# De capta Thessalonica 84

Eustathius, De capta Thessalonica, Page 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/84

νασθαι· σοὶ μὲν ὦ Δαυΐδ, προδοτικὸν τὸ φιλικόν, εἴπερ ἦν ὅμοιόν σοι. Ἆρα δὲ οὕτως εἰρηναῖος ὤν, ἐπέτρεπεν ἄλλοις ποιεῖν τὸ δέον εἰς μάχην; Οὔκουν, ἀλλ' εἰς παντελὲς καὶ αὐτὸς τὸν Ἄρην ἐπέδησεν ἔν γε ἡμῖν, οὐκ οἶδα τίς ποτε τῶν ἐξ Ἀλωέως ὤν, τάχα δ' ἂν Ἐφιάλτης εἴτ' οὖν Ἐπίαλτος, ὁ παρὰ τοῖς Ἀσκληπιάδαις ἐπαχθῶς τοὺς ἀνακειμένους βαρύνων, οἷα καὶ πνιγαλεὺς ὁ αὐτός. Ὦτος γὰρ οὐκ ἂν λεχθείη, ὃς οὐδενὶ τῶν εὖ λεγόντων ἐδίδου ὦτα, εἰ μὴ ἄρα κατά τι σκῶμμα παροιμιῶδες, τὸ ἐπὶ εὐηθείᾳ· τοιούτους γὰρ τοὺς ὤτους ὄρνιθας ἡ παροιμία ἔχει δοκιμάσασα. Οὔτε τοίνυν αὐτὸς ἤθελε δραστήριος εἶναι καὶ τοὺς λοιποὺς δὲ ἀπεκώλυε κατάγχων εἰς βίαν. Ἐκδρομὴν γοῦν θέσθαι τὴν τυχοῦσαν κατὰ τῶν ἐχθρῶν εἰς τοσοῦτον ἐδέησεν ὥστε, οἶμαι, ὁ Σικελός, εἴπερ εἶχε μυκτῆρά τινα νεύοντα πρὸς ἀστεϊσμόν, εἰς εὐεργέτην αὐτὸν προσεποιήσατο ἄν, ἐπείπερ οἷα καὶ ὀφθαλμοῦ κόρην ἐκείνῳ διεφυλάξατο τὴν στρατιάν, ὡς μηδένα γοῦν ἐξ αὐτῶν ἀπολέσθαι, τό γε εἰς αὐτὸν ἧκον, εἰ καὶ στρατιῶταί τινες, οὐχ ἥκιστα δὲ τὰ τῆς Θεσσαλονίκης τέκνα, οἱ μετὰ τοὺς φυγάδας περίλοιποι, ἀπολεοντωθέντες οἷον τῷ ὑπὲρ τῆς πατρίδος θυμῷ, δεινὰ ἐποίουν ὁσημέραι κατὰ τῶν πολεμίων, ὡς οὐκ ἄν τις ἐλπίσειε δραστηριούμενοι. Καὶ εἶδεν ἄν τις ἐνταῦθα πονηρίαν ἀνδρὸς φαύλου καὶ σοφιστείαν βύθιον. Παρακλητευόμενος γὰρ ἀνοίγεσθαι τὰς πολιτικὰς πύλας ἐπὶ πολέμῳ καὶ μὴ ὑπακούων, εἶτα καί τινα σφοδρότερα μανθάνων καὶ ὁ αὐτὸς αὖθις μένων, καὶ ἀνακρινόμενος ἐφ' ᾧ τῶν πολεμίων οὕτω φείδεται, πρῶτα μὲν προβάλλεται βασίλειον τηρεῖν κέλευσμα, καστροφυλακεῖν ἐπιτάσσον αὐτῷ. Μανθάνων δὲ ὡς οὐ τοῦτό ἐστι καστροφύλακα εἶναί τινα, τὸ ἔσω τείχους ἐγκεκλεῖσθαι, ἀλλὰ τὸ πάντα ποιεῖν, δι' ὧν ἂν τοὺς ἐχθροὺς βλάψειε καὶ τὸ κάστρον οὕτω φυλάξειεν, εἰ μή τις καλοίη καὶ οἴκου ἢ ἀμπέλου ἢ νεὼς φύλακα τὸν ἔσω ἐγκορδυληθέντα καὶ οἰκουρικῶς καθήμενον, εἴ τί που δὲ ἔξωθεν ἐπίβουλον, ἀλλ' ἐκεῖνο ἀφιέντα εὖ ἔχειν, ἕως καὶ ἐντὸς παρεισδύσεται ὀλέθριον, ὁ δὲ δικαιολογεῖσθαι τοῦ λοιποῦ ἀφείς, διέβαλλε λέγων δεδιέναι μὴ τῶν πυλῶν ἀφεθέντες τινὲς προελθεῖν ἐκπετασθήσονται εἰς τὸ φυγεῖν, καὶ οὕτως ἐπὶ πλέον λειπανδρήσῃ τὰ τῆς πόλεως. Καὶ ἐδυσχέραινον μὲν οἱ ἀγαθοὶ στρατηγοὶ ἀκούοντες τοῦτο καὶ οἱ στρατιῶται, ἔφερον δ' ὅμως εἰ σώματι πόλεως καλῷ φαύλη ἐφίσταται κεφαλή, καὶ οὐκ ἐτόλμων ἐγχειρεῖν λύειν τὴν ἐπιτεταγμένην ἁρμονίαν αὐτοῖς, πειθαρχοῦντες οὐκ ἐπ' ἀγαθῷ. Ἀλλ' ὅτε ποτὲ καὶ αὐτὸς

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
