# De capta Thessalonica 96

Eustathius, De capta Thessalonica, Page 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/de-capta-thessalonica/96

Οἱ μὲν γὰρ τρῶκται τοῦ τειχίσματος, εἰ χρὴ οὕτω φάναι, αὐτοὶ μὲν τῷ τείχει πελάσαντες καὶ συσκευασάμενοι γλύφειν, φραγνύμενοι δὲ κατόπιν τοῖς κάτωθεν ἀκροβολιζομένοις ἄνω, ἔργου ἥπτοντο ἐγκρατῶς, οἷα ἐπισπέρχοντες τὸ γλαφύρωμα, ὡς ἂν καθυποδύντες αὐτὸ ἐμβαθύνωσι καὶ καθ' ἡσυχίαν διαμπερὲς τοῦ τειχισμοῦ ταχὺ τὴν συνέχειαν λύσωσι. Καὶ ἤνυον τὰ τοῦ σκοποῦ. Καὶ αἱ κεφαλαὶ μὲν αὐτοῖς καί τι τῶν μεταφρένων ἐκρύπτοντο, ὁ δὲ λοιπὸς ἄνθρωπος ἑκάστῳ ἐκείνων ἔξω βραχὺ προυφαίνετο. Ἐλάνθανε δὲ ἄρα τοῦτο τοὺς πλείονας, ἕως ὁ ἐν Θεσσαλονίκῃ Βασίλειος ὁ Τζύσκος κατακύψαι ἄνωθεν τολμήσας καὶ ἰσχύσας εἶδε τὸ πρᾶγμα. Ὃς καὶ καρδιώξας ἔδραμε τὴν ταχίστην εἰς τὸν τοῦ στρατηγοῦ πρωτοθεράποντα καὶ ἐκλαλήσας τὸ πρᾶγμα μετὰ οἴκτου προεκαλέσατο εἰς κωλύμην τοῦ κακοῦ. Ὁ δέ, ὢ μαθητοῦ ἀγαθοῦ, ἐκμαξαμένου εὐφυῶς τὰ τοῦ καλοῦ στρατηγοῦ διδασκάλια., χρῆναι μεθίεσθαι ἀπεφήνατο μέχρις ἐς αὔριον, ἕως οἱ ἐχθροὶ ἐντὸς εἱληθέντες τοῦ τρυπήματος εἶτα τῷ ἐκ φρυγάνων καπνῷ ῥᾷον καταπνιγεῖεν ἐντός, ὅμοιον ὡς εἰ καὶ κυνηγέτης πρόχειρον ἄγραν ἔχων θέσθαι θηρίου ἐν τοῖς πεδινοῖς, ὁ δ' ἀλλὰ μεθεὶς καραδοκεῖ τὴν ἐν σπήλυγγι ἐκείνου κατάδυσιν, ὡς οὕτω μᾶλλον ἀγρεύσων ἐκεῖνο, καθὰ καὶ μελίσσας ἔσω σμήνους οἱ περὶ ταύτας πονούμενοι. Καὶ τοιοῦτος μὲν ὁ ἀρχιθεράπων μηχανικός. Ὁ δ' ἀρχιτέκτων αὐτοῦ Δαυῒδ ἄλλως ἔπαιζε τὸ μηχανᾶσθαι· καὶ ἀκούων ὡς τρυπᾶται τὸ τεῖχος ἔξωθεν, «τρυπητέον» ἔλεγε «καὶ ὑμᾶς ἔσωθεν». Καὶ εἰς τοσοῦτον χασμησάμενος, ἐκάθητο τοῦ λοιποῦ χαῦνος, εἰκὼν ζῶντος, ἐμποδίζων οἷον ἰσχάδας καὶ αὐτὸς κατὰ τὸν κωμικόν. Καὶ τὴν γλῶτταν ὧδε σαλεύσας ἀτελεσφόρητα, ἐῴκει, εἰ καὶ τὸ τεῖχος ἔξωθεν ἀκούσοι λίθοις βάλλεσθαι, εἰπεῖν ἂν ὡς «βάλλετε αὐτὸ καὶ ὑμεῖς ἔσωθεν». Ὦ παίγνια, δι' ὧν ἐσφαττόμεθα μὲν ἡμεῖς, αὐτὸς δὲ τὸν δύσνουν βασιλέα ἐξέφευγεν, ἄνθρωπος, ἐφ' οἷς ἔδει ἐγρηγορέναι, κατακείμενος καὶ κατὰ παλαιὰν ἀφέλειαν ὀνομάτων εἰπεῖν ἀναπεσᾶς. Καὶ μὴν σκέψασθαι ἄλλως καὶ πάνυ ἑστὼς αὐτὸς ἦν καὶ νηφάλιος· ὃ γὰρ προύθετο ἔνηφε ποιεῖν καὶ οὐκ ἀνῆκεν, ἕως αὐτὸ τεχνικῶς ἀπετέλεσε. Καὶ οὕτω μὲν προυδόθη τοῖς πολεμίοις καὶ ἡ τῶν λίθων τοῦ τείχους ἐπὶ κακῷ ἡμετέρῳ ὑπολάξευσις κάτω. Αἱ δὲ ἐκ τῆς μεγάλης μηχανῆς πέτραι τάς τε ἐπάλξεις κατήρειπον καὶ ἐγύμνουν τὸ τεῖχος φυλάκων· πολλαὶ δὲ καὶ ὑπερπεταννύμεναι κατέπιπτον ἔσω, ποιοῦσαί τινα δεινὰ καὶ αὐταί. Διὸ καὶ τεῖχος ἕτερον ἀνταναστῆσαι μελετήσαντες καὶ ἤδη καὶ ἐγχειρήσαντες οἱ καθ' ἡμᾶς

---

Eustathius Philol. et Scr. Eccl., De capta Thessalonica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg004.local001/.
