# De capta Thessalonica 88

Eustathius, De capta Thessalonica, Page 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/88

Ἀλλὰ τοῦτο μὲν ὕστερον ἡμῖν ἐπῆλθε μαθεῖν· ὁ δὲ στρατηγὸς τέως μεθώδευεν ἀσκύλτως τὰ ἑαυτοῦ καὶ ἐνετρύφα τῇ ἀρχῇ· καὶ παρακαλούμενος εἰς ἔργα φιλοπονικῶς, αὐτὸς ἑώρταζε τὸ ἀπορρᾳθυμεῖν καὶ ἀναπίπτειν καὶ ἀνίεσθαι καὶ καταπροΐεσθαι τὰ ἡμέτερα μίσει τῷ κατὰ τοῦ βασιλέως, κάκιστα μέν, ἀνθρωπίνως δ' οὖν, ἰδίου κακοῦ τοῦ κατ' αὐτὸν τὸ καθ' ἡμᾶς κοινὸν ἀλλαττόμενος καὶ τὴν τοῦ Σικελοῦ τῆς τοῦ Μεγάλου Κωνσταντίνου προτιθείς, καί, ὡς ἂν εἴποι τις, τοῦ κατὰ Χάρυβδιν σκοπέλου τὸν ἕτερον ἀνθαιρούμενος. Καὶ ὤχλει μὲν αὐτὸν εἰς τὰ καλὰ καὶ ὁ σεβαστὸς Ἰωάννης ὁ Μαυροζώμης, ἐν τῷ ἐκ Πελοποννήσου ἀναβαίνειν μετὰ στρατοῦ παραμείνας ἐνταῦθα, οὔ τι κατ' εὔνοιαν μάλα τῶν καθ' ἡμᾶς, ὡς ὑπενόουν πολλοί, ἀλλὰ τοῦτο μὲν εἰς πρόφασιν, πρὸς ἀλήθειαν δὲ πόθῳ καὶ αὐτὸς τοῦ βλέπειν, οὗπερ ἐκπεσεῖν —μή τι δὲ ἄρα καὶ τοῦ ζῆν—φόβον εἶχε καὶ αὐτὸς ἐκ τοῦ Ἀνδρονίκου, ὡς λόγος ἔρρεε. Καὶ ὅμως ἐλάλει καλὰ καὶ ἤλεγχε τὸν στρατηγόν, ὅπως ἂν καὶ διέκειτο. Ὁ δὲ οὐδ' αὐτοῦ ἐπίστροφος ἦν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδενός, ἓν ἐκεῖνο σκέμμα στήσας ἐν ἑαυτῷ, τῇ Θεσσαλονίκῃ συγκατοιχήσεσθαι δέει τοῦ Ἀνδρονίκου. Καὶ μὴν εἶχεν ἂν ἐγγύην ἐπινοήσασθαι ὡς, εἴγε σώσει τὴν πόλιν, ἐκμειλίξεται τὸν ἄγριον, οἷα πεπιστωμένος εἶναι ζῆν ἄξιος. Ἀλλ' οὔτε τὸν τοῦ βασιλικοῦ ἤθους Εὔριπον ἐθάρρει στήθεσθαι ἂν ἐπί τινος καλοῦ καὶ αἱ ἁμαρτίαι δὲ ἡμῶν ἀπήγαγον αὐτοῦ τὴν τοιαύτην ἔννοιαν. Καὶ ὧδε μὲν ἡ κεφαλὴ τῆς πόλεως. Τὸ δέ γε λοιπὸν ἅπαν σῶμα πάντῃ διάφορον ἦν, ἑτεροιούμενον εἰς ἀγαθόν. Καὶ οἱ μὲν ἔξωθεν στρατευσάμενοι οὐκ ἂν ἔχοι τις εἰπεῖν ὡς τὸ ἀρεϊκὸν ἐψεύδοντο, οἷς ἐνέπρεπον καὶ οἱ ἐξ Ἀλανῶν καὶ εἴ τινες Ἴβηρες. Οἱ δὲ τῆς πόλεως ἰθαγενεῖς, τὸ γνήσιον τηροῦντες φιλόπατρι, οὐ πολλοὶ μὲν ἦσαν· τὸ γὰρ πλεῖον ἀνέμοις ἑαυτὸ ἐπιτρέψαν ᾤχετο, καὶ μάλιστα τὸ προέχον κατά τε χεῖρα, ὡς ἐρρέθη, καὶ τὸ δύνασθαι τὸ ἐλέγχειν τὸν στρατηγὸν καὶ συμμετάγειν εἰς τὸ καλόν. Καὶ εἶπεν ἄν τις ἀνθρώπους τούτους, τοὺς ὑποστάντας παραμεῖναι τῇ πόλει, οὐκέτι πολιτικοὺς καὶ ἡμετέρου βίου καὶ οἰκοδεσποτίας, ἀλλὰ λῃστείας καὶ θηριωδίας καὶ ἐμβριθοῦς ἀγριότητος. Ἦσαν γὰρ ἀληθῶς θυμοῦ τοῦ ὑπὲρ πατρίδος ἀκρατεῖς, ἄνδρες κατορθωμάτων, ἀνδρίας γέμοντες, ἀλκὴν πνέοντες, πεπλασμένοι πρὸς ῥωμαλεότητα, διψῶντες μάχην, κατὰ βαρβαρικῶν σαρκῶν πεινῶντες, φάναι τὸ πᾶν, ἀρειμάνιοι. Οἳ οὕτως ἐξελάθοντο τῶν ἄλλων, ὡς μόνου γενέσθαι τοῦ πολεμεῖν καὶ τῆς κατ' οἶκον τύρβης ἀνθελέσθαι τὸν ἐπὶ τοῦ τείχους κίνδυνον.

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
