Ancient Greek · ~928 min
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ Κ ΤΩΝ ΑΥΤΩΝ ΗΘΙΚΩΝ.
Eustratius, In Aristotelis Ethica Nicomachea I Commentaria ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ Κ ΤΩΝ ΑΥΤΩΝ ΗΘΙΚΩΝ..1
Not analysed yet
Τὸ παρὸν βιβλίον, ὃ δέκατον μέν ἐστι τῶν ᾿Ηθικῶν Νικομαχείων, Κ δὲ ἔθος τοῖς ἐκ τοῦ Περιπάτου ἐπιγράφειν, τελευταῖόν ἐστι τῆς τοιαύτης πραγματείας. ἐν δέκα γὰρ βιβλίοις ὁ δαιμόνιος Ἀριστοτέλης τὴν παροῦσαν ἐπεραιώσατο θεωρίαν. ἐξηγεῖται δὲ ἐν αὐτῷ, τίς ἐστιν ὁ ἀλη- θινὸς ἄνθρωπος καὶ τίς ἡ πρέπουσα αὐτῷ ζωή· ὅτι ἡ κατὰ νοῦν διαγωγή. ἥτις καὶ κυριώτατα ἄν εὐδαιμονία καλοῖτο. διττὸς γὰρ ὁ εὐδαίμων, ὅ τε πολιτικός, ὅστις δεῖται καὶ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν, ὅπως ἁνεμποδίστως ἐνεργῇ, καὶ ὁ τῇ θεωρία τῶν ὄντως ὄντων μάλιστα προσανέχων. ἀλλὰ περὶ μὲν τοῦ πολιτικοῦ εὐδαίμονος φθάνει πολλὰ εἰπεῖν, περὶ δὲ τοῦ θεω- ρητικοῦ ἐν τῷ παρόντι. καἰ ἐπειδὴ ἡ πολιτικὴ εὐδαιμονία ἐνέργειά ἐστι ψυχῆς κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ὡς μεμαθήκαμεν, τί δεῖ περὶ τῆς κατὰ θεωρίαν εὐδαιμονίας ὑπονοεῖν, ἆρα ἕπεσθαί τινα ἡδονὴν τῇ νοερᾷ ταύτῃ ζωῇ καὶ τῇ πρὸς τὰ ἀεὶ ὡσαύτως ἔχοντα ἡμῶν ἀνατάσει, ἢ ὄχλου γέμειν καὶ ταραχῆς καὶ μεστὴν ἀηδίας ὑπάρχειν; μὴ οὐ θεμιτὸν εἴη τὴν κατὰ νοῦν ζὼ ἢν ἀνήδονον οἴεσθαι· μεθ’ ἡδονῆς ἄρα ἢ οὐκ ἄνευ ἡδονῆς. εἰ γὰρ ταῖς καλαῖς ἡμῶν πράξεσιν ἕπεται ἡδονή, πολλῷ μᾶλλον τῇ τῶν ἐνεργειῶν ἀρίστῃ, τῇ περὶ τὰ νοητὰ τοῦ νοῦ διατριβῇ, ἐπακολουθήσει καὶ τοσούτῳ μᾶλλον καλλίων, ὅσῳ καὶ θεωπία πράξεως τιμιωτέρα. ἐπεὶ οὖν καὶ αὕτη ἡ τοῦ νοῦ ἐνέργεια μεθ’ ἡδο- νῆς, καὶ ἴσασιν ὁποία. ὥς φησιν ὁ Πλωτῖνος, οἱ ἐνηργηκότες, ἀναγκαῖον πρότερον περὶ ἡδονῆς ἐπισκέψασθαι, τί ἐστι καὶ ὁποῖόν τι διά τε τοῦτο καὶ διὰ τὰς λοιπὰς αἰτίας, ἃς αὐτὸς ἐπάξει. εἶθ’ οὕτως περὶ τῶν προκει- μένων διελθεῖν. Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἴσως ἕπεται διελθεῖν. Τὸ ἴσως ἢ διὰ φιλόσοφον εἶπεν εὐλάβειαν ἢ ἐνδεικνύμενος, ὅτι εἰ μέν ἐστιν ἡ ἡδονὴ μέρος τῆς ἀρετῆς, ὡς καὶ τοῦ ἵππου τὸ ἄλογον, οὐκ ἴσως ἀλλ’ ἀνάγκη περὶ ἡδονῆς εἰπεῖν. ἀναγκαῖον γὰρ εἰδέναι τὰ μέρη ἐξ ὧν τὸ ὅλον τοῖς βουλομένοις μαθεῖν καλῶς τὸ ὅλον, ὅτι ποτέ ἐστιν. εἰ δ’ οὐκ ἔστι μέρος ἀλλ’ οἷον σύμπτωμά τι καὶ σκιὰ τῖς καλλίσταις ἐνεργείαις ἐπισυμβαίνουσα, ἴσως δεῖ λέγειν περὶ αὐτῆς. διὰ τί ἴσως; διότι δυ- νατόν ἐστι καὶ δίχα τῶν ἐπισυμβαινόντων μανθάνειν τὰ πράγματα, οἷς ἕπεται τὰ τοιάδε συμπτώματα. δυνατὸν γάρ ἐστι γνῶναι τριταίου φύσιν καὶ ἄνευ τῶν ἑπομένων αὐτῷ συμπτωμάτων, χολεμεσίας καὶ ἱδρῶτος καὶ τῶν ἄλλων, καὶ εὐδαιμονίας οὐσίαν δίχα τοῦ γινώσκειν τί ἐστιν ἡδονή, εἰ μὴ μέρος αὐτῆς ἐστιν, ἀλλά τι τῶν συμβαινόντων αὐτῇ. μάλιστα γὰρ δοκεῖ συνῳκειῶσθαι τῷ γένει ἡμῶν. διὰ τούτων φαίνεται, ὅτι δι’ εὐλάβειαν τὸ ἴσως τέθεικεν. εἰπεῖν γὰρ ἔδει ῾μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀναγκαῖόν ἐστιν.’ ηὐλαβήθη δὲ τὴν τῶν πολλῶν νέμεσιν, καὶ διὰ ταύτην τὴν εὐλάβειαν ἀντὶ τοῦ ἀνάγκη τὸ ἴσως τέθεικεν. ὅτι δὲ ἀνάγκη τῷ περὶ τῶν ἀρετῶν ἀμφοτέρων τῶν τε τοῦ ἀλόγου μέρους τῆς ψυχῆς καὶ τῶν τοῦ λογικοῦ λέγοντι περὶ ἡδονῆς εἰπεῖν, δῆλον τοῖς προσέχουσι τοῖς λεγομένοις. εἰ γὰρ οἰκεία τῇ φύσει ἡμῶν ἐστι καὶ ὡς οἰκείαν ἅπαντες αἱρούμεθα καὶ διώκομεν, οὐκ ἴσως ἀλλ’ ἀνάγκη γινώσκειν τί πότ’ ἐστι τοῦτο ὃ συνῳκείωται τῷ γένει ἡμῶν καὶ οὕτως οἰκειότατόν ἐστιν, ὡς πλέον τῶν ἄλλων τῶν συνῳκειωμένων ἡμῖν ἐπιδιώκεσθαι παρ’ ἡμῶν καὶ ἀγαπᾶσθαι· δι’ ἣν οἰκείωσιν καὶ ἀγάπην αὐτῆς παιδεύειν σπεύδομεν τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ. ἔστι δὲ τὸ οἰακίζοντες ταὐτὸν τῷ ἀπευθύνοντες καὶ κυβερνῶντες· ὡς γὰρ διὰ τῶν οἰάκων τὰ πλοῖα πρὸς τοὺς λιμένας τοιωσδὶ περιαγόμενα καὶ οὑτωσὶ διευθυνόμενα διασώζεται, οὕτω καὶ οἱ νέοι ὥσπερ ἐν λιμένι ταῖς ἀρεταῖς δι’ ἡδονῆς. τὸ γὰρ ἐθίζειν αὐτοὺς ἥδεσθαι οἷς δεῖ χαίρειν καὶ λυπεῖσθαι μὴ πράττοντας ἃ δεῖ πράττειν κυβέρνησίς ἐστι πρὸς λιμένα, τὴν ἀρετήν. ὥσπερ δὴ πρὸς κακίαν ὁδός ἐστι τὸ χαίρειν καὶ λυπεῖσθαι οἷς οὐ δεῖ, μέγιστον δή, φησίν, καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν τὸ χαίρειν οἷς δεῖ, ἤθους ἀρετὴν εἰπὼν αὐτὴν τὴν ἀρετήν, ὡς εἰ ἔλεγε, δοκεῖ δὲ καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς κτῆσιν μέγιστα συντελεῖν τὸ χαίρειν οἷς δεῖ καὶ φεύγειν ἃ δεῖ. καὶ δέδεικται τοῦτο πρόσθεν. τὸ δὲ διατείνει γὰρ ταῦτα διὰ παντὸς τοῦ βίου ἴσον ἐστὶ τῷ ῾ταῦτα, ἡ ἡδονὴ δηλονότι καὶ ἡ λύπη, συμπαρεκτείνονται τῇ ζωῇ ἡμῶν᾿. οὐ γὰρ ἐν τῇ παιδικῇ φέρε εἰπεῖν ἡλικίᾳ ἡδόμεθα καὶ λυ- πούμεθα, κατὰ δὲ τὰς ἄλλας ἡλικίας ἀτρεμί|ζομεν ἄλυποι καὶ χωρὶς ἡδονῆς διατελοῦντες· οὐ δῆτα, ἀλλὰ μέχρις ἄν ὦμεν ἐν τῷ τετρημένῳ τού- ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι, τίνες εἰσί, καὶ μὴ παρελθεῖν τὴν περὶ τούτων θεωρίαν. διατείνει δὴ ταῦτα διὰ παντὸς τοῦ βίου ῥοπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν. ἔστι δὲ τὸ δύναμιν ἔχοντα ἐφερμηνευτικὸν τοῦ ῥοπὴν ἔχοντα. δύναμιν γὰρ ἔχουσιν αἱ κάλλισται τῶν ἡδονῶν καὶ αἱ λῦπαι τῆς τῶν καλῶν ἀπραξίας ἀναγκάζειν πρὸς ῥοπὴν καὶ ὁρμὴν τῆς εἰς ἀρετὴν καὶ εὐδαιμονίαν φερούσης ζωῆς καὶ διαγωγῆς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει. δεῖ γινώσκειν τίνα τῶν ἡδέων καὶ λυπηρῶν συνεργὰ τυγχάνει πρὸς ἀρετὴν καὶ τίνα πρὸς ταύτην ἐμπόδια καὶ μὴ σπεύδειν ἀλόγως πρὸς ἅπαν ἡδὺ καὶ φεύγειν ἀπὸ παντὸς λυπηροῦ, ὥσπερ νῦν ποιοῦσιν ἀκρίτως προσπίπτοντες τοῖς ἡδέσι καὶ φεύγοντες τὰ λυπηρά. Ἄλλως τε καὶ πολλὴν ἐχόντων ἀμφισβήτησιν. Καὶ διὰ τὰς εἰρημένας αἰτίας ἔδει, φησί, περὶ ἡδονῆς σκοπεῖσθαι, οὐχ ἥκιστα δὲ καὶ τοὺς ἀμφισβητοῦντας λόγους περὶ αὐτῆς καὶ τἀναντία κατ’ αὐτῆς ἐπιφέροντας. Εὔδοξος μὲν γὰρ τὴν ἡδονὴν ταὐτὸν ᾤετο τἀγαθῷ· εἰδικὴν γὰρ ἀρχὴν καὶ αἰτίαν πάντων τῶν ἀγαθῶν ἐτίθετο ὡς οἱ τὰς ἰδέας πρεσβεύοντες τὸ αὐτοζῷον τῶν ζῴων καὶ τὸ αὐτοὸν τῶν ὄντων καὶ τὸ αὐτάνθρωπον τῶν ἀνθρώπων καὶ τὸ αὐτόκαλλος τῶν καλῶν), οἱ δὲ ἐξ ἐναντίας φαυλότατον αὐτὴν ἔλεγον. καὶ οἱ μὲν λέγοντες αὐτὴν ταὐτὸν τῷ ἀγαθῷ ἀπεφαίνοντο τοιαύτην λόγοις τισὶ πεισθέντες· οἱ δὲ λόγοι τοιοῦτοί τινές εἰσι. τῆς ἡδονῆς πάντα ἐφίεται· οὗ πάντα ἐφίεται ἀγαθόν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πάλιν, οὗ πάντα ἐφίεται <καὶ> ζητεῖ δι’ αὐτὸ καὶ οὐ δι’ τι ἀγαθόν· τὴν δ’ ἡδονὴν ζητοῦσιν αὐτὴν δι’ αὐτήν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πλοῦτον μὲν γάρ τις δι’ ἄλλο τι αἱρεῖται, οἷον ὡς ὄργανον διὰ τὸ ἐνεργεῖν ἀνεμποδίστως τὰ καλά, ἀλλὰ καὶ τομὴν καὶ καῦσιν καὶ φαρμακοποσίαν διὰ ὑγίειαν καὶ τείχη καὶ οἰκίαν διὰ φυλακὴν καὶ σκέπην, τὴν ἡδονὴν δὲ δι’ αὐτήν. τέλος ἄρα τελικώτατον ἡ ἡδονή, τὸ δὲ πάντων τῶν τελῶν τέλος καὶ τὸ τούτων τελικώτατον τἀγαθόν, ἡ ἡδονὴ ἄρα τἀγαθόν. εἰσὶ δὲ καὶ ἕτεροι πολλοὶ λόγοι πιθανῶς κατασκευάζοντες τὴν ἡδονὴν ταὐτὸν οὖσαν τῷ αὐτοαγαθῷ, οὓς ἐρεῖ προιών. οἱ δὲ λέγοντες φαυλοτάτην τὴν ἡδονὴν οὐ λόγοις πεισθέντες πιθανοῖς οὕτως αὐτὴν ἔλεγον, ἀλλ’ ὁρῶντες τοὺς πολ- λοὺς ῥέποντας πρὸς αὐτὴν ἀμελοῦντας τῶν καλλίστων καὶ θέλοντες ἀπαγα- γεῖν αὐτοὺς ἀπὸ τῆς πρὸς αὐτὴν ἀσχέτου ῥύμης καὶ φορᾶς τῶν φαυλοτάτων εἶναι τὴν ἡδονὴν ἀπεμφαίνονται, εἰ καὶ μή ἐστι φαυλότατον. δεῖ γάρ, ἔλεγον, τοὺς φαύλους ἀπὸ τῆς ἡδονῆς ἄγειν εἰς τοὐναντίον, ὥσπερ καὶ τοὺς θρασεῖς ἐπὶ δειλίαν καὶ τοὺς πλεονέκτας ἐπὶ τὸ μηδ’ ὅλως λαμὑπὲρ βάνειν καὶ τοὺς ἄλλους ὅσοι τὸ μέσον καὶ τὸ σύμμετρον ὑπερβαίνουσι οὕτω γὰρ ἔλθοιεν ἄν ἐπὶ τὸ μέσον, ἤτοι τὸ σύμμετρον. οἱ μὲν γὰρ φιλή- δονοι ἀγόμενοι ἐπὶ τὸ μηδ’ ὅλως χαίρειν ἔλθοιεν ἄν ἐπὶ τὸ μέσον, ὅπερ ἐστὶ τὸ χαίρειν καὶ ἐνήδεσθαι οἷς δεῖ, οἱ δὲ θρασεῖς ἑλκόμενοι ἐπὶ δειλίαν ἔλθοιεν ἄν ἐπὶ τὸ μέσον, τὴν ἀνδρείαν, καὶ οἱ πλεονέκται ὁμοίως ἐπὶ τὸ δί- καιον. οὐκ ἄν δὲ ἀπαγαγεῖν τις δυνήσεται τὸν φιλήδονον ἀπὸ τῆς ἡδονῆς ἢ τὸν πλεονέκτην ἀπὸ τῆς ἁρπαγῆς μὴ φαυλότατόν τι πρᾶγμα αποφαινόμενος τὴν ἡδονὴν ἢ τὴν ἁρπαγὴν ἢ τὴν θρασύτητα, ὥστε κἄν μὴ φαυλό- τατόν ἐστιν ἡ ἡδονή, δεῖ αὐτὴν φαυλότατον λέγειν τὸν μέλλοντα ἀγαγεῖν ἀπ’ αὐτῆς τοὺς φιληδόνους. Μήποτε δὲ οὐ καλῶς τοῦτο λέγεται. οἱ γὰρ περὶ τῶν ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσι λόγοι ἧττόν εἰσι πιστοὶ τῶν ἔργων· Τὸ λέγειν, φησίν, ὡς χρὴ ψέγειν καὶ ἐκφαυλίζειν, κἄν μὴ ψεκτὸν μηδὲ φαῦλόν ἐστιν ἐκεῖνο, πρὸς ὃ ἐπιρρεπεῖς ἐσμεν, οὐ καλῶς λέγεται. οὐ γάρ ἐστι καλὸν τὸ μὴ ἀπλῶς φαῦλον ἁπλῶς ἀποφαίνεσθαι, ὡς ἀπλῶς ἐστι τοιοῦτον, ἀλλὰ χρὴ διαιροῦντας, εἰ τῶν πολλαχῶς λεγομένων ἐστί, διδάσκειν ὁσαχῶς λέγεται καὶ τίνα τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἀγαθὰ ἡ ὠφέλιμά ἐστι καὶ τίνα φαῦλα ἢ βλαβερά· εὐθὺς ἐπὶ τῆς ἡδονῆς, ὅτι ἡ μὲν τῶν ἀκολάστων καὶ κυβευτῶν καὶ μέθαις καὶ ἀσελγείαις προςκειμένων φαύλη καὶ βλαβερά ἐστιν, ἥτις οὐδὲ κυρίως ἐστὶν ἡδονὴ ἀλλὰ φαινομένη τοῖς ἀγεύστοις τῆς ἀληθινῆς, ἡ δὲ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις ἑπομένη καὶ τῇ τῶν ὄντων θεωρίᾳ ἀρίστη τε καὶ ἀληθής ἐστιν ἡδονή, ἣν καὶ χρὴ ἀσπάζεσθαι καὶ σπουδῇ μεταδιώκειν. τοῦτο μὲν δὴ καλόν, τὸ δ’ ἁπλῶς |ἀποφαίνεσθαι πλημμελὲς καὶ οὐκ εὔλογον. τὸ γὰρ ἀπλῶς ψέγειν τὴν ἡδονὴν κωλύειν ἐστὶ καὶ ἀπάγειν ἀπὸ τῶν καλλίστων ἡδονῶν. κά διὰ τί οὐ καλόν ἐστι τὸ ἁπλῶς φαυλίζειν τὸ μὴ ἁπλῶς φαῦλον ἐπήγαγε. μᾶλ- λον γὰρ πιστεύομεν τοῖς πράγμασι τῶν λόγων· τὰ γὰρ πράγματα ποιεῖ πιστοὺς τοὺς λόγους, ἀλλ’ οὐχ οἱ λόγοι τὰ πράγματα. εἰ γάρ τις λέγοι, ὅτι ἡ φιλαργυρία φαῦλόν ἐστιν, εἶθ’ ὁρᾶται συλλέγων παντὶ τρόπῳ καὶ πάντοθεν 5 τὸ νόμισμα, τίς ἄν τούτῳ πιστεύσειεν, ὅτι φαῦλόν τί ἐστιν ἡ φιλαρ- γυρία; ὡσαύτως καὶ ὁ λέγων τὴν ἡδονὴν φαῦλον, εἶτα ῥέπων πρὸς αὐτὴν ἐξ ὧν πράττει ἀγαθὸν αὐτὴν εἶναι ἐνδείκνυται, καὶ οὐχ ὁποῖον λέγει. ὥστε αἱ πράξεις βεβαιοῦσι τοὺς λόγους, ἀλλ’ οὐχ οὗτοι τὰς πράξεις. λέγει δὲ πάθη μὲν ἡδονὰς λύπας, φιλίας ὀργάς, πράξεις δὲ τὰς ἀπ’ αὐτῶν ἐνεργείας ὕβρεις ἁρπαγὰς τιμάς, καὶ εἴρηται περὶ τούτων πολλάκις ἐν τοῖς αἴσθησιν, ἤτοι τοῖς πραττομένοις ὑφ’ ἡμῶν τῶν λεγόντων αὐτούς, καταφρονούμενοι πρὸς τῷ ἀπίθανοι δοκεῖν καὶ τὴν ἀλήθειαν προσαφανίζουσιν. ὁ γὰρ λέγων ἀπλῶς καὶ ἀδιορίστως τὴν ἡδονὴν φαῦλον, εἶτα ὁρᾶται πρὸς αὐτὴν ἀποκλίνων καὶ σπουδῇ διώκων ἀναιρεῖ τὸ ἀληθές. ἔστι γὰρ ἀληθῶς ἡδονή τις φαύλη καὶ ἀληθεύει ὁ φαύλην αὐτὴν λέγων, δοκεῖ δὲ ψεύ- δεσθαι διὰ τοὺς λέγοντας τὴν ἡδονὴν φαύλην, εἶτα ἀποφαινομένους ἀγαθὴν ἐκ τοῦ ἐπιδιώκειν αὐτήν. οἱ πολλοὶ γὰρ μὴ δυνάμενοι διαιρεῖν ποσαχῶς ἕκαστον λέγεται καὶ τὴν φαύλην ἀγαθὸν οἴονται, βλέποντες τὸν ἁπλῶς τὴν ἡδονὴν καὶ ἀδιορίστως ψέγοντα πρὸς αὐτὴν ὁρμῶντα. δεῖ τοίνυν περὶ τῶν πολλαχῶς λεγομένων μὴ ἁπλῶς ἀποφαίνεσθαι ἀλλὰ διαιρεῖν, οἷον ὅτι ἡδονή ἐστιν αὕτη καὶ αὕτη καὶ αὕτη, καὶ ἥδε μέν ἐστιν ἀγαθή, ἥδε δὲ φαύλη, ἥδε δὲ οὐδετέρα. τοῦ γὰρ ἀληθοῦς ἡ γνῶσις καὶ αὐτὴ μὲν καθ’ αὑτὴν αἱρετή ἐστιν, ἀλλὰ καὶ πρὸς τὸ ὀρθῶς βιοῦν τοὺς ἀκούοντας μέγα τι συμβάλλεται. συνῳδοὶ γὰρ καὶ σύμφωνοι τοῖς ἔργοις ὄντες πιστεύονται καὶ ἀναγκάζουσι τοὺς ἀκούοντας καὶ πεπιστευκότας ζῆν ὡς αὐτοὶ διακελεύονται. ταῦτα εἰπὼν καὶ προσεπειπὼν ἅλις τῶν τοιούτων λόγων τρέπεται εἰς ἐπί- σκεψιν τῶν περὶ αὐτῆς ἀποφηναμένων καὶ πρῶτον τίθησι τοὺς λόγους τοῦ Εὐδόξου, δι’ ὧν αὐτὴν κατεσκεύαζεν εἶναι τἀγαθόν. Εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετο εἶναι δι’ ἁ το οραν εφιεμενα αυτης παντα. ΄Εθος ἐστὶ τοῖς Πλατωνικοῖς διὰ τῆς προσθήκης τοῦ ταῦ στοιχείου ἢ τῆς προσθήκης τῆς φωνῆς τῆς ῾αὐτό᾿ δηλοῦν τὰς εἰδητικὰς ἀπ’ αὐτῶν καλουμένας ἀρχάς, αἵ τινες πρώτως αὐτὸ τοῦτό εἰσιν ὃ λέγεται. διὰ μὲν τοῦ ταῦ τἀγαθόν, ὅπερ οὐδέν τι ἄλλο ἐστὶν ἀλλ’ ἢ μόνως ἀγαθὸν καὶ πρώτως ἀγαθόν, τὰ δ’ ἄλλα οἷον ὁ νοῦς ἡ ψυχὴ ἡ ἐπιστήμη ἡ ἀρετὴ ἀγαθὰ μὲν λέγεσθαι ἀλλ’ οὐ πρώτως ἀλλὰ μετασχόντα τῆς τοὐ ἀγαθοῦ φύσεως λέγεσθαι ἀγαθά. καὶ ἔστιν ὁ νοῦς ἀγαθὸν μέν, οὐ μὴν τἀγαθόν. ὁμοίως καὶ ἡ ἐπιστήμη ἀγαθόν, τἀγαθὸν δὲ οὐδαμῶς, ἡ δὲ ἡδονὴ οὐκ ἀγαθὸν ἀλλὰ τἀγαθόν. ἡ γὰρ ἀρχὴ καὶ ἡ πηγὴ τῆς ἀγαθότητος, ἤτοι τὸ τἀγαθὸν ἡδονή ἐστι κατ’ Εὔδοξον. οὕτω μὲν οὗν διὰ τοῦ ταῦ στοιχείου ἐδή- λουν τὴν πρώτην ἀρχὴν καὶ αἰτίαν καὶ ῥίζαν καὶ οἷον τὸ κέντρον πάντων τῶν ἀγαθῶν, διὰ δὲ τῆς φωνῆς τῆς ῾αὐτό᾿ τὸ αὐτοέν, τὸ αὐτοζῷον, τὸ αὐτοόν· τὸ μὲν αὐτοὲν τὴν ἀρχὴν καὶ πηγὴν τῶν ἑνῶν καὶ τῶν μονάδων· ἄλλα γὰρ κατ’ αὐτοὺς τὰ ἕνα καὶ ἄλλαι αἱ μονάδες. ἔλεγον δὲ οἱ Πλαπροτέροις τωνικοὶ τὸ αὐτοὲν καὶ τὸ τἀγαθὸν τὸ αὐτὸ εἶναι καὶ οὐκ ἄλλο καὶ ἄλλο. τὴν γὰρ πρωτίστην πάντων ἀρχὴν ἐκάλουν τὸ αὐτοὲν καὶ τὸ αὐτοαγαθὸν καὶ τἀγαθόν, τὸ δὲ αὐτοὸν ἔλεγον ἀρχὴν πρωτίστην πάντων τῶν ὄντων, δεύτερον δὲ τοῦ αὐτοενός. εἶναι γὰρ πρώτιστον πάντων τὸ αὐτοέν, εἶτα τὸ αὐτοόν, εἶτα τὴν αὐτοζωήν, εἶτα τὸ αὐτοζῷον. ἀλλὰ περὶ μὲν τούτων ἅλις κατ’ αὐτὸν φάναι τὸν Ἀριστοτέλην. Εὔδοξος δὲ κατεσκεύαζε τὴν ἡδονήν, ὥς ἐστι τὸ ἀγαθὸν διὰ τὸ ὁρᾶν ἐφιέμενα αὐτῆς καὶ τὰ ἔλλογα, ἤτοι τὰ λογικά, καὶ τὰ ἄλογα. ὃ δὲ πάντα αἱροῦνται καὶ πάντα διώκουσιν ἐπιεικές ἐστι καὶ ἀγαθόν. τὸ δὲ μάλιστα ἐπιεικὲς κράτιστον, ἤτοι πρώτη ἀρχὴ καὶ πρῶτον αἴτιον. εἰ οὖν ἡδονή ἐστι τὸ μάλιστα ἐπιεικές, τὸ δὲ μάλιστα ἐπιεικὲς κράτιστον, τὸ δὲ κράτιστον ἡ πρωτίστη πάντων ἀρχή, ἡ δὲ πρω- τίστη πάντων ἀρχὴ τἀγαθόν, ἡ ἡδονὴ ἄρα τἀγαθόν. ἀλλὰ πόθεν δῆλον, ὅτι ἡ ἡδονὴ τὸ κράτιστον; ἤ, φησίν, ἐκ τοὐ πάντα φέρεσθαι ἐπ’ αὐτὴν καὶ πάντα θέλειν ἥδεσθαι. φύσει γὰρ ἕκαστον τὸ ἑαυτῷ ἀγαθὸν καὶ ἑαυτῷ συμφέρον, ὅπερ ἡδύ ἐστιν, εὑρίσκει, ὥσπερ καὶ τροφήν. ἔνεστι γὰρ ἐν ἅπασιν ἢ νοῦς ἢ νοῦ τις αὐγὴ καὶ ἔλλαμψις, ὡς αὐτὸς ἐν ἄλλοις |ἔδειξε, καὶ “φύσιες ζῴων ἀδίδακτοι”, ὡς ᾿Ιπποκράτης εἴρηκεν. ἐπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς. εἰ μὲν ἀκόλαστός τις ἦν ὁ λέγων τὴν ἡδονὴν τἀγαθόν, οὐκ ἂν ἐπιστεύετο, σωφρονέσιαιος δὲ ὢν καὶ σπουδαιότατος δικαίως ἐπιστεύετο τἀγαθὸν εἶναι λέγων αὐτήν. οὐ γὰρ ὡς φίλος τῆς ἡδονῆς οὐδ’ ὡς δουλεύων αὐτῇ τι- μᾶν αὐτὴν καὶ ἀνυμνεῖν ἐδόκει, ἀλλ’ ὡς ἀληθῶς τοιαύτην οὖσαν ὁποίαν εἶναι ἔλεγεν. οὐκ ἐκ μόνου δὲ τοῦ πάντα φέρεσθαι πρὸς αὐτὴν ἀπεφαί- νετο τὴν ἡδονὴν ἀγαθὸν ἀλλὰ κἀκ τοῦ ἐναντίου τῆς λύπης. εἰ γὰρ ἡ λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἡ ἡδονὴ ἄρα ἀγαθόν. ὅτι δὲ ἡ λύπη κακόν, δῆλον ἐκ τοῦ πάντας φεύγειν καὶ μισεῖν τὸ λυπεῖσθαι. τὸ μὲν οὖν ὅλως εἶναι τὴν ἡδονὴν ἀγαθὸν οὕτως ὁ Εὔδοξος συνῆγε, τὸ δ’ ὅτι τἀγαθὸν οὑτωσί. μάλιστα, φησίν, αἱρετὸν καὶ μάλιστα ἀγαθόν ἐστιν, ὃ δι’ ἑαυτὸ αἱρούμεθα καὶ μὴ δι’ ἄλλο· τοιοῦτον δὲ ἡ ἡδονή. οὐδεὶς γὰρ ἐρωτᾷ τὸν ἡδόμενον, διὰ τί ἥδεται, ὥσπερ τὸν λουόμενον ἢ φλέβοτεμεῖν ἡ φάρμακον πιεῖν βουλόμενον, διὰ τί τούτων ἕκαστον αἱρεῖται. τοῦτον γὰρ εἴ τις ἔροιτο, διὰ τί ἐπὶ τὴν φαρμακοποσίαν ἵεται, τάχ’ ἂν εἴποι ἵνα ὑγιαίνῃ, ἐκεῖνο δὲ εἴ τις ἔροιτο διὰ τί τὴν ἡδονὴν διώκει, εἴποιεν ἄν δι’ αὐτὴν καὶ οὐ δι’ ἄλλο τι. εἰ δὴ τὴν ἡδονὴν δι’ ἑαυτὴν αἱρούμεθα, τὸ δὲ δι’ αὑτὸ αἱρετὸν καὶ μὴ δι’ ἄλλο τι μάλιστα ἀγαθόν, ἡ ἡδονὴ ἄρα μάλιστα ἀγαθόν· τὸ δὲ μάλιστα ἀγαθὸν καὶ τὸ τἀγαθὸν ταὐτόν· ἡ ἡδονὴ ἄρα τἀγαθόν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· ἡ ἡδονὴ δι’ ἑαυτὴν αἱρετή, τὸ δι’ ἑαυτὸ αἱρετὸν μάλισια αἱρετόν, τὸ μάλιστα αἱρετὸν μάλιστα ἀγαθόν, τὸ μάλιστα ἀγαθὸν καὶ τἀγαθὸν ταὐτόν· ἡ ἡδονὴ ἄρα τἀγαθόν. ὅτι δὲ μάτἀγαθὸν λιστα αἱρετόν, ἤτοι αἱρετώτατόν ἐστιν ἡ ἡδονή, συνιστᾶν ἐπεχείρει διὰ τοῦ προτὶ θεμένην αἱρετῷ τινι αἱρετώτερον ἐκεῖνο ποιεῖ. ἡ γὰρ μεθ’ ἡδο- νῆς δικαιοπραγία αἱρετωτέρα τῆς ἄνευ ἡδονῆς, ἀλλὰ καὶ ἡ μεθ’ ἡδονῆς θεωρία αἱρετωτέρα τῆς χωρὶς ἡδονῆς, καὶ ὅλως πᾶσα πρᾶξις καὶ πᾶσα ποίησις μεθ’ ἡδονῆς βελτίων τῆς ἀνηδόνου πράξεως καὶ ποιήσεως. καὶ ἔτι, φησί, δῆλον, ὡς αἱρετωτάτη ἐστὶν ἀπὸ τοῦ ἐπίδοσιν τὰ μετ’ αὐτῆς καὶ σὺν αὐτῇ γινόμενα λαμβάνειν. αἵ τε γὰρ μαθήσεις αἱ μεθ’ ἡδονῆς τάχιον ἐπιδιδόασι τῶν χωρὶς ἡδονῆς ἢ καὶ μετὰ λύπης, αἵ τε κατ’ ἀρετὴν ἐνέργειαι καὶ ἁπλῶς πάντα. ἡ μὲν οὖν σύμπασα τῶν προκειμένων διάνοια αὕτη. δεῖ δὲ ἐν τῷ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτὸ αὐτῷ τὴν μὲν πρώτην ἀντωνυμίαν τὸ αὐτὸ διὰ τοῦ βραχέος ὁ γράφειν καὶ ὑποστίζειν ἐν αὐτῷ, εἶτα ἐπάγειν τὴν δευτέραν διὰ τοῦ μακροῦ ω μεγάλου]. ἦν δ᾿ ἂν σαφέστερον, εἰ ἦν γεγραμμένον ἀντὶ τοῦ αὐτῷ θηλυκῶς αὐτῇ, οὑτωσὶ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτῇ, ἤτοι τῇ ἡδονῇ. ἔστι δὲ ὃ λέγει καὶ αὔξεται δὴ αὐτὸ τὸ ἀγαθόν, τουτέστι πᾶν ἀγαθὸν αὐτῇ τῇ ἡδονῇ. πᾶν γὰρ ἀγα- θόν, ὡς εἴρηται, μεθ’ ἡδονῆς γινόμενον ἢ πραττόμενον αὔξεταί τε καὶ εἰς μέγεθος αἴρεται. αὔξεται οὖν αὐτῷ τὸ ἀγαθόν, ἤτοι πᾶν ἀγαθόν αὐτῇ τῇ ἡδονῇ. τὸ γὰρ αὐτὸ ἀντὶ τοῦ πᾶν εἴληπται. Ἔοικε δ’ οὗτος ὁ λόγος τῶν ἀταθῶν αὐτὴν ἀποφαίνειν. Ὁ λόγος, φησίν, ὁ λέγων, ὅτι ἡδονὴ προςτιθεμένη τινί, οἷον τῇ σωφρο- σύνῃ, αἱρετωτέραν ποιεῖ τῆς δίχα ἡδονῆς σωφροσύνην οὐχ ὃ βούλεται συνάγειν ἐκεῖνο διαπεραίνεται ἀλλά τι ἄλλο. οὐ γὰρ συνάγει, ὅτι ἡ ἡδονὴ τἀγαθόν ἐστιν ἀλλ’ ὅτι τῶν ἀγαθῶν ἐστι, τουτέστι ὅτι καὶ αὐτὴ ἕν τι τῶν ἀγαθῶν καὶ τῆς τῶν ἀγαθῶν φύσεως ἐστι καὶ ὁμοφυὴς αὐτοῖς ἐστιν, οὐ μὴν ὅτι ἰδέ καὶ πηγὴ καὶ κέντρον τῶν ἀγαθῶν τυγχάνει. τὸ οὖν πὰν γὰρ μεθ’ ἑτέρου ἀγαθοῦ αἱρετώτερον ἢ μονούμενον τοιοῦτόν ἐστιν. εἰ πᾶν ἀγαθὸν ὁποῖον ἄν εἴη τὸ ἀγαθὸν μεθ’ ἑτέρου προςτιθέμενον μεῖζον καὶ βέλτιον καὶ αἱρετώτερον τὸ ἐξ ἀμφοῖν γεγονὸς ποιεῖ, οὐκ ἄν εἴη τοιοῦτον, τουτέστι οὐκ ἄν εἴη τἀγαθόν. ἀντὶ γὰρ τοῦ εἰπεῖν ῾οὐκ ἄν εἴη τἀγαθὸν᾿ εἷπεν ῾οὐκ ἄν εἴη τοιοῦτον᾿, οἷον εἰ τῇ ἀνδρείᾳ οὔσῃ ἀγαθῷ προςτιθεμένη ἡ φρόνησις ἀγαθὸν οὖσα, τὸ ὅλον τὸ ἐξ ἀνδρείας καὶ φρονήσεως μεῖζον ἀγαθὸν γίνεται μόνης τῆς ἀνδρείας, οὐκ ἄν εἴη ἡ φρόνησις τἀγαθὸν ἀλλ’ ἀγαθόν τι. εἰ οὖν καὶ ἡ ἡδονὴ προςτιθεμένη τῆ φρονήσει ἢ τῇ ἀνδρεία μεῖζον ἀγαθὸν ἀποτελεῖ τὸ ἐξ ἡδονῆς καὶ φρονήσεως ἢ τὸ ἐξ ηδονῆς καὶ ἀνδρείας, οὐκ ἂν εἴη ἡ ἡδονὴ τἀγαθόν. τὸ γὰρ λέγειν, ὅτι ἡ ἡδονὴ τἀγαθὸν οὖσα προστιθεμένη τὸ ὅλον μεῖζον ποιεῖ, ὅμοιόν ἐστι, εἰ χρὴ ὅμοιον εἰπεῖν, τῷ λέγειν ὅτι ἡ σύμπασα γῆ μετὰ τῶν ἐν αὐτῇ ὀρῶν καὶ παντοίων ὑδάτων καὶ θαλασσῶν καὶ φυτῶν προςτιθεμένη τῷ μυριοστῷ μέρει τῆς κέγχρου τὸ ὅλον ἀπὸ τοῦ τοιούτου μυριοστοῦ καὶ τῆς ξυμπάσης γῆς βαρύτερον πεποίηκεν. ὡς γὰρ ἡ ὅλη γῆ πρὸς τὸ μυριοστὸν μέρος τῆς κέγχρου, οὕτως αὐτὸ τἀγαθὸν πρός τι τῶν ἄλλων ἀγαθῶν, οἷον πρὸς φρόνησιν σοφίαν ἢ ἄλλο τι. καίτοι καὶ τοῦτο ψεῦδος, τὸ ὅτι ὡς ἡ γῆ πρὸς τὸ τῆς κέγχρου μυριοστὸν οὕτω τἀγαθὸν πρὸς φρόνησιν. ἀπειράκις γάρ ἐστιν ἡ τοῦ ἀγαθοῦ ὑπεροχὴ πρὸς τὴν φρόνησιν μείζων τοῦ βάρους τῆς συμπάσης γῆς πρὸς τὸ βάρος τοῦ μυριοστοῦ τῆς κέγχρου. ὡς οὖν γελοῖόν ἐστι τὸ λέγειν ὅτι τὸ βάρος τοῦ μυριοστοῦ μέρους τῆς κέγχρου προσλαβὸν τὴν βαρύτητα ξυμπάσης τῆς γῆς βαρύτερον γέγονεν, οὕτω γε- λοιότερον καὶ τὸ λέγειν ὅτι ἡ φρόνησις προσλαβοῦσα τἀγαθὸν τὴν ἡδονὴν μεῖζον ἀγαθὸν γέγονεν. ἀλλὰ μὴν γίνεται μεῖζον, βελτίων γὰρ ἡ μεθ’ ἡδονῆς φρόνησις τῆς ἄνευ ἡδονῆς. εἰ δὲ γίνεται μεῖζον, ὡς καὶ γίνεται, οὐκ ἔστιν ἡ ἡδονὴ τἀγαθὸν ἀλλά τι ἀγαθόν. τοιούτῳ δὴ λόγῳ καὶ ὁ Πλάτων’ ἀναιρεῖ. ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν, ᾧ λόγῳ συνελο- γίζοντο, ὡς οἱ περὶ Εὔδοξον, ὅτι ἡδονὴ τἀγαθόν ἐστι, τούτῳ χρώμενος ὁ Πλάτων δείκνυσιν αὐτὴν μὴ οὖσαν τἀγαθόν. ὥστε οὐ συνῆγεν ὁ Εὔδοξος ὅτι ἡ ἡδονὴ τἀγαθόν ἐστιν ἀλλ’ ὅτι ἀγαθόν τι. καὶ εἴη ἄν ὁ λόγος τοιοῦτος· οὗτος· ἡ ἡδονὴ ᾧ ἂν τῶν ἀγαθῶν προςτεθῇ, τὸ ἐξ ἀμφοῖν αἱρετώτερον ποιεῖ· τἀγαθὸν οὐδενὶ τῶν ἀγαθῶν προςτεθὲν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον ποιεῖ· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι τἀγαθόν. καὶ τὴν μὲν λέγουσαν πρότασιν ἡ ἡδονὴ ᾧ ἂν τῶν ἀγαθῶν προςτεθῇ, τὸ ὅλον αἱρετώτερον ποιεῖ, ἐδήλωσε διὰ τοῦ αἱρετώτερον γὰρ εἶναι τὸν ἡδὺν βίον μετὰ φρονήσεως, ὅπερ ταὐτόν ἐστι τῷ ῾αἱρετωτέρα γάρ ἐστιν ἡ ἐξ ἡδονῆς καὶ φρονήσεως ζωὴ τῆς ἐκ μόνης φρονήσεως᾿, τὴν δὲ λέγουσαν, ὅτι τἀγαθὸν οὐδενὶ τῶν ἀγαθῶν προστεθὲν τὸ ὅλον αἱρετώτερον ποιεῖ, ἐμήνυσε διὰ τοῦ οὐδενὸς γὰρ προςτεθέντος αὐτῷ τὸ ἀγαθὸν αἱρετώτερον γίνεσθαι. εἰ οὖν τῇ ἡδονὴ δεῖ γὰρ καὶ οὕτως εἰπεῖν) προςτεθέν τι τῶν ἀγαθῶν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον γίνεται, τῷ δὲ τἀγαθῷ προςτεθέν τι τῶν ἀγαθῶν οὐ ποιεῖ τὸ ὅλον αἱρετώτερον, οὐκ ἔστιν ἡ ἡδονὴ τἀγαθόν. εἶπον δὲ ὅτι “δεῖ δᾶ γὰρ καὶ οὕτως εἰπεῖν” ὅτι εἴτε τἀγαθῷ προςτεθῇ τι τῶν ἀγαθῶν, εἴτε τἀ- γαθόν τινι τῶν ἀγαθῶν, ταὐτά ἐστι. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ εἰπεῖν ῾οὐδενὶ γὰρ προςτεθὲν τὸ αὐτοαγαθὸν τὸ ὅλον αἱρετώτερον ποιεῖ᾿ εἶπεν οὐδενὸς γὰρ προςτεθέντος αὐτῷ τὸ ἀγαθόν. ἔστι δὲ ὃ λέγει· οὐδαμῶς τινος τῶν ἄλλων ἀγαθῶν συνελθόντος καὶ συνδυασθέντος αὐτῷ τῷ ἀγαθῷ, τουτέστι τῷ αὐτοαγαθῷ, αἱρετώτερον τὸ αὐτοαγαθὸν ποιεῖ. ὡς γὰρ τὸ βάρος τοῦ μυριοστοῦ μέρους τῆς κέγχρου προσελθὸν τῷ σύμ- παντι βάρει τῆς γῆς πάσης οὐ ποιεῖ βαρύτερον τὸ ὅλον βάρος, οὕτως οὐδὲ τῷ αὐτοαγαθῷ, τῇ ὑπερουσίῳ πηγῇ τῶν ἀγαθῶν, προσελθόν τι τῶν μεθέξει ἐκείνου ἀγαθῶν ποιήσει τὸ ἐξ ἀμφοῖν αἱρετώτερον, τῇ δὲ ἡδονῇ συμπλακέν τι τῶν ἀγαθῶν ἀγαθωτέραν ποιεῖ· οὐκ ἄρα ἡ ἡδονὴ τὸ αὐτοαγαθόν ἐστιν. ἀσάφειαν εἴαν δέ τινα ἔχει ἡ ἐν τῇ προτάσει λέξις ἡ λέγουσα οὐδενὸς γὰρ προστεθέντος τῷ αὐτὸ τὸ ἀγαθὸν διά τε τὸ ἐλλείπειν τι καὶ διὰ τὸ μὴ εἰπεῖν αὐτὸ τἀγαθὸν ἢ αὐτὸ τὸ αὐτοαγαθὸν ἀλλ’ εἰπεῖν μεμε- ρισμένως αὐτὸ τὸ ἀγαθόν. δεῖ δὲ προσυπακούειν ἐν μὲν τῷ οὐδενὸς γὰρ τῶν ἄλλων ἀγαθῶν, ἐν δὲ τῷ προστεθέντος τῷ αὐτοαγαθῷ, ἐν δὲ τῷ αὐτὸ τὸ ἀγαθὸν <τὸ αἱρετώτερον γίνεσθαι ἀντὶ> τοῦ ἀγαθώτερον γίνεται, ἵν᾿ ᾖ ἡ τελεία καὶ ἀνελλιπὴς λέξις τοιαύτη· οὐδενὸς γὰρ τῶν ἄλλων ἀγαθῶν προστεθέντος τῷ αὐτοαγαθῷ τὸ αὐτοαγαθὸν ἀγαθώτερον γίνεται. Δῆλον δ’ ὡς οὐδ’ ἄλλο οὐδὲν τἀγαθὸν ἄν εἴη, ὃ μετά τινος. ΄Ωσπερ τὴν ἡδονήν, φησίν ὁ Πλάτων, οὔ φαμεν εἶναι τἀγαθόν, διότι προςτιθεμένης τινὶ τῶν ἀγαθῶν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον γίνεται. οὕτως οὐδὲν ἄλλο ἂν εἴη τἀγαθόν, ὃ συνερχόμενόν τινι ἀγαθῷ αἱρετώτερον τοῦ μέρους τὸ ὅλον ἀποτελεῖ, ἀλλ’ ἀγαθὸν μὲν ῥηθήσεται, τὶ δὲ ἀγαθὸν καὶ τοιοῦτον ἀγαθὸν οὗ καὶ ἡμεῖς κοινωνοῦμεν, ὁποῖον ἀγαθόν εἰσιν αἱ ἀρεταὶ καί αἱ ἐπιστῆμαι. πᾶσα γὰρ ἀρετὴ καὶ ἐπιστήμη μεθ’ ἡδονῆς αἱρετωτέρα τῆς ἀνηδόνου. τὸ δὲ τοιοῦτον γὰρ ἐπιζητεῖται ταὐτόν ἐστι τῷ περὶ τῶν τοιούτων γὰρ ἀγαθῶν, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν, ἐπιζητεῖ ὁ λόγος, εἰ τούτων τί ἐστιν ἡ ἡδονή, οἷον πότερον ἡ ἡδονὴ σωφροσύνη ἐστὶν ἢ ἀνδρεία ἢ φρόνησις ἤ τις τῶν ἐπιστημῶν. ὁ δὲ ἐνιστάμενος, ὡς οὐκ ἀγαθὸν οὗ πάντα ἐφίεται. δύο προτάσεων τοῦ συλλογισμοῦ οὐσῶν, ἐλάττονος μὲν τῆς λεγούσης τῆς ἡδονῆς πάντα ἐφίεται, μείζονος δὲ τῆς οὗ πάντα ἐφίεται τἀγαθόν ἐστιν, ἀνίσταντό τινες πρὸς ταύτην τὴν μείζονα, λέγοντες ψεῦδος εἶναι ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστιν. εἰ δὲ μὴ ἀγαθὸν πολλῷ μᾶλλον οὐδὲ τἀγαθόν. ὁ οὖν, φησίν, ἐνιστάμενος λόγος πρὸς τὴν μείζονα πρότασιν ὡς μὴ ἀληθεύουσαν, οὐδέν τι λέγει, ἤτοι παρὰ τὰ δοκοῦντα πάσι λέγει· ψευδὴς γάρ ἐστι· τὸ δὲ ψεῦδος μὴ ὂν ὥσπερ τὸ ἀληθὲς ὄν· ὥστε ὁ λέγων τὸ ψεῦδος οὐδέν τι λέγει. πῶς γὰρ ἂν ἀληθεύοι ἢ πιστότερα λέγοι τῆς πίστεως ταύτης, ἤτοι τῆς προτάσεως ταύτης τῆς λεγούσης, ὅτι ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται; τοῦ γὰρ δοκοῦντος πᾶσιν ἀνθρώποις ἰδιώταις καὶ σοφοῖς καὶ τοῖς κατὰ φιλοσοφίαν γνωρίμοις τί ἄν εἴη ἀληθέστερον; ἵνα δι’ ἐκείνου ἀποσκευάσηταί τις τὸ δοκοῦν σύμπασιν, ὅτι οὗ πάντα ἐρίεται τᾶι ἀγαθόν ἐστιν. εἰ γὰρ τοῦ οὗ πάντα ἐφίεται ἀγαθόν ἐστι πιστότερον ἦν καὶ ἀληθέστερον τὸ οὗ πάντα ἐφίεται οὐκ ἔστιν ἀγαθόν, τοῦτο μὲν ἄν ἐδόκει πᾶσι, καὶ συμφώνως ἄν πάντες τοῦτο ἔλεγον· νῦν δὲ τοὐναντίον τὸ μὲν ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστι, πάντες ὁμοφώνως λέγουσι, τὸ δὲ οὗ πάντα ἐφίεται οὐκ ἔστιν ἀγαθὸν εἷς που ἢ δύο, ὥστε ψευδῆ φθέγτεται ὁ τοῦτο λέγων. καὶ ἄλλως· εἰ μὲν τῆς ἡδονῆς τὰ ἀνόητα, λέγων ἀνόητα τὰ ἄλογα, ὠρέγετο, εἶχεν ἄν τι λέγειν ὁ πρὸς ταύτην ἐνιστάμενος τὴν πρότασιν. οὐ γὰρ ἂν ἦν καθόλου ἀληθὲς τὸ οὗ πάντα ἐφίεται ἀγαθόν 0 ἐστιν, ἀλλ’ ἴσως οὗ πάντα τὰ λόγον ἔχοντα, οἷον οἱ ἄνθρωποι. εἰ δὲ μὴ μόνον τὰ ἄλογα ταύτης ὀρέγεται ἀλλὰ καὶ τὰ φρόνιμα, τουτέστιν οἱ ἄνθρωποι, πῶς ἂν ἀληθεύοι ὁ ἀντιλέγων πρὸς αὐτήν; εἰ δέ γε πρὸς τοὺς φαύλους καὶ ἀκολασία χαίροντας ἀφορῶν καὶ τὰς ἐπιθυμίας αὐτῶν λέγει μὴ εἶναι ἀγαθὸν οὗ πάντα ἐφίεται καὶ διὰ τοῦτο μηδὲ τὴν ἡδονήν, οὐδέν τι τοῦτο πρὸς τὸν λόγον. ἔστι γὰρ καὶ ἐν τοῖς ἀκολάστοις φυσικόν τι ἀγαθὸν ὁ νοῦς αὐτῶν, ὃς φύσει διώκει τὴν ἁπλῶς καὶ κυρίως ἡδονὴν ἀγαθὸν οὖσαν. πᾶς γὰρ νοῦς, ὡς εἴρηται, φύσει διώκει τὸ οἰκεῖον ἀγαθόν, καὶ τοῦτο ἀπομαντεύεται ἢ ὀνειροπολεῖ, ἐμπίπτει δὲ ταῖς ζῳώδεσι καὶ φορτικαῖς ἡδοναῖς, αἳ οὐδὲ κυρίως τυγχάνουσιν οὖσαι ἡδοναὶ διὰ μοχθηρὰν ἀγωγὴν καὶ τὴν ἑπομένην ἐξ ἀνάγκης αὐτῇ ἄγνοιαν τῆς ἀληθοῦς ἡδονῆς. ἐσκότωται γὰρ τὸν κριτὴν νοῦν τῶν ἀληθινῶν καὶ μὴ τοιούτων ἡδονῶν. ὡς γὰρ ὁ τὰς σωματικὰς ὄψεις πεπηρωμένος ἀδυνατεῖ τὴν τετριμμένην καὶ πεπατημένην διακρῖναι τῆς ἀτρίπτου καὶ ἀκανθώδους, οὕτως οὐδ’ ἡ μοχθηρῶς καὶ φαύλως τραφεὶς δύναται διιδεῖν, τίς ἡ ἀληθινὴ καὶ ὄντως ἐστὶν ἡδονή, ἥτις καὶ ἀγαθή ἐστι καὶ τίς ἡ λεγομένη μὲν μὴ οὖσα δέ. εἰ μὲν οὖν διὰ τῆς λέξεως τῆς λεγούσης ἴσως καὶ ἐν τοῖς φαύλοις ἔστι φυσικὸν τοὺς φαύλους ἀνθρώπους λέγει, ταῦτ’ ἄν εἴη, ἃ πέπαυμαι λέγων δι’ αὐτῆς, εἰ δὲ φαῦλα τὰ ἄλογα ζῷα, ἃ καὶ ἀνόητα εἶπεν, εἰ οὖν φαῦλα ταῦτα λέγει, πρὸς τὸ τίμιον ἀποβλέπων τῆς λογικῆς, εἴη ἂν λέγων "/>ὅτι κἄν τὰ ἄλογα μόνα τῆς ἡδονῆς ὠρέγετο καὶ ταῦτα μόνα ταύτην ἐδίωκεν, οὐδ’ οὕτω ψευδὴς ἄν ἦν ἡ λέγουσα πρότασις, οὗ πάντα ἐφίεται ἀγα- θόν ἐστιν. ἐν ἅπασι γὰρ αὐτοῖς ἔνεστι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον θεῖόν τι καὶ ἔλλαμψις νοῦ, ᾧ φύσει ζητεῖ καὶ εὑρίσκει τὸ οἰκεῖον ἀγαθόν, ἤτοι τὸ οἰκεῖον τέλος. πᾶν γὰρ φύσει τυγχάνει τούτου, ὥστε καὶ τὴν ἡδονὴν καὶ ὡς πρὸς τὴν τούτου τεῦξιν συντείνουσαν ἀσπάζεται, ἐπεὶ πόθεν τὰ βλάπτοντα φεύγει, προσίεται δὲ τὰ ὠφελοῦντα εἴρηται περὶ τούτων τῷ φιλοσόφῳ τούτῳ πλεῖστα καὶ κάλλιστα ἐν ταῖς Περὸ ζῴων πραγματείαις καὶ ἐκεῖθεν ὁ φερέπονος ἀναλεγέσθω. ὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι. ῾Ο ἐκ τοῦ ἐναντίου συνιστῶν τὴν ἡδονὴν ἀγαθὸν λόγος τοιοῦτος ἦν· εἰ ἡ λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἀγαθὸν ἄρα ἡ ἡδονή. πόθεν δ’ ὅτι ἡ λύπη κακόν; ἐκ τοῦ πάντας φεύγειν αὐτήν. πρὸς τοῦτον τὸν λόγον τὸν ἐκ τοῦ ἐναντίου συνιστῶντα τὴν ἡδονὴν ἀγαθὸν ἐνίστατο ὁ Σπεύσιππος λέγων· ῾οὐκ ἀνάγκη, ἐπειδὴ κακόν ἐστιν ἡ λύπη, ἀγαθὸν εἶναι τὴν ἀντικειμένην αὐτῇ ἡδονήν᾿ · οὐ γὰρ πᾶν τὸ ἀντικείμενον κακῷ ἀγαθόν ἐστιν. ἀντίκειται γὰρ τῇ θρασύτητι κακῷ ὄντι ἡ δειλία καὶ οὐκ ἔστιν ἀγατὸν ἡ δειλία ἀλλὰ κακόν, καὶ τῇ ἠλιθιότητι κακῇ οὔσῃ ἀντίκειται ἡ ἀκολασία κακὸν οὖσα καὶ αὕτη ὁμοίως, καὶ ἡ ἀνελευθριότης τῇ ἀσωτίᾳ κακαὶ οὖσαι ἀμφότεραι. ἀντίκειται οὖν, φησὶ Σπεύσιππος, καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ, τουτέστι καὶ ἄμφω τὰ κακὰ τῷ ἀγαθῷ. μηδέτερον γὰρ τὸ ἀγαθὸν εἶπεν· αἱ γὰρ ἀρεταὶ μεσότητες οὖσαι οὐδέτερον τῶν ἄκρων εἰσίν. ἡ γὰρ ἀνδρεία οὔτε δειλία οὔτε θρασύτης ἐστί, καὶ ἡ σωφροσύνη οὔτε ἀκολασία οὔτε ἠλιθιότης, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὁμοίως. καὶ λέγει ταῦτα καλῶς· ἀληθὲς γάρ ἐστι τὸ λέγειν, ὅτι ἀντίκειται κακὸν κακῷ καὶ ἀμφότερα τὰ κακὰ τῷ ἀγαθῷ. τοῦτο μὲν οὖν λέγουσι καλῶς· τὸ δ’ ὅτι ἡ ἡδονὴ ὡς κακὸν κακῷ ἀντίκειται τῇ λύπῃ λέγουσιν οὐ καλῶς. οὐ γὰρ ἀντίκειται ἡ ἡδονὴ τῇ λύπῃ ὡς κακὸν κακῷ ἀλλ’ ὡς ἀγαθὸν κακῶ. εἰ γὰρ ἦν κακὸν ἡ ἡδονή, ἦν καὶ φευκτὸν καὶ μισητὸν ὡς ἡ λύπη. νῦν δὲ τὴν μὲν λύπην φεύγει πάντα καὶ ἀποστρέφεται ὡς κακόν, διώκει δὲ καὶ ἐπιτρέχει τὴν ἡδονὴν ὡς ἀγαθόν. τῶν μηδετέρων δὲ μηδέτερον ἢ ὁμοίως. τὰ μὲν ἀγαθὰ καὶ τέρποντα ἐπίσης πάντες ἢ πάντα διώκομεν, ὁμοίως δὲ καὶ τὰ κακὰ καὶ λυποῦντα παραπλησίως φεύγομεν καὶ ἀποστρε- φόμεθα. τὰ μηδέτερα δὲ μηδ’ ὄντα μήτε κακὰ μήτε ἀγαθὰ μηδέτερον ἢ ὁμοίως, τουτέστιν οὕτε φεύγομεν οὔτε διώκομεν, ἢ ὁμοίως, ἤιοι ἐπίσης ἢ διώκομεν ἢ φεύγομεν. οὔτε γὰρ μᾶλλον ὁρμῶμεν πρὸς τεῦξιν αὐτῶν οὔτε μᾶλλον ἀφορμῶμεν πρὸς ἀποφυγήν, ἀλλ’ ἐσμὲν ἐν μέσῃ τινὶ κατα- στάσει πρὸς οὐδέτερον μᾶλλον ἐκκλίνοντες ἢ νεύοντες, ὥστε καὶ εἰ ἡ ἡδονὴ ἦν τῶν κακῶν, ἐφεύγομεν ἄν αὐτήν, εἰ δὲ τῶν μήτε ἀγαθῶν μήτε κακῶν ἀλλὰ τῶν μηδετέρων, οὔτ’ ἄν ἐφιέμεθα αὐτῆς οὔτ’ ἄν ἐδιώκομεν. ἐπεὶ οὖν οὔτε τῶν κακῶν ἐστιν οὔτε τῶν οὐδετέρων, ἔστιν ἄρα τῶν ἀγαθῶν· οὐδὲ τῶν ἀγαθῶν. . ὁ συνάγων τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν διὰ τὸ μὴ εἶναι ποιότητα, ἐν δευτέρῳ σχήματι τοιοῦτός ἐστιν· ἡ ἡδονὴ οὐκ ἔστι ποιότης, πᾶν ἀγαθὸν ποιότης ἐστίν· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν. αἰτιᾶται δὲ τὴν λέγουσαν πρότασιν πᾶν ἀγαθὸν ποιότητα ἢ ποιὸν εἶναι. εἰσὶ γὰρ ἀγαθά τινα μὴ ὄντα ποιὰ μηδὲ ποιότητες, ὥστε τί κωλύει καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, κἄν μὴ εἴη ποιὸν ἡ ποιότης; τίνα δέ εἰσιν ἀγαθὰ τὰ μὴ ὄντα ποιότητες, ἐπήγαγε τὰς κατ’ ἀρετὴν ἐνεργείας, αἵ τινες ἀγαθὰ μέν εἰσι, ποιότητες δὲ οὔκ εἰσιν, εἴπερ ἡ ἐνέργεια κίνησίς ἐστι Ι δραστική. ἡ δὲ κίνησις οὐ ποιότης· καὶ ἡ εὐδαιμονία ἐνέργεια μέν ἐστιν, ὡς εἶπε καὶ ἐρεῖ, οὐ μὴν ποιότης, καὶ ἔστιν ἀγαθόν. Λέγουσι δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δ’ ἡδονὴν αοριστον. Καὶ οὗτος ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι περαίνεται οὑτωσί· ἡ ἡδονὴ ἀόριστός ἐστι, πᾶν ἀγαθὸν ὡρισμένον ἐστίν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἐνίσταται δὲ κἀν τούτῳ πρὸς τὴν λέγουσαν πρότασιν, ὅτι ἡ ἡδονὴ ἀόριστόν τι πρᾶγμά ἐστι καί φησιν· εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορί- στου ὄντος οἱ μὲν γὰρ ἥδονται μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν μόγις ἐπὶ ἡδονὴν ὁρμῶσιν, οἱ δὲ τάχιον) εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος καὶ τὴν ἡδονὴν ἀόριστόν τι λέγουσι, περιφανῶς ψεύδονται. τοῦτο γὰρ ἐποίσουσι καὶ κατὰ τῶν ἀρετῶν ἀγαθῶν οὐσῶν καὶ κατὰ τῆς ὑγιείας καὶ κατὰ τῶν ἐπιστημῶν· καὶ γὰρ καὶ ἐπὶ τούτων ὁρᾶται τὸ ἀόριστον· οἱ μὲν γὰρ μᾶλλον ὑγιαίνουσι καὶ μᾶλλόν εἰσι γραμματικοὶ καὶ μᾶλλον σώ- φρονες καὶ μᾶλλον ἀνδρεῖοι καὶ μᾶλλον μετέχουσι τῶν ἀρετῶν καὶ ἕξεων καὶ ἐπιστημῶν, οἱ δὲ ἧττον. ὥστε κατὰ τοῦτον τὸν λόγον ἔσονται καὶ τῶν ἀρετῶν καὶ ἡ ὑγίεια καὶ τῶν ἐπιστημῶν ἑκάστη τε μᾶλλον καὶ ἧττον ἔχουσα διὰ τὸ τοὺς μὲν μᾶλλον μετέχειν καὶ μᾶλλον ἐνεργεῖν κατ’ αὐτάς, τοὺς δὲ ἧττον· καὶ ἔσονται κατὰ τοῦτο καὶ αὗται ἀόριστοι καὶ φαῦλαι. εἰ δὲ οὐ κατὰ τοῦ ἥδεσθαι τὸ ἀόριστον κατηγοροῦσιν, ἀλλὰ κατ’ αὐτῆς τῆς ἡδονῆς, καὶ οὕτω διάδηλον τὸ ψεῦδος. ὥσπερ καὶ τὸ εἶδος τῆς ὑγιείας καὶ τὸ τί ἦν εἶναι ὑγίεια ἕν τι καὶ ταὐτόν ἐστιν ὡρισμένον καὶ ἀν- επίδεκτον τοῦ μᾶλλον καὶ ἧττον. τὸ γὰρ ὑγίεια καὶ τὸ τί ἦν εἶναι ὑγιείας ἀνεπίτατον καὶ ἀνάνετόν ἐστιν. ἕκαστον γὰρ τοῦθ’ ὅπερ ἐστὶν οὔτε ἐπί- τασιν οὔτε ἄνεσιν ἐπιδέχεται, οἷον ἡ ἀνδρεία ἡ σωφροσύνη καὶ ἑκάστη τῶν ἐπιστημῶν, τοῖς δὲ κατ’ αὐτὰς λεγομένοις τὸ μᾶλλον καὶ ἧττον ἐνορᾶται, οὕτω καὶ τὸ εἶδος τῆς ἡδονῆς καὶ τὸ τί ἦν εἶναι ἡδονῆς ἀνεπίτατον καὶ ἀνάνετόν ἐστιν, ὥστε καὶ ὡρισμένον, ὥστε καὶ ἀγαθόν. λέγει δὲ ἀμιγεῖς μὲν ἡδονὰς αὐτὸ καθ’ αὑτὸ χωρίς τινος ὑποκειμένου τὸ εἶδος τῆς ἡδονῆς νοούμενον καὶ ἀπλῶς πᾶν ἄλλο εἶδος, οἷον λευκότητα, μελα- νίαν, ὑγίειαν· μεμιγμένας δὲ τὰς μεθ’ ὑποκειμένου νοουμένας, οἷον τὰς ἐν ἐμοὶ καὶ σοὶ καὶ τοῖς ἄλλοις ἐνούσας. αἱ μὲν οὖν μεμιγμέναι, αἳ ἐν ἐμοὶ καὶ σοὶ ἐν ἐπιτάσει καὶ ἀνέσει ἵστανται καὶ ἀναπελησμέναι εἰσὶ τῆς ἀορι- στίας, αὐτὰ δὲ τὰ εἴδη, οἷον ἡ ὑγίεια καὶ ἡ ἡδονὴ καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται, ἀνάνετα καὶ ἀνεπίτατα καθέστηκεν. ὅτι δὲ πολὺ τὸ ἀόριστον καὶ σχεδὸν ἀπερίληπτον τὸ ἐν ἑκάστοις τῆς ὑγιείας δηλοῦσιν αἱ κράσεις. εἰ γὰρ ἡ τοιάδε κρᾶσις τῶν ἐν ἡμῖν στοιχείων ἐστὶν ἡ ὑγίεια, αἱ δὲ κράσεις καὶ τὸ ἐν αὐταῖς μᾶλλον καὶ ἧττον ἀόριστον, δῆλον ὡς καὶ αἱ ἑπόμεναι ταύταις ὑγίειαι ἀόριστοί εἰσι. καὶ τί λέγω τὰς τῶν πάντων ὅπου καὶ τοῦ αὐτοῦ καὶ ἑνὸς οἷον Σωκράτους καθ’ ὥραν ὡς εἰπεῖν ἐπιτείνεται καὶ ἀνίεται; έλειόν τε τἀγαθὸν τίθενται, τὰς δὲ κινήσεις καὶ τὰς Καὶ οὗτος ὁ λόγος πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τἀγαθὸν ἐπλέκετο ἐν πρώτῳ σχήματι. ἡ ἡδονὴ κίνησις καὶ γένεσις, πᾶσα κίνησις ἢ γένεσις ἀτελής· ἡ ἡδονὴ ἄρα ἀτελής. εἶτα λαμβάνων τὸ συμπέρασμα, ὅτι ἡ ἡδονὴ ἀτελής, καὶ προσλαμβάνων ἑτέραν πρότασιν τὴν ὅτι <οὐδὲν ἀτελὲς τἀγαθόν, συνῆγεν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἐδήλωσε δὲ τὸ> οὐδὲν ἀτελὲς τἀγαθὸν διὰ τοῦ τέλειόν τε τἀγαθὸν τίθενται. εἰ οὖν τἀγαθὸν τέλειον, τὸ ἀτελὲς οὐκ ἀγόν. τὸ δὲ ὅτι ἡ ἡδονὴ κίνησις ἢ γένεσις ἐσήμανε διὰ τοῦ πᾶσα ἡδονὴ γένεσις καὶ πᾶσα ἡδονὴ κίνησις. τοῦτο θεὶς εὐθὺς δια- σείει τὴν λέγουσαν πρότασιν, ὅτι ἡ ἡδονὴ κίνησίς ἐστι, λέγων· πᾶσα κίνησις θάττων καὶ βραδυτέρα ἐστί. βαδίζει γάρ τις ποτὲ μὲν θάττον, ποτὲ δὲ βραδύτερον καὶ κινεῖται μὲν θᾶττον ἡ ἀπλανὴς τῶν σφαιρῶν, βραδύ- τερον δὲ ταύτης ἅπαν τὸ πλανώμενον. εἰ οὖν ἐν ταῖς κινήσεσι συμπέπλεκται τὸ θᾶττον ἢ τὸ βραδύτερον, ἡδονὴ δὲ ἡδονῆς θάττων καὶ βραδυ- τέρα οὐκ ἔστιν, οὐκ ἄν εἴη ἡ ἡδονὴ κίνησις. ἡσθῆναι μὲν γάρ, φησί, θᾶττον καὶ βραδύτερον ἐνδέχεται, τουτέστι ποτὲ μὲν παύεταί τις θᾶττον ἡδόμενος, ὁτὲ δὲ βραδύτερον· αὐτὴ δὲ ἡ ἡδονὴ θάττων καὶ βραδυτέρα οὐκ ἔστι. ῥητέον δὲ καὶ οὕτως· τοῦ βαδίζοντος ἔκ τινος εἴς τινα τόπον ἢ τρέχοντος οὔκ εἰσι πάντα τὰ τῆς βαδίσεως ἢ τὰ τῆς δρομήσεως μέρη ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ὀξύτερα |καὶ ταχύτερα, τὰ δὲ ἧττον τοιαῦτα· τὰ δὲ τῆς ἡδονῆς πάντα μέρη τὰ ἀπὸ τῆς ἀρχῆς μέχρι τέλους, εἰ χρὴ μέρη λέγειν μία γάρ ἐστι καὶ ἡ αὐτὴ ὁμοία), οὐδὲν οὐδενὸς τῶν ἄλλων συντο- νώτερον καὶ ὀξύτερον ἀλλ’ ἔστιν ἅπασα ὡς εἴπομεν ἡ ἀπ’ ἀρχῆς ἕως τέλους ἡδονὴ ὁμαλὴ μηδεμίαν ἐπίτασιν ἢ ἄνεσιν ἐν τῷ χρόνῳ ἐν ᾧ ἡδόμεθα προσεπικτωμένη. εἰπὼν δὲ ὅτι πάσῃ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής, ἐπήγαγε καὶ εἰ μὴ καθ’ αὑτὴν οῐον τὸ τοῦ κόσμου πρὸς ἄλλο. ὃ δὲ λέγει ἐστίν· εἰ μὴ πᾶσα κίνησις αὐτὴ καθ’ αὑτὴν τὸ θᾶττον ἐπιδέχεται, οἷον ἡ τοῦ κόσμου, λέγων νῦν κόσμον αὐτὴν τὴν ἀπλανῆ σφαῖραν ἀνεπίδεκτος γάρ ἐστι τάχους καὶ βραδυτῆτος, διὰ τὸ ὁμαλῶς κινεῖσθαι τὴν τοιαύτην σφαῖραν, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), ἀλλ’ οὖν πρὸς τὰς τῶν πλανωμένων κινήσεις, εἴ τις αὐτὴν παρα- βάλλοι, εὑρήσει θάττονα πάνυ πολλῷ τῶν κινήσεων ἐκείνων. τοῦτο μὲν οὖν τοιοῦτον, τὸ δ’ ἐν ἀρχῇ τῆς λέξεως εἰρημένον τὸ κίνησιν καὶ νεσιν ἀποφαίνειν πειρῶνται ταὐτόν ἐστι τῷ ἀποφαίνειν πειρῶντι μὴ εἶναι αὐτὴν τἀγαθόν. τὸ γὰρ λέγειν ὅτι ἡ ἡδονὴ κίνησις ἡ γένεσίς ἐστι ταὐτόν ἐστι τῷ λέγειν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστι τἀγαθόν. κίνησις μὲν οὖν ἢ γένεσις, ὡς λέγομεν ἡ ἡδονὴ οὐκ ἔστιν. ἐξ ὧν δὲ ὥρμηνται ἐκεῖνοι κίνησιν καὶ γένεσιν αὐτὴν λέγειν, ταῦτα ἄν εἴη. λέγουσι δή, εἰ ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ ἡ κινητόν, ὡς ἐν τῷ Γ τῶν Φυσικῶν λέγεται, ἤτοι ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ὁ δὲ ἡδόμενος ἐκ τοῦ δύωασθαι ἥδεσθαι εἰς τὸ ἐνεργεῖν μεταβάλλει, δῆλον ὅτι καὶ ἡ ἡδονὴ ἐντελέ- χειά ἐστι τοῦ δυναμένου ἥδεσθαι, ᾗ τοιοῦτος. εἰ δὲ τοῦτο, κίνησις ἄν εἴη ἡ ἡδονή. ἀλλὰ τοῦτο, φησὶν Ἀριστοτέλης, ὃ λέγουσιν οὗτοι, οὐκ ἔστι ταὐτὸν ἐκείνῳ τῷ συμβαίνοντι ἐπὶ τοῦ κινουμένου. ἐπὶ μὲν γὰρ τῆς κινή- σεως, ὅταν ἀπὸ τῆς ἐπιτηδειότητος τὸ κινούμενον μεταβάλλῃ καὶ κινῆται πρὸς ἐκεῖνο, εἰς ὃ μεταβαλεῖν καὶ κινηθῆναι δύναται, καὶ ἐπιτήδειόν ἐστιν ἔτι μένειν ἐν αὐτῷ τὸ δυνάμει, οἷον τὸ δυνάμει λευκὸν ὅταν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλῃ, ἔτι μένοντος ἐν αὐτῷ τοῦ δυνάμει, τότε λέγεται κινεῖσθαι, ἐπὰν δὲ παύσηται τοῦ δυνάμει καὶ ἐνεργείᾳ μόνον ἐστὶ λευκόν, μηκέτι ἐνόντος αὐτῷ ἐκείνου, ἀφ’ οὗ ἤρξατο μεταβάλλειν, οὐκέτι κίνησίς ἐστιν οὐδὲ κινεῖται, ἀλλ’ ἔστιν ἔν τινι ὄντι, οἷον τῷ λευκῷ. ἕως γὰρ ἂν λευκαίνηται, ἔστι τι ἐν αὐτῷ τοῦ μέλανος, εἰ ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν ἡ μεταβολὴ γίνεται, καὶ ἕως ἂν ἔστι τι ἐν αὐτῷ τοῦ μέ- λανος, δυνάμει λευκόν ἐστι καὶ κινεῖται, ὡς εἴρηται. ἐπὶ δὲ τοῦ ἡδομένου οὔτε μένει ἐν αὐτῷ τι τοῦ μὴ ἥδεσθαι ἐφ’ οὗ ἐπὶ τὸ ἥδεσθαι μεταβάλλει, οὔτε πρός τι τέλος ἐτελεύτησεν, ὥσπερ ἐκεῖ τὸ λευκαινόμενον εἰς τὸ λευ- κόν. κίνησις μὲρ οὖν διὰ ταῦτα ἡ ἡδονὴ οὐκ ἂν εἴη. Γένεσίς τε πῶς ἄν εἴη; δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τος τὸ τυχὸν γίνεσθαι. Εἰπὼν ὅθεν ὁρμηθεὶς ὁ Πλάτων’ τὴν ἡδονὴν κίνησιν ἔλεγε καὶ ἀντειπὼν αὐτῷ λέγει νῦν καὶ πόθεν ἀνεπείσθη λέγειν αὐτὴν γένεσιν. ἔστι γάρ, φησίν, ἡ ἡδονή, ὁ Πλάτων, οὐ τέλος ἀλλὰ τῶν πρὸς τέλος ὁδός τις καὶ μεταβολή. ὡς γὰρ ἡ ὑγίανσις πρὸς ὑγίειαν καὶ ἡ λεύκανσις πρὸς τὸ λευ- κὸν οὕτω καὶ αὕτη πρὸς τὴν κατὰ φύσιν κατάστασιν καὶ εὐπάθειαν. ἔστι γάρ, φησὶν ὁ πλάτων, ἡ ἡδονὴ γένεσις εἰς φύσιν αἰσθητή. ἄγει γάρ, φησὶν ὁ Πλάτων’, τὴν ἕξιν ἡμῶν εἰς τὸ παρὰ φύσιν ἐκτραπεῖσαν ἐπὶ τὴν κτὰ φύσιν εὐθημοσύνην. μᾶλλον δὲ οὐκ αὐτὴ ἄγει, ἀλλὰ δι’ αὐτῆς ὡς διὰ γενέσεως ἐπάνεισιν εἰς τὴν κατὰ φύσιν ἕξιν τὰ σώματα τῶν ζῴ ὢν. ἐπεὶ οὗν γένεσίς ἐστιν, αἱ δὲ γενέσεις οὐ τέλη ἀλλὰ τῶν πρὸς τέλη, οὐκ ἔστι συγγενὴς τῷ ἐπ’ αὐτῇ τέλει. καθόλου γὰρ οὐδεμία γένεσις συγγενὴς τοῖς τέλεσιν· οὔτε γὰρ ἡ οἰκοδόμησις τῇ οἰκίᾳ ἐστὶ συγγενὴς οὔτε ἡ ὑγίανσις τῆ ὑγείᾳ· ὥστε οὐδὲ ἡ ἡδονή. ἀγαθὰ δέ εἰσι τὰ τέλη, ὥστε ἡ ἡδονὴ οὐκ ἀγαθόν· οὐ γάρ ἐστι τέλος. εἰ γὰρ τὸ τέλος ἀγαθόν, τὸ μὴ συγγενὲς τῶ τέλει οὐκ ἀγαθόν. ὅτι δὲ αἱ κατὰ τῆς ἡδονῆς τοιαῦται ἐπιχειρήσεις οὐκ ἔχουσι τὸ ἰσχυρόν, καὶ ἔδειξε καὶ νῦν δεικνύει, λέγων οὐδὲν δοκεῖ ἐκ τοῦ τυχόντος γίνεσθαι ἀλλ’ ἐκ τοῦ δυνάμει ὄντος τοῦτο, ὃ νῦν ἐνεργείᾳ ἐστίν, οἷον ἥδε ἡ σάρξ, ἥτις ἐνεργείᾳ νῦν σάρξ ἐστιν, οὐ γέγονεν ἐκ λίθου ἢ ξύλου ἤ τινος τῶν τυχόντων ἀλλ’ ἐξ ἐκείνου. ὃ ἦν δυνάμει σάρξ. ἦν δὲ δυνάμει σὰρξ τὸ αἷμα, εἰ δὲ ἦν δυνάμει τὸ ξύλον σάρξ, ἐγεγόνει ἂν ἐκ τοῦ ξύλου. διὸ ἐκ μὲν τοῦ ξύλου ἡ σὰρξ οὐ γέγονε· γέγονε δὲ ἐκ τοῦ αἵματος· τοῦτο γὰρ ἦν δυνάμει σάρξ. πάλιν τὸ αἷμα γέγονεν ἐξ ἄρτου· οὗτος γὰρ ἦν δυνάμει αἷμα καὶ ἔτι τὸ γινόμενον πᾶν ἐξ ἐκείνου γίνεται, εἰς ὃ καὶ ἀναλύεσθαι δύναται διὰ τῆς φθορᾶς τῆς ἀντικειμένης τῇ γενέσει, οἷον τὰ φυτὰ ἐκ τῶν στοιχείων, εἰς ἃ καὶ ἀναλύεται διὰ τῆ φθορᾶς τῆς ἀντικειμένης τῇ γενέσει αὐτῶν καὶ τὰ ἄλλα πάντα. εἰ οὖν καὶ ἡ ἡδονὴ γένεσις ἦν, ἦν ἄν ὁδός τις καὶ μεταβολὴ ἔκ τινος εἴ τι, ὡς ἡ μέλανσις ἐκ λευκοῦ εἰς μέλαν καὶ ἡ νόσανσις ἐξ ὑγιείας