# De capta Thessalonica 76

Eustathius, De capta Thessalonica, Page 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/76

ἔχειν καὶ παρέπεμπεν αὐτὸ ταῖς μητράσι τῶν πολεμίων παραβύειν, ἔνθα αἰσχρορρήμων εἴποι ἂν ἀνήρ. Ἐπιλειπόντων ὀϊστῶν τοῖς ἐπὶ τῶν τειχέων, ἦν βελῶν ζήτησις. Ὁ δὲ καὶ ποῦ ἂν αὐτοὺς εὕροι ὑπετονθόρυζε καὶ ἐδίδου μηδὲν καὶ ἡ πόλις ἔκαμνεν. Ἐκλᾶτο μηχανὴ καὶ ἦν ἀναγκαία ἐπιποιηθῆναι καὶ ἐζητεῖτο ξύλον· «καὶ ποῦ ἂν εἴη αὐτό;» παρελάλει. Ἐμάνθανέ τις ἄλλο τι ἐνδεῖν τῶν δεόντων καὶ ἐλάλει· καὶ ἦν τηνικαῦτα ὁ κατὰ παροιμίαν Σιγηλὸς ἥρως εὐρυβόας καὶ ἠπειλεῖτο κατὰ πληγῶν, κατὰ κεφαλῆς, κατὰ ὀμμάτων, κατὰ σκολοπισμοῦ, εἰ μὴ παύσοιντο λαλεῖν οἱ τοιοῦτοι, διομνύμενος εἰς πίστιν σταθερᾶς ἀπειλῆς βασιλικὴν κεφαλήν. Τῶν τις δὲ οὐ πάνυ τοῦ δήμου καὶ κατεάγη τῆς κεφαλῆς, τὰ περὶ τὸ πρόσωπον ῥάβδῳ πληγείς, ὅτι τὰ στρατηγικὰ φαύλως ἐνεργούμενα κατεμέμψατο. Καὶ τῶν βλεπόντων οὐδεὶς οὐδὲ γογγύσαι τετόλμηκε. Στρατιῶται δὲ παρρησιαζόμενοι καὶ ὀρθὰ λαλοῦντες ἓν μόνον πρὸς τοῦ ἀτόπου ἤκουον, ὡς ὅτι, κατατόπια εἰληχότες, ἐκεῖσε καὶ μόνον πονεῖσθαι ἀνάγκην ἔχουσι, πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ τοιούτου καλοῦ πλοῦτον παχὺν περιθέσθαι, οὗ τί ὁ ἄθλιος ἀπώνατο; τῇ δὲ πόλει ἐγκαταστῆσαι λιμόν, ὡς, εἰ μὴ ταχὺ κατέσπασεν ὁ τῶν πολεμίων σίδηρος, ἀλλήλους ἂν κινδυνεῦσαι καταφαγεῖν. Γέγονε καὶ λειπανδρίας τῇ πόλει ταύτῃ αἴτιος. Πληρώσας γὰρ ἐν πολλοῖς τὰς χεῖρας ὧν οὐκ ἐχρῆν, ἀφίει τοὺς ἐθέλοντας λειποτακτεῖν καὶ φεύγειν τὴν πατρίδα, ὅποι βούλοιντο. Καὶ οἱ βαρύπλουτοι περιποιούμενοι οὕτω τὸ σῴζεσθαι ἀπετέλουν καί τι χεῖρον. Μισθαρνοῦντες γὰρ τῶν δημοτικῶν, ὅσοι δεξιοὶ τὰς χεῖρας καὶ βριαροὶ ῥάβδον τε κατενεγκεῖν καὶ λίθον μακρὰν ἀφεῖναι καὶ μηχανὴν διαχειρίσασθαι καὶ τόξου νευρὰν ἐντεῖναι καὶ βαλεῖν, ἐξεχώρουν τῆς πατρίδος καὶ αὐτὴν μὲν ἀπεστέρουν οὕτως ἀμυντήρων, ἑαυτοῖς δὲ ὅσα καὶ στρατηγοῖς ἔπειθον τοιοῦτον ἀκολουθεῖν στρατόν, δώροις πείθοντες. Κἄν τις αὐτῷ ὑπηγόρευσε, καὶ μάλιστά γε ἡμεῖς οἱ μὴ πάνυ τι δεδιότες, ὡς οὐκ ἀγαθὸν τῇ πόλει τὸ οὕτω γενέσθαι, ἀλλ' ἐνταῦθα οὐκ ἦν φορητὸς ὁ ἀνήρ, σχετλιάζων καὶ δυσανασχετῶν εἰ μεμφθείη ὡς περιιδὼν γενομένην οὕτω τὴν πόλιν κένανδρον. Τὸ δὲ δὴ κορυφαῖον ἐν τοῖς καθ' ἡμᾶς τούτοις κακοῖς καὶ ἡ τοῦ ἀναγκαιοτάτου ὕδατος ἔκλειψις ἦν. Ὡς γὰρ ἡ τῆς ἀκροπόλεως δεξαμενὴ ἀργῶς ἐκ μακροῦ εἶχε καὶ ἐχρῆν ἀναποιηθῆναι αὐτὴν ἐκθεραπευθεῖσαν ἔνθα χρόνῳ καταπεπόνητο, ἐγίνετο τοῦτο μόλις μέν, ἀλλ' οὖν. Καί τις τῶν τῆς στρατιᾶς, οὐκ ἀφανής, Λέων ἦν ἐκεῖνος ὁ Μαζιδᾶς, ἀποδεξάμενος τὸ πρᾶγμα καὶ ἐπαινέσας,

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
