Ῥωμανόν τινα στείλας, ὃν ὁ καλὸς Ἴστρος φαύλην ἀπόρροιαν ἐναπερευξάμενος εἰς Κωνσταντινούπολιν γαμβρὸν ἐκείνῳ ἐφυλάξατο ἐν τοῖς τότε καιροῖς, τοὺς ἐν τῷ Δυρραχίῳ ἀνθοῦντας ἐμάρανε πλούτου ἔρωτι, ὁποῖος ἐκεῖνος πλουτῶν ἄντικρυς τὰ τοιαῦτα μὴ κορεννύμενος. Κἀντεῦθεν ἡ πόλις κακυνθεῖσα καὶ μὴ πάνυ γενναίως ἀντισχοῦσα ἑάλω καὶ μάλα κακῶς ἔπαθεν ἐμπρησμοῖς τε καὶ λοιποῖς κακοῖς, ὁπόσα φιλεῖ ἀνδρίζεσθαι πόλεμος οὐ στησόμενος ἀλλὰ προβησόμενος καὶ ἐκστήσων φόβῳ τοὺς ἐφεξῆς. Οὕτω δὲ ἑαλωκυῖα ἡ τοιαύτη πόλις ἐθρόησε μὲν εἰς πολὺ καὶ ἡμᾶς καὶ ὅσοι δὲ ἄλλοι τὸ εὐεπιχείρητον τοῦ ἐκεῖ δυσπραγήματος ἔμαθον· οὓς ἐλύπει καὶ ἡ τοῦ ἀγαθοῦ στρατηγοῦ Ἰωάννου τοῦ Βρανᾶ κατάσχεσις, ὃς οὐ πολὺν περικείμενος στρατὸν καὶ ὅμως εἰς φυλακὴν τοῦ φρουρίου παραβυσθεὶς φόβῳ τοῦ βασιλέως Ἀνδρονίκου μὴ καὶ προδότης ἐπικληθεὶς καὶ εἰς χεῖρας ἐκείνῳ πεσὼν ἀπαχθείη τοῦ ζῆν παρήχθη τῇ τῆς πόλεως ἁλώσει εἰς Σικελίαν αἰχμάλωτος.

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
