# De capta Thessalonica 78

Eustathius, De capta Thessalonica, Page 78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/78

παρεκάλεσε τὸν Δαυῒδ ἡμέρας τριβῆναί τινας μετὰ τὸ ἔργον, ἵνα στεγανωθὲν τὸ ἀγγεῖον ἔχῃ φυλάττειν τὸ πιστευθὲν ὕδωρ ἀσφαλῶς διὰ τὸ μηδὲ ἀνάγκην τέως ἐπιτεθεῖσθαί τινα, οἶα τῶν πολεμίων οὔπω ἐπικειμένων, ἀλλὰ πορρωτέρω που διεστώτων. Καὶ ἤρεσεν ὁ λόγος τῷ δαυΐδ, ὅσα γε δόξαι. Ἄνεμος δὲ ἀφαρπάσας τὸν τοῦ Μαζιδᾶ λόγον ἀπήγαγε καὶ λήθῃ καταχώσας τὸ τοῦ Δαυῒδ φρονοῦν ἀνέφυσε βλάστην, ἁδρυνθεῖσαν εἰς πρέμνον μεγάλου κακοῦ. Οὔπω γὰρ ἦν ὀψία δείλη καὶ τὸ Χορταῆθεν ὕδωρ, ἀπολυθὲν θέειν κατὰ τοῦ σκεύους ἐλεύθερον, κατηγόρει τὸν δρόμον τῷ κελαρισμῷ. Καὶ ὁ Μαζιδᾶς παροδεύειν τυχὼν καὶ ἀκούσας ὃ ἐγίνετο, τρέχει σπεύδων ἐπὶ τὸν Δαυῒδ καὶ ἀναμιμνήσκει προενεγκὼν ἃ εἶπε. Καὶ ὁ Δαυΐδ, ἀγανακτῆσαι σκηψάμενος, προυβάλετο λαθέσθαι. Ἀκούσας δὲ δεῖν ἐπισχεθῆναι τὸ ὕδωρ, ὡς ἐγχωροῦν γενέσθαι καὶ εἰσαῦθις τὸ καλόν, ἀπηνήνατο, ἐπιτάξας ἀφίεσθαι ῥέειν τὸ ὕδωρ. Καὶ τοίνυν αὐτὸ μὲν εἰσέρρεεν, ἡ δεξαμενὴ δὲ ἐξέπεμπεν ὃ ἐδέχετο, ἀναλυθείσης τῆς προσφάτου ἐπιποιήσεως οἷς τὸ ὕδωρ ἀπαλεῖψαν τὴν ὑγρὰν παρέσυρε τίτανον. Καὶ οὐ πολλαὶ ἡμέραι ᾤχοντο καὶ ἦν τὸ ἀγγεῖον κενόν. Ὅθεν συνεξεκενώθησαν ἡμῖν ἅπασαι αἱ ἐπὶ τῇ ἀκροπόλει ἐλπίδες καὶ οὐκέτι οὐδεὶς ἀνέβλεπεν εἰς αὐτήν. Καὶ ἡμεῖς οὖν συσκευασάμενοι ἐκεῖσε καταντήσειν, εἴπερ βία, καὶ τὰ ἀναγκαῖα συγκομισάμενοι, ἐπεὶ μάθοιμεν ἀπολωλέναι τὸ ὕδωρ, συγκατερρύημεν τὸ εὔελπι καὶ διανείμαντες ἐκεῖ τὴν συγκομιδὴν μόνου τοῦ δειλιᾶν καὶ εὔχεσθαι κατέστημεν. Τίς ἂν δὴ ἀπαγάγοι τὰ τοιαῦτα τοῦ κατὰ προδοσίαν συγγενικοῦ; Εἰ γὰρ καὶ μηδαμοῦ ἐνταῦθα συνθήκη πρὸς πολεμίους, θετέον γὰρ οὕτω, οὐδὲ ἀρέσκεια ἐπὶ δώροις φειδοῖ τοῦ ἐμπελάσαι τόν τε ἀδελφὸν τήν τε μητέρα τοῖς τοῦ Ἀνδρονίκου ἀφύκτοις λίνοις, ἀλλ' αὐτὸ δὴ τὸ ἄκρως ἀμελεῖν καὶ παρὰ φαῦλον τὴν τοσαύτην πόλιν τίθεσθαι καὶ τὸν ἐν αὐτῇ πάντα λαὸν καί που καὶ εὔχεσθαι τὸν στρατηγὸν ἐπιτμηθῆναι τὸν τῆς ἁλώσεως χρόνον, εἴ πως ἐκφυγὼν τὸ τοῦ βασιλέως πρόσωπον ἐς κόρακας πτερύξεται, συγγενὲς ἂν εἴη μάλα τῷ προδιδόναι, καί που καὶ χεῖρον, ὡς ἄν τις τοῦ λαλεῖν τεχνίτης ἐπαγωνίσαιτο. Καὶ ὁ λογίζεσθαι συνετὸς ταυτίζοι γοῦν ταῦτ' ἂν κατὰ τὸ σύστοιχον. Οὕτω καὶ οἰακοστρόφος νεὼς οὐ κατὰ κυρείαν ἀλλὰ μισθοῦ εἰ τῷ κεφαλαιωσαμένῳ τὴν ναῦν ἐγκοτοίη ἐς ὅσον οὐκ ἔστι πλέον ἐπιτεῖναι, παραμένει μέν ποτε κινδυνευούσῃ, λαλεῖ δὲ ἀσυντελῆ καὶ πράττει οὐκ ἀρρᾳθύμως καὶ τὴν τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, καθάπαξ ἀποστυγῶν τὸν δεσπότην κατὰ μῖσος τέλειον,

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
