# De capta Thessalonica 70

Eustathius, De capta Thessalonica, Page 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/70

ἀκρόπολιν ἀκηρυκτεὶ ἐπιδραμόντες ἐκυκλώσαντο, γίνεταί τις ἐκεῖ ἐκδρομὴ δύο μὲν Λατίνων ἱππέων ἐκ τοῦ τῶν Πρεβεντζούνων ἔθνους, ὃ δὴ πολὺ καὶ τεθαρρημένον τῷ Σικελικῷ στρατῷ παρείπετο, πλειόνων δὲ ἐκ τῶν ἡμεδαπῶν· ὑπὲρ τοὺς δέκα γάρ. Καὶ πίπτει μὲν οὐδείς, ἐναγώνιοι δὲ οἱ Λατῖνοι διεκφεύγουσι τὸ πεσεῖν. Καὶ πάλιν ἀναφορὰ εἰς τὸν βασιλέα τρίτη, ὡς «τῇ βασιλικῇ εὐχῇ τε καὶ εὐτυχίᾳ νενικήκαμεν καὶ τὸν τρίτον πόλεμον», οὐκ οἶδα τίνων περιγενόμενοι. Καὶ ἤθελε μὲν ὁ στρατηγὸς τὰς τρεῖς ταύτας αὐτοῦ νίκας ἑνὶ ἐπιστολίῳ περιλαβεῖν φειδοῖ δαπάνης καὶ δρομικῶν ἵππων· ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγκης τὸ πρᾶγμα. Ἐκεῖνός τε γὰρ ἐμίσει τοῦτον, καθὰ καὶ τοὺς λοιπούς, ὅσοις τὸ γένος ἔλαμπε, καὶ αὐτὸς δὲ ἀντέστρεφε τὸ μῖσος πρὸς αὐτὸν οὐ μακρὰν τοῦ ἀνάλογον. Ὅς γε καὶ ἀνεφθέγγετο δεδιέναι καθ' ἑκάστην μήποτέ τις αὐτῷ ἐκ Μεγαλοπόλεως ἐπιπετασθείη ἐξορύξων τοὺς ὀφθαλμούς. Καί ποτε καὶ τοιᾶσδε ἔφη φῦναι μητρός, κακολογήσας θυμῷ τὴν τιμίαν ἐκείνην, ἐὰν εἰς Κωνσταντινούπολιν ἐπαναστραφείη· ὅθεν καὶ διεδήλου ὡς ἄλλην τινὰ τραπέσθαι αἱρήσεται καὶ μείζονος κακοῦ ἀνθελέσθαι τι βραχύτερον καὶ τοῦ ζῆν ἐξ ὀφθαλμῶν προέσθαι ὃ ἄν τις εἴποι κακόν. Οὐκοῦν καὶ μεθώδευε τὸ τοιοῦτον. Καὶ οὐ βαθείᾳ ψυχῇ μεριμνῶν τὰ κατὰ πόλιν, ἀνέπειθε τὸν Ἀνδρόνικον εὖ μάλα τεχνικῶς ὡς εὖ ἔχουσι τὰ καθ' ἡμᾶς καὶ ὡς περιπεποίηται ἡ πόλις ἄριστα καὶ οὐδὲν αὐτῇ τῶν δεόντων ἐνδεῖ, οὐ πύργων ἀσφάλεια, οὐ πετροβόλοι μηχαναί, οὐ τειχῶν ἐπιποίησις, οὐ περιτειχίσματος ἐρυμνότης, οὐ πλῆθος καὶ κάλλος ἀρμάτων, οὐκ ἄλλο οὐδὲ ἕν, ψευδῆ μὲν γράφων πρὸς τὸ ἑαυτῷ μόνῳ συνοῖσον καὶ ἀνεξέλεγκτα, ὅτι μηδὲ ἦν τις ὁ εἴτε εἰδὼς ἅπερ ἔγραφεν εἴτε λαλῶν εἴτε λαλεῖν τολμῶν, πείθων δὲ ἐκεῖνον οὐκ εὐτυχῶς ἡμῖν. Πεπραγμάτευτο γὰρ θάρρος ἐμβαλεῖν τῷ βασιλεῖ περὶ ἡμῶν, ὡς οὐκ ἄν τι κακόν ποθεν πάθοιμεν, ἵνα κεφαλὴ μόνος αὐτὸς ἐφίσταιτο τοῖς ὧδε καὶ μή τινι ἑτέρῳ ἐπιτραπείη τὰ τῇδε, οἵῳ περισώσασθαι ταῦτα, καὶ οὕτω τῆς ἀρχῆς αὐτόν ποτε παραλυθῆναι καὶ εἰς χεῖρας τῷ Ἀνδρονίκῳ περιτυχεῖν, ὑφ' ὧν καὶ πάλαι ἂν συνετρίβη, εἰ μὴ ὁ σεβαστοκράτωρ Μανουὴλ ἀγαθὰ λαλῶν καὶ μέσος πίπτων γυναίου λόγῳ αὐτὸν περιεσῴζετο, οὐ πρὸς γαλήνην ἡμῖν, ἀλλ' ὡς εἰς τυφῶνα τὸ πᾶν κυκήσοντα. Καὶ ἐς τοσοῦτον

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
