# De capta Thessalonica 86

Eustathius, De capta Thessalonica, Page 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/86

ἐκύρωσε πειθοῖ εἶξαι, ῥᾳδιουργεῖ οὕτω. Τοῦ Χούμνου τεθαρρηκότος ἅμα τῷ περὶ αὑτὸν στρατιωτικῷ λάχει ἐπεισπεσεῖν τοῖς ἐκ τῶν ἑῴων πυλῶν πολεμοῦσι καὶ ἐγκεχειρηκότος οὕτως, εἰ καὶ δυστυχῶς ἀπέβη τὸ τέλος διὰ φαυλότητα τῶν συναραμένων αὐτῷ τῆς μάχης, καὶ ὀχλούντων τῶν τε ἐπηλύδων στρατιωτῶν καὶ τῶν τῆς πόλεως δὲ τέκνων, ἃ ταύτῃ περιελείφθησαν μετὰ τοὺς φυγαδίας, κατὰ σπουδὴν ἐκδραμεῖν ἐπὶ τοὺς πολιορκοῦντας διὰ τὸ τοὺς Λατίνους ὅλους γενέσθαι τοῦ ἀντιχωρῆσαι κατὰ τοῦ Χούμνου, αὐτὸς μόγις ἀνοίξας τὰς πύλας καὶ ἀφεὶς δῆθεν ἐκδρομὴν προβῆναι τὴν ζητουμένην, εἶτα συνέκλεισεν ὄπισθεν αὐτῶν, ὡς μόλις δυνηθῆναι τοὺς ἐξελθόντας ἔσω γενέσθαι τῆς πόλεως, κἀντεῦθεν ἐκείνους δεινὴν οὕτω ποινὴν τοῦ θαρσεῖν τινυμένους διομόσασθαι ἡσυχάζειν τοῦ λοιποῦ καὶ μὴ βιάζεσθαι τὰ μὴ δυνατά, ἔνθα Θεὸς ἄλλα βούλεται. Οὐκ ἂν δὲ εἴη πάρεργον ἐνταῦθα προσιστορῆσαι πρὸς θαῦμα τοῦ στρατηγοῦ καὶ ὅτι, τοῦ κατὰ τὸν Χοῦμνον πολέμου ἔξω τότε ῥαγέντος καὶ τοῦ πράγματος διηκουσμένου καὶ εἰς αὐτόν, αὐτὸς ἀφεὶς διπλῶσαι τοῖς βαρβάροις τὸν κίνδυνον, εἴπερ ὁ Χοῦμνος μὲν ἐκεῖθεν πονοῖτο, αὐτὸς δ' ἐνταῦθα καταστρατηγοίη, ὡς ἂν κακοῖς ἑκατέρωθεν ἐναποληφθὲν τὸ βάρβαρον καὶ κατά τε στέρνων καὶ κατά τε νώτων πληττόμενον καὶ βαλλόμενον ὀχλοῖτο, οὕτω γοῦν στρατηγεῖν ἀφεὶς ὡς ἔπρεπε, πομπικῶς ἄλλως διέκειτο. Ὕψιστος. γὰρ ἐν τῷ ἑῴῳ γηλόφῳ τοῦ καθ' ἡμᾶς Ζαβαρείου ἐπανηγύριζε, θεωρικῶς τὴν τῆς μάχης ἐκείνης γνωματεύων διάθεσιν, ἣν ἐγειρομένη κόνις ὑπὸ τῶν τρεχόντων καὶ ἀντιτρεχόντων ἐσήμαινε. Καὶ οἷα μὲν αὐτὸς τότε εὔχετο ἂν ἢ κατεύχετο οὐδεὶς ἂν εἰδείη μαθών· ἐκεῖνο δὲ δῆλον, ὡς ὤκνει κἀνταῦθα τοὺς Λατίνους ὀχλῆσαι καί τι σκύλας ἀπασχολῆσαι τοῦ καθ' ἡμῶν πολέμου, ὡς οἷα τάχα που δεδιὼς μὴ καὶ ἐπικαλέσωσιν ὡς δι' αὐτὸν δίπαλτοι τὸ Ῥωμαϊκὸν αὐτοῖς ἐπετέθησαν στράτευμα. Καὶ ἔπασχε μὲν τηνικαῦτα μυκτῆρα ἐκ τῶν γυναικῶν, ὅτι καθελὼν ἐκείνας τοῦ ἄνω ἐκεῖ ἑστάναι αὐτὸς οὐ κατά τι αἴσιον ἀναβαίη, γυναικεῖον τόπον ἀναπληρῶν· ἦν δὲ αὐτῷ καὶ ὁ ἐκ τῶν γυναίων μῶμος ὡσεὶ οὐθέν. Πόθεν γὰρ εἶχε γνοὺς ἐννοήσασθαι ὡς πολλοὶ γυναικῶν ὀνειδισμοὶ σφαλλομένους ἄνδρας ἀνώρθωσαν, βαρβαρικούς τε καὶ Ἕλληνας; Καὶ ἔχομεν καὶ ταύτην βλάβην ἐξ αὐτοῦ μεγάλην καὶ προφανῆ· ἐμάθομεν γὰρ αὐτῶν Λατίνων ἐξαγγελλόντων ὡς, εἴπερ τὴν ὥραν ἐκείνην, καθ' ἣν ὁ Χοῦμνος αὐτοῖς ἐπέθετο, ἐνεπήδησαν οἱ τῆς πόλεως περὶ τὸν ναύσταθμον, τάς τε μηχανὰς ἁπάσας εἷλον ἂν καὶ τὸ στρατόπεδον ἀπήγαγον, ἐμπρήσαντες καὶ νῆας, ὅσας ἐξεγένετο ἂν αὐτοῖς.

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