εἰς νόσον. οὐκ ἔστι δ’ ἐπὶ τῆς ἡδονῆς οὔτε τὸ ἀφ’ οὗ οὔτε τὸ εἰς ὅ· οὐκ ἔστι γὰρ οὔτε τὸ ἀλλοιούμενον καὶ μεταβάλλον καὶ γινόμενόν τι διὰ τῆς ἡδονῆς οὔτε τέλος τι, εἰς ὃ τελευτᾷ ἡ ἡδονή, ὥσπερ ἡ ὑγίανσις εἰς τὴν ὑγίειαν καὶ ἡ θέρμανσις εἰς τὸ θερμόν. καὶ τοῦτο εἰκότως συμβαίνει. οὐ γάρ ἐστι γέ- νεσις ἀλλ’ ἐνέργεια, ὡς δείξει. αἱ δ’ ἐνέργειαι τέλη εἰσὶν ἀλλ’ οὐχ ὁδοὶ πρὸς τέλη. ὅτι δὲ τέλος ἐστὶν ἡ ἡδονὴ καὶ οὐχὶ γένεσις, μάθοιμεν ἄν ἐντεῦθεν. ἐπὶ μὲν γὰρ τῶν γενέσεων οὐχ ἅμα γίνεταί τι καὶ ἔστιν ὅτε γίνεται. οὐ γὰρ ἅμα γίνεται σὰρξ καὶ σάρξ ἐστιν ὅτε γίνεται, οὐδὲ ὅτε γίνεται ἡ οἰκία τότε ὅτε γίνεται καὶ ἔστιν. ἐπὶ δὲ τῶν |ἐνεργειῶν, οἷον τοῦ ὁρᾶν, ἅμα τε ὁρᾷ καὶ ἑώρακε· καὶ ἐπὶ τῶν ἡδονῶν ἅμα τε ἥδεται καὶ ἥσθη, ὥστε ἐνέργειά ἐστι καὶ οὐ γένεσις. εἰ δὲ ἐνέργεια, καὶ τέλος ἀλλ’ οὐχ ὁδός τις καὶ μεταβολὴ πρὸς τέλος. οὐκ ἔστι γὰρ μόριόν τι τοῦ χρόνου καθ’ ὃν ἥδετο, ἐν ᾧ οὐ τέλειος ἦν ἐν τῷ ἡδομένῳ ἡ ἡδονή. τὸ δ’ ἐν ἅπασι τοῖς μέρεσι τοῦ χρόνου τέλειόν τι καὶ ὁλόκληρον ὂν οὐ γένε- σίς ἐστιν ἀλλ’ ἐνέργεια. τότε γὰρ τέλειος ἡ γένεσίς ἐστι καὶ λέγεται. ὅταν τὸ γινόμενον τελειωθῇ· ἕως δ’ ἄν γίνηται, ἀτελὲς καὶ τὸ γινόμενον καὶ ἡ γένεσις. ἡ δὲ ἡδονὴ καὶ εὐθὺς ἐν τῷ πρώτῳ μέρει τοῦ ὅλου χρόνου, ἐν ᾧ ἥδετο, ὅλη τελεία πάρεστιν· ὡσαύτως καὶ ἐν τῷ ἐφεξῆς μέρει καὶ ἐν τῷ μετ᾿ ἐκεῖνο καὶ ὅλως ἐν ἅπασι καὶ τοῖς ἄγαν ἐλαψιστοτότοις τοῦ χρόνου μέρεσιν· ὥστε οὐκ ἄν εἴη γένεσις ἀλλ’ ἐνέργεια. ἀλλὰ καὶ εἰ ἦν γένεσις, ἦν ἄν μεταβολή τινος ὑποκειμένου δυνάμει ὄντος ἐκεῖνο εἰς ὃ μεταβάλλει, οἷον ἡ ἐξαιμάτωσις γένεσις οὖσα αἵματος μεταβολή ἐστιν εἰ τύχοι ἄρτου δυνάμει ὄντος αἵματος. οὐκ ἔστι δέ τι, ὃ μεταβάλλει ἐν ταῖς ἡδοναῖς ἐκ τοῦ εἴδους ἐν ᾧ ἔστιν εἰς ἕτερον εἶδος ὃ ἐνεργείᾳ μὲν οὐκ ἦν ἐκεῖνο πρὸ τῆς ἡδονῆς, δυνάμει δέ, μετὰ δὲ τοῦτο γέγονεν ἐνεργείᾳ διὰ τῆς ἡδονῆς ὡς ἐπὶ τοῦ ἄρτου. οὗτος γὰρ πρὸ τῆς γενέσεως, ἥτις ἦν ἐξαιμάτωσις, ἐνεργείᾳ μὲν οὐκ ἦν αἷμα ἀλλὰ δυνάμει, μετὰ δὲ ταῦτα γέγο- νεν αἷμα διὰ τῆς ἐξαιματώσεως. τί οὖν ἂν ἔχοιεν ἡμῖν οἱ τὴν ἡδονὴν λέγοντες γένεσιν ἀνάλογόν τι τῷ ἄρτῳ καὶ τῷ αἵματι, ὃ διὰ τῆς ἡδονῆς ὡς διὰ γενέσεως μετέβαλεν ἐξ οὗ ἦν εἰς ὃ οὐκ ἦν ἐνεργείᾳ ἀλλὰ δυνάμι; πότερον τὸ σῶμα ἢ τὴν ψυχὴν ἐροῦσιν ἀνάλογον τῷ ἄρτῳ καὶ θήσουσι μεταβάλλειν παρούσης σφίσιν αὐτοῖς τῆς ἡδονῆς; μὴ καὶ γελοῖον εἴη τὸ ὅλως ἐνθυμηθῆναι τοῦτο, ἀλλὰ καὶ ὥσπερ τὸ τέλος τῆς ὑγιάνσεως, ὅ ἐστιν ἡ ὑγίεια, φθείρει ἡ νόσανσις, καὶ τὸ τέλος τῆς νοσάνσεως τὴν νόσον φθείρει ἡ ὑγίανσις, οὕτως ἔδει καὶ ἐπὶ τῆς ἡδονῆς συμβαίνειν, καὶ ὃ γέγονε διὰ τῆς ἡδονῆς φθείρεσθαι διὰ τῆς λύπης, καὶ ἔμπαλιν ὃ παρήγαγεν ἡ λύπη ἀπόλλυσθαι διὰ τῆς ἡδονῆς. καὶ εἰπάτωσαν ἡμῖν, τίν ταῦτα τὰ τέλη, ἃ γεννῶσιν ἡ λύπη καὶ ἡ ἡδονὴ καὶ φθείρουσι. Καὶ λέγουσι τὴν μὲν λύπην ἔνδειαν τοῦ κατὰ φύσιν εἶναι, τὴν δ’ ἡδονὴν ἀναπλήσωσιν. Καὶ διὰ τούτων τὴν ἡδονὴν γένεσιν εἶναι ἐπεχείρουν δεικνύειν. εἰ δ’ ἔστι γένεσις, οὐκ ἂν εἴη τἀγαθόν. ἔλεγον δή· ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν, ἡ ἀναπλήρωσις γένεσις, ἡ ἡδονὴ ἄρα γένεσις. εἶτα ἡ ἡδονὴ γένεσις, ἡ γένεσις μεταβολή, ἡ μεταβολὴ ἀτελής, ἡ ἡδονὴ ἄρα ἀτελής. ἀτελὴς δ’ οὖσα, οὐκ ἄν εἴη τἀγαθόν. παντέλειον γάρ τι τἀγαθόν, ἀλλ’ οὐκ ἀτελές. ἀλλὰ πόθεν δῆλον ὅτι ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν; ἢ ἐπεί, φασίν, ἡ ἀντικειμένη κειμένη αὐτῇ λύπη ἔνδειά ἐστιν, αὕτη ἄν ἀναπλήρωσις εἴη. εἰ γὰρ τὸ λευκὸν διακριτικόν, τὸ μέλαν συγκριτικόν, καὶ ἐὰν ἡ λύπη ἔνδεια, ἡ ἡδονὴ ἀναπλήρωσις. ὁ τόπος ἐκ τῶν ἐναντίων. τὸ δὲ τὴν λύπην ἔνδειαν εἶναι, οὑτωσὶ συνίστων· εἰ λυπεῖται, φασί, τὸ ζῷον πεινῶν καὶ διψῶν, ἡ πεῖνα καὶ ἡ δίψα λῦπαί εἰσιν, ἀλλὰ μὴν ἡ πεῖνα καὶ ἡ δίψα ἔνδειαί εἰσι τῆς κατὰ φύσιν ἕξεως, ἡ λύπη ἄρα ἔνδειά ἐστιν. ἐπειδὰν γάρ, φασί, τὸ σῶμα ἐνδεὲς γένηται ξηρῶν ἢ ὑγρῶν, ἐξίσταται τοῦ κατὰ φύσιν, ἐξιστάμενον δὲ ὖ· λυπεῖται καὶ ὀρέγεται τῆς ἀναπληρώσεως, ὀρεγόμενον δὲ ἐσθίει καὶ πίνει, ἐσθίον δὲ καὶ πῖνον ἀναπληροῦται. εἰ δὲ ταῦτα ἀληθῆ, σώματός εἰσι πά· θῆ ἡ ἔνδεια καὶ ἡ πλήρωσις· ὥστε καὶ τὸ σῶμα ἄν ἥδοιτο καὶ λυποῖτο. αὐτὸ γάρ ἐστι τὸ ἀναπληρούμενον· ὥστε καὶ τὸ ἡδόμενον αὐτό ἐστιν. εἰ γάρ ἐστιν ἐν τῷ σώματι ἡ ἀναπλήρωσις, ἡ δ’ ἀναπλήρωσις ἡδονή, ἐν τῷ σώματι ἄρα ἡ ἡδονή. ᾧ δὲ πάρεστιν ἡ ἡδονή, ἐκεῖνο ἀνάγκη καὶ ἥδεσθαι. ἀλλὰ μὴν οὐκ ἔστι τὸ σῶμα τὸ ἡδόμενον· οὐκ ἄρα ἀναπλήρωσις ἡ ἡδονή. ἀλλὰ πῶς φασι γίνεται ἡ ἡδονή; πῶς, ἀκούετε. εἰσιόντα ἐν ταῖς προσφοραῖς ραῖς τὰ τρέφοντα τὸ σῶμα σιτία καὶ ποτὰ καὶ ἐνεργούσης τῆς θρεπτικῆς <ψυχῆς> περὶ αὐτὸ ἀνεμποδίστως ἡδόμεθα. ἔστι γὰρ ἡ γινομένη μετὰ τὴν ἔνδειαν ἡδονὴ ἐνέργει τῆς θρεπτικῆς ψυχῆς κατὰ φύσιν ἀνεμπόδιστος· ἢ ἁπλῶς πᾶσα ἐνέργεια κατὰ φύσιν ἀνεμπόδιστος ἡδίστη ἐστί. τῆς γοῦν θρεπτικῆς ψυχῆς ἡ ἐνέργεια πληροῖ καὶ ἀποκαθίστησι εἰς τὴν φυσικὴν ἕξιν, ἥτις ἐνέργεια ἡδεῖά ἐστι. καὶ ἔστι τὸ μὲν ἡδόμενον ἡ ψυχή, ἡ δὲ ἡδονὴ ἀνεμπόδιστος αὐτῆς ἐνέργεια. λέγει δὲ τὴν ἡδονὴν ἐνέργειαν ὁ Ἀριστοτέλης οὐχ ὡς αὐτῆς κατὰ τὸν οἰκεῖον λόγον οὔσης ἐνεργείας, ἀλλ’ ὡς ἐπὶ ἐνεργείᾳ τὸ εἶναι ἐχούσης καὶ μὴ δυναμένης ἀπὸ τῆς ἐνεργείας χωρίζεσθαι. λέγεται οὖν ἡ ἡδονὴ ψυχῆς ἐνέργεια ἀνεμπόδιστος διὰ τὸ παρακολουθεῖν ἀνεμποδίστῳ ψυχῆς ἐνεργείᾳ καὶ συνεῖναι τῇ ἐνεργείᾳ ἀχω- ρίστως, ἐφ’ ᾗ γίνεται. ὥσπερ δὲ τῇ ἀρετῇ καὶ τῇ ἐπιστήμῃ ἕξεσιν οὔσαις τῆς ψυχῆς ἐπακολουθεῖ αὐταῖς ταῖς ἐνεργείαις ἡδονή ἡδεῖαι γὰρ αἱ κατ’ ἀρετὴν ἐνέργειαι), οὕτω καὶ αἱ τῆς ψυχῆς τῆς θρεπτικῆς ἐνέργειαι, ὅταν ὢ ἀνεμποδίστως ἐνεργῶνται, ἥδισταί εἰσι. καὶ ἔστιν ἡ μὲν θρεπτικὴ ψυχὴ ἕξις τοῦ σώματος, αἱ δὲ ἐνέργειαι αὐτῆς τελειότητές τινες καὶ ἀποκατα- στάσεις εἰς τὸ κατὰ φύσιν. τὸ δὲ ἀποκαθιστῶν εἰς τὴν φύσιν ἡδύ, ὥστε ἡ ἡδονὴ ἀναπλήρωσις μὲν οὐκ ἔστιν, ἐνέργεια δὲ τῆς θρεπτικῆς δυνάμεως καὶ ἕξεως ἢ ἐνέργεια τῆς θρεπτικῆς ψυχῆς ἢ ὅπως ἄν ἐθέλοι τις λέγειν. ταύτης οὖν τῆς θρεπτικῆς ἕξεως ἡδέως ἐνεργούσης ἕπεται ἡ ἀναπλήρωσις καὶ ἡ εἰς τὸ I κατὰ φύσιν ἀποκατάστασις. ὡς γὰρ τοῦ οἰκοδόμου ἐνεργοῦντος οἷον οἰκοδομοῦντος ἀκολουθεῖ τὸ αὔξεσθαι τὸν τοῖχον, καὶ ἡμῶν ἐκχεόντων εἰς τὴν δεξαμενὴν πληροῦσθαι συμβαίνει τὴν δεξαμενήν, οὕτως καὶ τῆς θρεπτικῆς ἕξεως ἐνεργούσης περὶ τὰ τρέφοντα τὸ σῶμα, ἀναπλη- ροῦται τὸ σῶμα. πολὺ ἄρα διαφέρει τὸ λέγειν τὴν ἡδονὴν ἀναπλήρωσιν τοῦ λέγειν ἕπεσθαι τῇ ἡδονῇ ἀναπλήρωσιν, ἤτοι ἕπεσθαι τῇ ἐνεργείᾳ τῆς θρεπτικῆς ψυχῆς ἀναπλήρωσιν. καὶ ἔστιν ἡ μὲν θρεπτικὴ ψυχὴ ἕξις τοῦ σώματος, ἡ δὲ ἡδονὴ ἐνέργεια περὶ τὰ τρέφοντα τὸ σῶμα τῆς ἕξεως. ἡ δ’ ἑπομένη τῇ ἐνεργείᾳ ταύτῃ, ἤτοι τῇ ἡδονῇ, ἀναπλήρωσις, γένεσις· τὸ γὰρ ἀναπληροῦσθαι γίνεσθαί ἐστιν. ῾Η δόξα δ’ αὕτη δοκεῖ γεγενῆσθαι ἐκ τῶν περὶ τὴν τροφὴν λυπῶν. Τὸ δοξάζειν, φησί, τὴν ἡδονὴν ἀναπλήρωσιν ἐπῆλθεν αὐτοῖς ἐκ τῶν περὶ τὴν τροφὴν λυπῶν. >διὰ γὰρ τὸ ἕπεσθαι τῇ τῆς θρεπτικῆς ψυχῆς ἀνεμποδίστῳ ἐνεργείᾳ, ἡδείᾳ οὔσῃ, ἀναπλήρωσιν ᾠήθησαν τὴν ἡδονὴν 168v ἀναπλήρωσιν εἶναι, τὸ ἑπόμενον ταὐτὸν νοήσαντος τῷ ᾧ ἕπεται. λυπεῖται μὲν γὰρ τὸ ζῷον ἐνδεὲς ὄν· ἐπειδὰν δὲ ἄρξηται προσφορᾶς ὁρᾶς γενομένης ἐνεργεῖν ἡ θρεπτικὴ ψυχὴ περὶ τὰ τρέφοντα, τὸ σῶμα οὐκέτι λυπεῖται, ὅτι ἀναπληροῦται. τὸ οὖν λέγειν τὴν ἀναπλήρωσιν τὴν ἑπομένην τῇ ἡδονῇ ἡδονὴν ὅμοιόν ἐστι τῷ λέγειν καὶ τὴν σκιὰν ταὐτὸν ἐκείνῳ οὗ ἐστιν ἡ σκιά. ὡς γὰρ ἐξ ἀνάγκης ἕπεται σκιὰ τῷ βαδίζοντι ἐν ὑπαίθρῳ ὑφ’ ἡλίου καταλαμπομένῳ, οὕτω καὶ ἀναπλήρωσις τῇ ἀνεμποδίστῳ ἐνεργείᾳ τῆς ψυχῆς, ἤτοι τῇ ἡδονῇ. καὶ εἴρηται, πῶς ἐνέργεια ἡ ἡδονὴ λέγεται. ὅτι δὲ οὐκ ἔστιν ἀναπλήρωσις ἡ ἡδονὴ ἀλλὰ σύμπτωμα ἡδονῆς; ἢ εἰ βούλει σύμπτωμα ἐνεργείας, ἐφ’ ᾗ ἡ ἡδονή, δείκνυσιν ἀπὸ τῶν ἄλλων ἡδονῶν τῶν ἐπὶ ταῖς θεωρίαις καὶ ταῖς ἀθλήσεσιν, αἷς ἡδοναῖς οὐχ ἕπονται ἀναπληρώσεις. εἰ γὰρ ἡ ἡδονὴ κατ’ αὐτοὺς ἀναπλήρωσις, ἥτις ἀναπλήρωσις γίνεται μετὰ τὴν γεγονυῖαν ἐπὶ τῇ ἐνδείᾳ λύπην, ἔδει μηδένα ἀνενδεῆ ὄντα καὶ διὰ τοῦτο ἄλυπον ἥδεσθαι. εἰ γὰρ ἡ ἡδονὴ <καὶ> ἀναπλήρωσις ταὐτόν, ὡς αὐτοὶ λέγουσιν, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ βροτός, καὶ διὰ τοῦτο καὶ ὁ ἡδόμενος καὶ ὁ ἀναπληρούμενος ὁ αὐτός, τίς μηχανὴ ἡσθῆναί ποτέ τινα δίχα τοῦ ἀναπληροῦσθαι; ἀλλὰ μὴν ἥδονται καὶ πάνυ οἵ τε θεωρίᾳ συζῶν- τες καὶ οἱ ἐναρμονίων μελῶν ἀκούοντες καὶ οἱ εὐωδῶν τινων αἰσθανόμενοι καὶ οἱ τὰ κάλλιστα τῶν ὁρατῶν θεώμενοι, μηδεμιᾶς ἐν αὐτοῖς ἀναπληρώ- σεως γινομένης. ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἀναπληροῦνται; ἢ ἐκ τοῦ ἥδεσθαι μὴ προηγησαμένης λύπης μηδ’ ἐνδεία. ἐπεὶ γὰρ ἡ λύπη ταῖς ἐνδείαις ἐπακολουθεῖ, ἐν οἷς μὴ ἔστι λύπη, οὐδ’ ἔνδεια· ἐν οἷς δὲ μὴ ἔνδεια, οὐδ’ ἀναπλήρωσις· <ἐν οἷς δὲ μὴ ἀναπλήρωσις, οὐδ’ ἡδονή, ταὐτὸν κατ’ αὐτοὺς ἡδονὴ καὶ> ἡ μὲν οὖν τῶν διάνοια τοιαύτη, ἡ δὲ λέξις ἡ ἐνδεεῖς γὰρ γινομένους καὶ προλυπη- θέντας ἥδεσθαι συμβαίνει τῇ ἀναπληρώσει τὸ δοκοῦν ἐκείνοις ἐξηγεῖται τοῖς λέγουσι τὴν ἡδονὴν ἀναπλήρωσιν. λέγει δὲ ὅτι προλυπηθέντες διὰ τὴν ἔνδειαν ἀναπληρούμενοι ἥδονται. εἰ δὲ ἅμα τῇ ἀναπληρώσει ἐστὶν ὖ· ἡδονὴ καὶ συνυφίσταται τῇ ἀναπληρώσει, ταὐτόν ἐστιν ἡ ἀναπλήρωσις τῇ ἡδονῇ· ἡ ἡδονὴ ἄρα ἀναπλήρωσις. πρὸς τοῦτο ἀνιστάμενος ὁ Ἀριστοτέλης φησὶν ἀλλὰ καὶ μεμνημένοι ἡδόμεθα.’ αἵτινες φησίν, ἡδεῖαι μνῆμαι τίνος εἰσὶ γενέσεις; τουτέστι τίνος εἰσὶν ἀναπληρώσεις; ἐπεὶ γὰρ ἡ ἀνα- πλήρωσις γένεσίς ἐστιν, ἀντὶ τοῦ εἰπεῖν ‘τίνος αἱ μνῆμαί εἰσιν ἀναπληρώσεις᾿; εἶπε ‘τίνος εἰσὶ γενέσεις᾿; ὅτι δὲ αἱ ἐν ταῖς μνήμαις ἡδοναὶ οὔκ εἰσιν ἀνα- πληρώσεις δῆλον ἀπὸ τοῦ μὴ προγεγονέναι ἔνδειαν. τοῦ δὲ μὴ προηγήσασθαι ἔνδειαν σημεῖον τὸ μὴ προγεγενῆσθαι λύπην. εἰσὶ δὲ ἡδεῖαι αἱ μνῆμαι αἱ τῶν καλλίστων πράξεων, ἃς ἔπραξέ τις καὶ ὧν εὖ πέπονθε. Πρὸς δὲ τοὺς προφέροντας τὰς ἐπονειδί· στο ὗς ἡδονὰς λέγοιτ᾿ ἄν. Ὅτι μὲν ὁποῖα τὰ ἡδέα τοιαῦται καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, δῆλον. εἰ δὲ τοῦτο, εἰσὶ δὲ ἡδέα φαῦλα, εἰσὶν ἄρα καὶ φαῦλαι ἡδοναί. ὥστε ὦ οὐκ ἔστιν ἡ ἡδονὴ ἀγαθόν. οὗτος δὲ ὁ λόγος οὐ συνάγει μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ἀλλ’ ὅτι εἰσὶ πλείω εἴδη τῆς ἡδονῆς καὶ διαφ ἐροῦσιν ἀλλή- ἀλλήλων, ὥσπερ καὶ τὰ ἡδέα ἐξ ὧν αἱ ἡδοναί. καὶ ὡς τούτων τῶν ἡδέων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα, τὰ δὲ οὐδέτερα, οὕτω καὶ αἱ ἡδοναὶ τριχῇ τοῖς ἡδέσιν ἀνάλογον συνδιαιρεθήσονται, καὶ οὐκ ἔσται πᾶσα ἡδονὴ φαύλη. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὐ τοῦτο ἐπήγαγεν αὐτοῖς, ἀλλ’ εὐθὺς ἐνέστη λέγων μὴ εἶναι μήτε τὰ φαῦλα ἡδέα, μήτε τὰ |ἀπ’ αὐτῶν γι- lti9i- νόων ἡδονάς. οὐ γάρ εἴσιν ἀληθῶς ἡδέα τὰ δοκοῦντα ἡδέα εἶναι τοῖς μοχθηροῖς ἀνθρώποις, ἀλλ’ ἡδέα μέν εἰσιν ἐκείνοις, ἁπλῶς δ’ οὔκ εἰσιν ἡδέα. ὡς γὰρ οὐδὲ τὰ τοῖς πυρέττουσιν ὑγιεινὰ καὶ ἀπλῶς εἰσιν ὑγιεινά, οὐδὲ τὰ τοῖς ἰκτεριῶσι πικρὰ καὶ ἁπλῶς εἰσι πικρὰ ἀλλ’ ἐκείνοις μόνοις, οὐδὲ τὰ τοῖς ὀφθαλμιῶσι λευκὰ ἢ μέλανα καὶ ἁπλῶς εἰσι τοιαῦτα ὁποῖα αὐτοῖς δοκεῖ, οὕτως οὐδὲ τὰ τοῖς κακῶς ἔχουσιν ἡδέα ἤδη καὶ ἡδέα εἰσί. τῇ μὲν γὰρ τῆς Λιβύης ἀρχούσῃ Λαμίᾳ ὀνομαζομένῃ καὶ τὰς ἐγκύους ἀνατεμνομένῃ καὶ ἐκροφούσῃ ὠμὰ τὰ ἔμβρυα ἡδεῖα μὲν ἦν ἡ τοιαύτη ἐδωδή, ἀλλ’ ἐκείνῃ, ἁπλῶς δὲ ἀηδεστάτη. ἢ οὕτω λέγοιτ’ ἄν, ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ μὴν αἱ ἀπό γε τούτων. τὸ ἀπό γε τούτων ἀντὶ τοῦ ἀπὸ τῶν ἐπονειδίστων. ὃ δὲ λέγει τοιοῦτον ἄν εἴη· δεῖ τὰς ἡδονὰς ἀγαθὰς καὶ αἱρετὰς λέγειν τὰς ἀπὸ τῶν ἀληθῶς ἡδέων (ἀληθῶς δέ εἰσιν ἡδέα αἱ ἐπιστῆμαι, αἱ ἀρεταί), τὰς δὲ ἀπὸ τῶν ἐπονει- δίστων ἡδέων ἡδονάς, αἵπερ εἰσὶν αἱ ἀπὸ τῆς τῶν ἀρρένων ἀφροδίτης καὶ τὰς ἄλλας τὰς τοιαύτας, οὐχ ἡδονὰς ἁπλῶς ῥητέον ἀλλὰ φαινομένας ἡδο- νάς, οὔσας δὲ οὔ. ὡς γὰρ τὸ πλουτεῖν ἀπὸ τοὐ γεωργεῖν αἱρετόν ἐστιν, ἀπὸ δὲ τοῦ ἱεροσυλεῖν ἢ προδιδόναι πατρᾑα κάκιστον, οὕτω καὶ τὸ ἥδεσ- θαι ἀπὸ τῶν ὄντως ἡδέων κάλλιστον, χείριστον δὲ τὸ ἀπ’ ὁ τῶν ἐπονει- δίστων. ἢ οὖν μήτε τὰ ἐπονείδιστα ἡδέα [μεθ’ ἡδονὰς] ῥητέον μήτε ἡδονὰς τὰ ἀπ’ αὐτῶν πάθη, ἢ εἰ χρὴ τῇ συνηθείᾳ ἑπομένους καὶ τῇ τῶν lo πολλῶν δόξῃ καὶ φήμῃ ἡδονὰς καὶ ἡδέα τὰ ἐπονείδιστα λέγειν, ῥητέον ὅτι αἱ ἡδοναὶ διαφέρουσι τῷ εἴδει· ἕτεραι γὰρ τῷ εἴδει αἱ τῶν σπουδαίων καὶ τῶν κτὰ φύσιν ζώντων καὶ ἕτεραι (at) τῶν ἀκολάστων καὶ φαύλων. ᾧ γὰρ διαφέρουσιν οἱ σπουδαῖοι τῶν φύλων τούτῳ καὶ αἱ ἡδοναί, ἃς διώ- κουσι καὶ ἃς ἥδεσθαι βούλονται. καὶ δειχθήσεται τοῦτο διὰ πλειόνων ἐν τῷ παρόντι βιβλίῳ. ὅτι δὲ διαφέρουσιν αἱ ἡδοναί, δῆλον ἐκ τοῦ μήτε τοὺς ἀδίκους τὰς τῶν δικαίων ἡδονὰς θέλειν ἥδεσθαι μήτε τοὺς δικαίους τὰς τῶν ἀδίκων. τῶν γὰρ ἑτέρων τῷ εἴδει ἕτεραι τῷ εἴδει καὶ αἱ ἐνέρ- γειαι, ὥστε καὶ αἱ ἡδοναὶ αἱ ἐπὶ ταῖς ἐνεργείαις γινόμεναι ἕτεραι τῷ εἴδει εἰσίν. ᾿Εμφανίζειν δὲ δοκεῖ καὶ ὁ φίλος, ἕτερος ὢν τοῦ κόλακος. Καὶ ἀπὸ τοὐ κόλακος συνάγειν ἐπειρῶντο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν. εἰ γὰρ ὁ κόλαξ τῶν φαύλων καὶ ἐπονειδίστων ἡδέων ἐστί, καὶ ἡ ἀπ’ αὐτοῦ ἡδονὴ φαύλη· οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή. καὶ πρὸς τοῦτο ἀπαντῶν ὁ Ἀριστοτέλης δυνάμει λέγει, ὅτι τὸ τοὐ κόλακος οὐ δείκνυσι φαύλην τὴν ἡδονήν, ἀλλ’ ὅτι, ἐπεὶ διαφέρει τοῦ φίλου, διαφέρουσι καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, καὶ ἔστιν ἡ τοῦ φίλου ἡδονὴ ἑτέρα τῷ εἴδει τῆς τοῦ κόλακος ἡδονῆς. τί οὖν διαφέρει ὁ φίλος τοῦ κόλακος; πάνυ πολύ. καὶ εἴρηται, ὅτε περὶ κόλακος ἔλεγε. διαφέρει δὲ καὶ ὅτι ὁ φίλος οὐκ ἀεὶ τὰ πρὸς ἡδονὴν λέγει ἢ πράττει πρὸς τὸν φίλον, ἀλλ’ ἔστιν ὅπῃ καὶ λυπεῖ, ὅταν εἰδῇ ὅτι μικρὰ λυπήσας τὸν φίλον μέλλει ὠφελήσειν, ὁ δὲ κόλαξ ἀεὶ τοῦ ἡδέος στοχάζεται, καὶ τοῦτο σκοπιμώτατόν ἐστιν ἐκείνῳ. διὸ καὶ ὁ μὲν φίλος ἐπαινεῖται ὡς τὰ κάλλιστα τῷ φίλῳ βουλόμενος καὶ αὐτοῦ τοῦ φίλου ἕνεκεν, ὁ δὲ κόλαξ ψέγεται. τοῦτο δὲ τὸ τὸν μὲν ἐπαινεῖσθαι, τὸν δὲ ψέγεσθαι, οὐκ ἄν ἐγίνετο εἰ μὴ διέφερον ἀλλήλων. εἰ δὲ διαφέρουσι, καὶ αἱ ἀπ’ αὐτῶν ὄρα ἡδοναί. διαφέρουσι δὲ καὶ διὰ τὸ πρὸς ἕτερα ὁμιλεῖν τὸν κόλακα καὶ οὐ πρὸς ἃ διανοεῖται ἕτερα γὰρ διανοεῖται, ἄλλα δὲ λέγει), τοῦ δὲ συμφωνεῖ τὰ ῥήματα τοῖς τῆς ψυχῆς διανοήμασιν. οὐδεὶς δ’ ἂν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων. εἰ οὖν ἡ ἡδονὴ ἀγαθόν, ἦν ἄν καὶ πᾶς βίος ἡδὺς καὶ πᾶσα ζωὴ ἡδεῖα ἀγαθή· ἀλλὰ μήν εἰσι βίοι ἡδεῖς φαῦλοι, ὁμοίως καὶ ζωαὶ ἡδεῖαι φαῦλαι· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. πρὸς γὰρ τὸ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν καὶ οὗτος ὁ λόγος ἀποτείνεται. πόθεν δὲ δῆλον, ὅτι εἰσὶ βίοι καὶ ζωαὶ ἡδεῖαι μὴ ἀγαθαί; ἡ τῶν παίδων, φησί, ζωὴ καὶ ὁ βίος δηλοῖ τοῦτο. ἡδόμενοι γὰρ διατελοῦσι, καί εἰσιν οἱ βίοι αὐτῶν οὐκ ἀγαθοί. τίς γὰρ ἄν ἕλοιτο ζῆν τε καὶ φρονεῖν ὡς οἱ παῖδες; ὃ ταὐτόν ἐστι τῷ τίς γὰρ ἄν ἕλοιτο ἥδεσθαι τὴν τῶν παίδων ἡδονήν; ἐκεῖνος γὰρ ἄν ἕλοιτο τὴν τῶν παίδων ἡδονὴν ἥδεσθαι ὁ φρονῶν ὡς ἐκεῖνοι, εἰ χρὴ λέγειν τοὺς παῖδας φρονεῖν. τοῦτο θεὶς οὐκ ἀντεῖπε πρὸς αὐτό, ὡς φανερὸν ὄν, ὅτι οὐδὲ διὰ τούτου δείκνυται φαῦλόν τι οὖσα ἡ ἡδονή, ἀλλ’ ὅτι εἰσὶ διάφορα εἴδη τῆς ἡδονῆς. οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων· καὶ τοῦτο ὡς κατασκευαστικὸν τοῦ εἶναι φαύλην τὴν ἡδονὴν ἐπῆγον. ὃ δὲ λέγει τοιοῦτον ἄν ᾖ. τὴν τῶν ἀγαθῶν τεῦξιν οὐ διὰ τοῦδε μὲν τοῦ τρόπου σπουδάζομεν λαβεῖν, διὰ τοῦδε δὲ οὐ σπεύδοδὲ γενέσθαι, καὶ οὔ φαμεν ὅτι διὰ μὲν τοῦδε τοῦ τρόπου ἢ διὰ τῆσδε τῆς πράξεως ληπτέον αὐτά, διὰ τοῦδε δὲ ἢ τοῦδε οὐ ληπτέον, ἀλλὰ διὰ παντὸς τρόπου καὶ πάσης πράξεως καὶ πάσης ἐνεργείας, ἐξ ὧν δύναται τοῦτο γενέσθαι, ἐπιτυχεῖν