# De capta Thessalonica 80

Eustathius, De capta Thessalonica, Page 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/80

βοτρύων μὲν ἴσως ἅπτεται εἰς οὐδέν, συχνὰ δὲ πῇ μὲν κάτω περιοδεύει, πῇ δὲ τοῦ σκοπευτηρίου γίνεται, καὶ ὧδε καὶ ἐκεῖ περιβλεπόμενος φαντάζει ἐπιμέλειαν, ὁρῶν δὲ τὴν τοῦ φραγμοῦ σύμπηξιν καὶ τὴν ἐπ' αὐτῷ τάφρον ἐπιβουλευσάμενά ποθεν οὐκ ἀποκωλύει, ἀλλ' οἷα καὶ ἀπονυστάζων διάκειται, ἀνύων μὲν οὕτω τὸ κατὰ τοῦ κτησαμένου τὴν ἄμπελον βλάβος, μελετῶν δὲ ὀμεῖσθαι τοῖς αἰτιωμένοις ὡς οὔτε φεύγοι τοῦ ἀμπελῶνος οὔτε κεκλόφοι οὔτ' ἀποδοίη, ἀφιεὶς δὲ τὸ οὐδὲ μὴν ἀμελήσοι, ὃ τὴν ἄμπελον ἀπηχρείωσε. Ταῦτα δὴ τὰ καὶ τῷ Δαυῒδ ἐμφαινόμενα, δι' ὧν οὐ μόνον ὁ Ἀνδρόνικος ψέγοιτ' ἂν, δύσνουν ἑαυτῷ ἄνδρα καὶ βαθὺν πονηρεύσασθαι τηλικούτοις ἐπιστήσας πράγμασιν, ἀλλὰ καὶ ὁ Δαυῒδ ἀπελέγχοιτο μὴ ἂν ἔχειν διεκφυγεῖν γραφὴν τοῦ προδοῦναι. Ἀνακεφαλαιώσασθαι γὰρ τὸ ἐπιχειρηθέν, οὔτε κυβερνήτης καραδοκῶν, εἴπερ ὁρμισθείη, ἀποβαλέσθαι τὴν κεφαλὴν κατὰ τὸν δυστυχῆ σωτῆρα τοῦ Ξέρξου, ὀκνήσοι ἂν ῥαχίαις φθάσας προσαράξαι τὸ σκάφος, κύμασιν ἐκδούς, εἴ πως ἐκκολυμβήσας μόνος περιγενήσεται, καὶ ἀμπελῶνος δὲ φύλακα δαπανᾶν μὲν τὸ πιστευθὲν οὐκ εἰδότα, χόλῳ δὲ τῷ κατὰ τοῦ δεσπότου ἀφιέντα κλέπτεσθαι καὶ θηρίοις βλάπτεσθαι, οὐκ ἂν νοσφιζοίμην λέγειν προδοῦναι τὴν ἄμπελον. Ὢ οἷον κακόν, ὦ Ἀνδρόνικε, μεγίστοις ἔργοις καὶ κίνδυνον δεινότατον ἐπισυρομένοις, εἴπερ ἀμεληθεῖεν, ἕνα τινὰ μόνον εἰς αὐτοκράτορα κεφαλὴν ἐφιστᾶν, καὶ αὐτὸν δὲ οὔτε λίαν ἐπιστήμονα τοῦ δρᾶν καὶ ὕποπτον δέ. Ὦ Ἐπιμηθεῦ βασιλικέ, οἷον ἡμᾶς διέθου κακόν. Ὦ ἀλυσιτελὴς ὑστεροβουλία, ὦ δυσανακλήτου καλοῦ ἀκίχητα ἐπιδίωξις. Ὦ εἰκαῖος ἐκεῖνος μετάμελος. Οὐκ ἔσχε γὰρ εἰς τέλος τὰ τοῦ Δαυῒδ οὐδὲ τὸν βασιλέα λαθεῖν. Διὸ καὶ ἐξέστειλε μὲν ἐκεῖνος τὸν εἰς μνήμην ἤδη γραφικὴν ἀποτεθειμένον παρακοιμώμενον οὐ μόνον ἐπὶ ἀμύνῃ τῆς πόλεως, ἀλλὰ καὶ ὡς ἄν, φασίν, ὑπελθὼν δεξιῶς ἀμύνηται τὸν ἀπατεῶνα Δαυῒδ εἰς ὄλεθρον· ἤδη γὰρ κατέγνω τὸν ἄνδρα καὶ ὁ βασιλεὺς ὀψιμαθέστερον οἷα βυσσοδομεύων ἦν. Ἐκρήτιζε δὲ ἄρα πρὸς Κρῆτα ἐκεῖνος καὶ τὸν ὕπουλον Ἄργον τὸν Δαυΐδ, ἀνυστάκτοις τά γε εἰς πονηρίαν ὄμμασι βλέποντα, οὐκ ἔσχεν ἀψοφητὶ δι' Ἑρμοῦ ἐκείνου εὐπτέρου βαλεῖν καὶ καταβαλεῖν, ἀλλὰ προαισθόμενος ὁ Δαυΐδ, φθάνει ἐπιτεμὼν τὸν καιρὸν τοῦ ἡμετέρου κακοῦ ὡς εἰς καλὸν ἑαυτῷ καὶ οἷον ὑποδὺς βυθὸν κατὰ λάρον, ὃς ὑποπτήξας ἁλιαίετον βυθισθείη, ἐξέφυγε τὸν ἀγκυλοχείλην Ἀνδρόνικον Ἀνδρόνικος ἀποβὰς αὐτὸς κατ' ἐκείνου τοῦ γαμψώνυχος. Ἑσπέρας γὰρ ἦλθεν ὁ παρακοιμώμενος καὶ αὔριον ἕωθεν ἀπολώλαμεν, διοικονομησαμένου τοῦ Δαυῒδ μήτ' ἔνδον ἰδεῖν ὃν ἐδεδίει, μήτε μὴν ἔξωθεν ἐπικουρίαν γενέσθαι ἡμῖν ἐπὶ

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
