# In Genesim de creatione [Sp.] (fragmenta) 87

Eustathius, In Genesim de creatione [Sp.] (fragmenta), Fragment 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-scr-eccl-et-theol/in-genesim-de-creatione-sp-fragmenta/87

Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλὰ πρὸς τίνα ἔφη· ζητήσωμεν, φιλόσοφε; ἐν τῷ γὰρ εἰπεῖν· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν γὰρ· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον, ἐπήγαγε λέγων· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρρεν καὶ θῆλυ ἐποίησε αὐτούς. Ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. Ὡς γὰρ Θεὸς ὁ Πατήρ ἐστιν ὁ εἰπών· ποιήσωμεν ἄνθρωπον, οὕτω Θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε εἰπόντος· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. Τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος παρίστησιν ἡ φωνή· ἡ γὰρ τοῦ Θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι, πῦρ οὖσα τῇ φύσει.

---

Eustathius Scr. Eccl. et Theol., In Genesim de creatione [Sp.] (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4117.tlg019.local001/.
