# De capta Thessalonica 72

Eustathius, De capta Thessalonica, Page 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/72

περιῆλθε πανούργως τὸν βασιλέα ταῖς τοιαύταις μεθόδοις ὁ δοὺξ οὗτος, ὡς καὶ εὐχαριστίαν αὐτῷ γραφῆναι πρὸς τοῦ ἀμειλίκτου καὶ μὴ εἰδότος, οἶμαι, ὅπερ ἐστὶ χάρις. Διὸ καὶ τῇ εὐχαριστίᾳ ὑπεσμύχετό τις καυτήρ. Ηὔχετο γὰρ ἡ βασιλικὴ γραφὴ ἐχόμενα τῆς χάριτος οὕτως «γένοιτο δὲ καὶ ἐπὶ τὰ ἑξῆς τὴν τοιαύτην εὐχαριστίαν φυλάττεσθαί σοι», αἰνιττομένη ὡς μικρὸν ὅσον καὶ οὐ παραμενεῖ. Ὃ καὶ γέγονεν. Ἑάλωσαν γὰρ δι' αὐτὸν ὡς ἐπὶ θανάτῳ ἐκεῖ καὶ ἡ τούτου μήτηρ καὶ ὁ ἀδελφός, οὐδὲν αὐτοὶ ἁμαρτόντες. Καὶ τοῦτο μὲν μετ' οὐ πολὺ εἰς ἐκείνους. Αὐτὸς δὲ τέως ἰσχύων κατὰ τῆς ἡμῶν ἀπωλείας καὶ διὰ τοῦτο ἐνσκιρρώσας τῇ τοῦ βασιλέως ψυχῇ ὡς αὐταρκεῖ οὗτος τὰ ὑπὲρ τῆς πόλεως, ἴσχυσε πεῖσαι τὰ εἰς ἡμῶν ὄλεθρον. Ἔστειλε μὲν γὰρ ὁ βασιλεὺς προμηθικώτερον στρατιὰν ἐπὶ ἀμύνῃ τῶν καθ' ἡμᾶς, πεποιθὼς δὲ οἷς ἐκ τοῦ Δαυῒδ ἀπεπλανᾶτο, παρηγγυήσατο μήτε εἰς τὴν πόλιν αὐτοὺς καταδύσεσθαι μήτε μὴν τοῖς πολεμίοις ὁμόσε χωρῆσαι γενομένους ἐν χρῷ μάχης, ὡς ἐντεῦθεν ἡμᾶς μέν, μὴ εἰδότας ἐπικουρίαν ἐκ τῶν ἐσταλμένων, καραδοκεῖν καὶ ἐκκρέμασθαι τῆς εἰς ἐκείνους ἐλπίδος, αὐτοὺς δὲ ἀναιμωτὶ ζῆν, ἀφοσιουμένους τηνάλλως τὸ εἰς ἡμᾶς ἐπικουρικόν. Ἦσαν δὲ συχνοὶ ἐκεῖνοι, ὁ τῶν Ἀνατολικῶν μέγας δομέστικος Γίδος, ὁ Παλαιολόγος Ἀνδρόνικος, ὁ Καμύτζης Μανουήλ, ὁ Χοῦμνος καὶ ἕτεροι. Ἐπέρρευσε δὲ αὐτοῖς ἐς παντελῶς ὕστερον καὶ ὁ τῷ βασιλεῖ πάνυ ἐγγύς, ὁ παρακοιμώμενος Νικηφόρος, ὃς γράμμα στείλας πρὸς τὸν δοῦκα Δαυῒδ ἔθετο τρόπον ἄλλον τὰ χείλη αὐτοῦ κατ' οὐρανὸν καὶ τὴν γλῶσσαν ἀφῆκε διέρχεσθαι περὶ γῆν. Ἔφατο γὰρ μήτε τὸν οὐρανὸν ἄστροις ἐνευθηνεῖσθαι τοσούτοις μήτε τὴν γῆν ἄμμῳ τοσῇδε πλήθειν, ὁπόσος αὐτῷ στρατὸς ἐφέπεται, προσεπιλαλῶν καὶ ὑποδεδοικέναι μή ποτε οἱ Λατῖνοι ἐκπυθόμενοι ὅσην ἰσχὺν περιβέβληται φευξοῦνται καὶ μενεῖ αὐτὸς κενὸς τοιαύτης ἄγρας. Ἔγραψεν αὐτὸς τοιαῦτα καὶ ἡμεῖς ἐπιστεύσαμεν· τὸ γὰρ ἐπὶ σωτηρίᾳ βουλόμενον τῆς ψυχῆς ἕτοιμον ἦν πρὸς πειθώ. Καὶ οὕτω μὲν τὰ ἐκ τῶν βασιλικῶν ἀποστόλων, ψευδόντων ἡμᾶς. Τὸ δὲ πολέμιον ἐπελθόν, τό τε ξηρᾶθεν καὶ τὸ ἐκ θαλάσσης, ἐξηρτύετο κατ' ἐπιστήμην εἰς μάχην. Καὶ οἱ μὲν ἐκ τῶν δυσμικῶν ἄλλα ἐποίουν καινά τινα κατὰ νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, πρὸς τὸ συνηθέστερον ἔβλεπον· καὶ συσκευασάμενοι μηχανὰς πετροβόλους, μικρομεγέθεις μὲν πλείονας, ὡς ἐπιβουλεύειν δι' αὐτῶν τοῖς ἐκ τῶν τειχέων

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