σπουδάζομεν τοῦ ἀγαθοῦ, οἷον εἰ ἔστιν ἀγαθὸν ἡ κατ’ ἐχθρῶν νίκη, δυνατὸν δὲ αὐτοὺς νικῆσαι οὐκ ἐκ προφανοῦς πο- λέμου ἀλλ’ ἔκ τινος δόλου, οὐκ ἀποσειόμεθα τοῦτο, αἱρούμεθα δὲ τὸν πό- λεμον. ἀλλὰ τὸν μὲν πόλεμον χαίρειν ἐῶμεν· αἱρούμεθα δὲ τὴν ἀλωπεκῆν· καὶ ἔμπαλιν μὴ δυνάμενοι διὰ ταύτης ἀλλὰ διὰ πολέμου, ἐπὶ τὸν πόλεμον ὁρμώμεν· εἰ δὲ δι’ ἀμφοτέρων, ἐπ’ ἀμφότερα κλίνομεν. οὕτως οὗν καὶ ἐπὶ τῆς ἡδονῆς. εἰ οὖν ἀγαθὸν κἄν δι’ αἰσχίστων πράξεων καὶ ἐπο- νειδίστων, κἄν διὰ κλῶν καὶ ἐπαινετῶν προσγενέσθαι ἡμῖν ἠδύνατο, ἐπράττομεν ἄν ἐπίσης πάντα μηδαμῇ δυσωπούμενοι. οὐ πράττομεν δὲ τὰ αἴσχιστα διὰ τὴν ἡδονήν, καίτοι εὐμαρέστερον ὂν διὰ τούτων μάλιστα ἡσθῆναι ἐνίοτε ἢ διὰ τῶν καλῶν καὶ ἐπαινετῶν πράξεων καὶ ποιήσεων· οὐκ ἔστιν ἄρα ἡδονὴ ἀγαθόν. εἰ γὰρ ἦν ἀγαθόν, ἐσπεύδομεν ἄν, ὡς εἴρηται, διὰ πάντων ἥδεσθαι καὶ πορίζεσθαι αὐτὴν ἀπὸ παντὸς ἡδέος, καὶ ἐπονειδίστου καὶ ἐπαινετοῦ, δι’ οἵου δηλονότι ἦν εὐμαρέστερον ἢ ὅλως δύνατον αὐτῆς τυχεῖν. Περὶ πολλά τε πολλὴν] σπουδὴν ποιησαίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέρει ἡδονήν. Εἰπόντος τοῦ προσεχῶς ῥηθέντος λόγου, ὅτι εἴπερ ἦν ἀγαθὸν ἡ ἡδονή, ἐξ ἅπαντος ἂν ἡ τεῦξις καὶ αὐτῆς ἐσπουδάζετο οὐ γὰρ δεῖ τὸ ἀγαθὸν ἐκ τοῦδε μὲν πορίζεσθαι ἐκ τοῦδε δὲ μὴ ἐπικτᾶσθαι, ἀλλ’ ἐκ παντὸς τοῦ δυναμένου ἡμῖν αὐτὸ περιποιήσασθαι), πρὸς δὴ τοῦτο ἐπάγει τὰ παρόντα ἐν- τρεπτικὰ τυγχάνοντα. ἔστι δὲ ἡ τῶν λεγομένων δύναμις τοιαύτη· ὥσπερ οὐ πάντα φεύγομεν ὅσα οὐκ ἐμποιεῖ τέρψιν καὶ ἡδονήν, οὕτως οὐδὲ πάντα ἀσπαζόμεθα οἷς ἕπεται ἡδονή. τίς γὰρ οὐ βούλεται βλέπειν ἢ ἀκούειν, καίτοι μηδεμίαν ἡδονήν ἐπιφέροντα; εἰ δὲ μὴ τοῦτό τις προσίεται, ἀλλά γε τὴν κτῆσιν τῶν ἀρετῶν ἴσασιν οἱ μεμνημένοι, ὅτι ἐπίπονός ἐστι καὶ ἐργωδεστάτη· “στενὴ γάρ, φησὶν ὁ δεσπότης ἁπάντων τῶν ὄντων, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.” ταύτην οὖν, καίτοι ἀνή- δονον οὖσαν τὴν κτῆσιν αὐτῆς λέγω, ὅμως τὸ μακαριώτατον τέλος ἁπάντων τῶν ἁγίων συνέζησε καὶ ἐπέδραμεν αὐτῇ, μνημονεύειν τε θέλομεν, κἀν ἀνήδονοι τυγχάνωσιν αἱ μνῆμαι. εἰ δέ τις λέγει ὅτι ἐξ ἀνάγκης ἡδό- μέθᾳ καὶ ὁρῶντες καὶ τὴν ἐπὶ τὰς ἀρετὰς φέρουσαν βαδίζοντες καὶ μνημονεύοντες, οὐδέν φησί, διαφέρει. ἑλοίμεθα γὰρ ἄν αὐτάς, καὶ εἰ μὴ ἐπιφέροιεν ἡδονήν. σημεῖον δὲ τοῦδε· οἱ γὰρ ἐν εἱρκταῖς ζοφώδεσι κελεισμένοι, καίπερ οὐχ ἡδόμενοι τὸ σκότος ὁρῶντες, ὅμως τὸ ὁρᾶν αἱροῦνται, καίτοι τοῦ ὁρωμένου σκότους καὶ ἀνηδόνου τυγχάνοντος. ταῦτα εἰπὼν συμπεραίνεται τὸν περὶ τοῦ ἀγαθὸν ἢ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονὴν λόγον, λέγων ὅτι μὲν οὔτε ἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσαι αἱ ἀρεταὶ δῆλον. ἐστι δὲ ἡ λέξις ἐλλιπής· εἴη δ’ ἄν τὸ πλῆρες τοιοῦτον· ὅτι μὲν κἂν συγχωρή- σωμεν καὶ τὰ ἀπὸ τῶν ἐπονειδίστων ἐνεργειῶν ἐγγινόμενα πάθη ἡδονὰς λέγεσθαι, οὐ πᾶσα ἡδονὴ ἀγαθόν, οὐδὲ πᾶσα ἀρετὴ δῆλον· καὶ ὅτι διαφερουσι φέρουσι τῷ εἴδει καὶ οὔκ εἰσι πᾶσαι ὁμοειδεῖς, δῆλον καὶ τοῦτο. Τί δ’ ἐστὶν ἢ ποῖόν τι, καταφανέστερον γένοιτ’ ἂν ἀπ’ ἀρχῆς ἀναλαβοῦσι. Σαλεύσας τοὺς λέγοντας λόγους μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ἐντεῦθεν ζητεῖ τὴν φύσιν καὶ τὴν οὐσίαν αὐτῆς τί ἐστιν. ἐξ αὐτῆς γὰρ γνωσόμεθα καὶ πότερον ἀγαθόν ἐστιν ἢ φαῦλον· καὶ γὰρ καὶ ἐπὶ τοῦ χρόνου εὑρὼν τί ἐστιν, οὕτως εὗρε καὶ ὁποῖόν τί ἐστιν. ἢ οὖν ὃ λέγει τοιοῦτόν ἐστι· πρῶτον δεῖ ἡμᾶς εὑρεῖν τὸ τί ἐστι καὶ τίς ἡ φύσις, ἤτοι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι αὐτῆς, εἶθ’ οὕτως ὁποῖόν τί ἐστιν, οἷον ἀγαθὸν ἢ φαῦλον οἱ γὰρ εἰρημένοι λόγοι οὐδὲν μᾶλλον ἀγαθὸν ἢ φαῦλον αὐτὴν ἀπέφαινον), ἢ τὸ τί ἐστιν ἀντὶ τοῦ τῶν ἁπλῶν ἐστιν εἴρηται καὶ καθ’ αὑτὰ νοουμένων, ὁποῖόν ἐστιν ἡ ὅρασις καὶ ἡ ὄσφρησις, ἢ μᾶλλον ὁποῖόν ἐστι τὸ λευκόν, τὸ μέλαν. τὸ δὲ ποῖόν τι εἶπεν ἀντὶ τοῦ ἢ τῶν ἐξ ἀνάγκης σὺν ἄλλοις νοουμένων, οἷά ἐστι τὰ ἐν ὡρισμένοις ὑποκειμένοις ὄντα, ὡς ἡ σιμότης, ὡς τὸ περιττόν, ὡς τὸ ἀπλατές. λευκὸν μὲν γὰρ χωρίς τινος ὡρισμένου ὑποκειμένου νοεῖν δυνάμεθα, σιμότητα δὲ δίχα ῥινὸς ἢ περιττὸν ἢ ἀπλατὲς χωρὶς ἀριθμοῦ καὶ γραμμῆς οὐ δυνάμεθα. ζητητέον οὖν καὶ περὶ ἡδονῆς· τῶν ἐν ἀορίστοις ὑποκειμένοις τὸ εἶναι ἐχόντων ἐστὶν ἢ τῶν ἐν ὡρισμένῳ; δείξει δέ, ὅτι τῶν ἐχόντων τὸ ὑποκείμενον ὡρισμένον ἐστί, τὸ δ' ὑποκείμενον αὐτῇ ἐστιν ἡ τῆς ψυχῆς ἐνέργεια. ἐπὶ γὰρ ταῖς κτὰ φύσιν ἐνεργείαις ἔστι τε καὶ οὐκ ἔστι. διὸ καὶ δοκεῖ ἐνέργεια εἶναι, λέγω δὴ διὰ τὸ ἅμα ταῖς ἐνεργείαις παρεῖναί τε καὶ ἀπεῖναι καὶ διὰ τὸ ὥσπερ ἑκάστην τῶν ἐνεργειῶν ἐν ἑκάστῳ τῶν ἐν τῷ χρόνῳ νῦν ὅλην τε καὶ τελείαν εἶναι, ὡς μαθησόμεθα, οὕτως καὶ τὴν ἡδονήν. Δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθ’ ὁντινοῦν χρόνον τελεία 169v λεία εἶναι. Χρόνον τὸ ἀπλατὲς νῦν εἴρηκεν ὡς τοῦ χρόνου τι ὄν. ἐν ἑκάστῳ γὰρ νῦν τὸ ὁρᾶν τέλειόν ἐστι καὶ κατ’ ἐνέργειαν ὑφεστώς. εἰ γὰρ ἐν χρόνῳ τινὶ τόδε τι ὁρῶμεν, ἀλλ’ ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μερῶν καὶ ἐν αὐτῷ τῷ ἀτόμῳ νῦν παντελῶς αὐτὸ βλέπομεν καὶ οὐ δέχεταί τι ἡ ὅρασις, ὃ οὐκ εἶχεν ἐν τῷ προτέρῳ νῦν, ἐν τῷ μετὰ ταῦτα νῦν. ὅλη γὰρ ἅμα πάρεστι καὶ τὸ εἶναι αὐτῆς οὐκ ἀτελές. ὡς οὖν ἡ ὅρασις οὕτω καὶ ἡ ἡδονή. οὐδὲ γὰρ ἡ ἡδονὴ οἷον σωρεία τίς ἐστι καὶ ἐπισύνθεσις πολλῶν ἡδονῶν, οὐδὲ μενούσης τῆς προτέρας ἡ δευτέρα ἐπιγίνεται καὶ μετ’ αὐτὴν ἡ ἐφεξῆς, καὶ τά τε προηγούμενα καὶ τὰ ἑπόμενα μέρη πά- ρεστιν αὐτῇ ἅμα, ὥσπερ ἐπὶ τῆς ἐκβαλλομένης εὐθείας μενόντων τῶν προτέρων μερῶν ἐφίσταται τὰ δευτέρα καὶ οὕτω τελειοῦται ἡ γραμμή, ἀλλ’ ἐν ἅπασι τοῖς νῦν παντέλειός ἐστι καὶ οἵα ἦν ἐν τῷ προτέρῳ τοιαύτη καὶ ἐν τῷ ἐφεξῆς καὶ ἐν τῷ μετ’ αὐτὸ καὶ ἐν τῷ μετὰ τοῦτο, καὶ ἡ αὐτὴ καὶ μία ἐστὶν ἐν ἅπασι τοῖς νῦν. καὶ ταῦτα μὲν προλελέχθω πρὸς σαφήνειαν τῶν ῥηθησομένων. ὃ δὲ βούλεται συνάγειν ἐστίν, ὅτι ἐπεὶ ἡ ἡδονὴ τρόπον τινὰ ἐνέργειά ἐστι διὰ τὸ ἐπὶ ταῖς ἐνεργείαις συνίστασθαι, οὐκ ἔστι δὲ ἡ ἐνέργει γένεσις, οὐδ’ ἄρα ἡ ἡδονὴ γένεσίς ἐστιν. ἀλλὰ πόθεν δῆλον ὅτι ἡ ἐνέργεια οὐκ ἔστι γένεσις; ἢ ἐκ τοῦ τὴν μὲν γένεσιν, ἕως ἄν τὸ γινόμενον γίνηται, ἀτελῆ τυγχάνειν, τὴν δὲ ἐνέργειαν καθ’ ἕκαστον νῦν ὅλην καὶ παντέλειον. οὐ γὰρ ἐνδεῖ τι τῇ ὁράσει ἐν οὐδενὶ τῶν νῦν, ὃ ἐς ὕστερον αὐτῇ προστεθὲν τελείαν ποιεῖ, ἀλλὰ τὸ αὐτὸ ὡσαύτως ὁρᾷ νῦν καὶ πρότερον· τέλειος γὰρ καὶ ἀεὶ ὅλη ὑφέστηκεν· ὁμοίως καἰ ἡ ἡδονή· καὶ τοῦτο γινώσκουσιν ὅσοι ἐφιστάνουσι τῷ πάθει. ὥστε καὶ ἡ ἡδονὴ τρόπον τινὰ ἐνέργειά ἐστι καὶ οὐ κίνησις ἢ γένεσις. ἐν χρόνῳ γὰρ πᾶσα γένεσις καὶ κίνησις καὶ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προβαίνει. οὐ γὰρ ὃ βεβαδίκαμεν ἐκ Θηβῶν Ἀθήναζε βαδίζοντες, τοῦτο αὖθις βαδίξομεν, ἀλλ’ ἄλλο μὲν βεβαδίκαμεν ἐν τῷ παρεληλυθότι, ἄλλο δὲ βαδίζομεν, οὐδ’ ἔστιν ὅλη ὁμοῦ ἡ ἐκ Θηβῶν Ἀθήναζε βάδισις ἀλλ’ ἕτερον καὶ ἕτερον αὐτῆς μέρος. τοιαῦται γὰρ πᾶσαι αἱ ἀτελεῖς κινήσεις. πᾶσαι τοίνυν αἱ εἰς τέλος προβαίνουσαι κινήσεις ἀτελεῖς εἰσι. τῆς γὰρ συμπάσης οἰκοδομήσεως, ἐν ᾗ ὅλη ἡ οἰκεία ἀπηρτίσθη, τὰ μέρη ἀτελῆ εἰσι· τέλειος δὲ ἡ ὅλη. ὡς γὰρ τὰ μέρη τῆς οἰκίας πρὸς τὴν ὅλην οἰκίαν ἀτελῆ, οὕτω καὶ ἡ τοῦ θεμελίου οἰκοδόμησις καὶ ἡ τοῦ τοίχου καὶ ἡ ἑκάστου τῶν μερῶν πρὸς τὴν ὅλην οἰκοδόμησιν, ἐν ἡ ἡ ὅλη ἀπηρτίσθη καὶ τέλος ἀπείληφεν, ἀτελεῖς εἰσιν, αἵτινες, φησίν, εἰσὶ καὶ ἕτεραι τῷ εἴδει ἀλλήλων καὶ τῆς ὅλης. ὡς γὰρ ὁ θεμέλιος ἕτερος τῷ εἴδει τοῦ τοίχου καὶ οὗτος τῆς οἰκίας, οὕτω καὶ ἡ τοῦ θεμελίου γένεσις ἑτέρα τῆς τοῦ τοίχου καὶ ἀμφότεραι τῆς γενέσεως τῆς ὅλης οἰκίας. ῥάβδωσιν δὲ κίονος λέγει τὴν κατὰ μῆκος τοῦ κίονος πῆξιν, ἥτις γίνεται ὅταν πρὸς ὀρθὰς γωνίας ἵσταται· καὶ ἔστι τελεία καὶ ὅλη γένεσις ἡ τοῦ ὅλου καὶ παντελείου ναοῦ, αἱ δὲ τῶν μερῶν ἀτελεῖς. τρίγλυφα δέ ἐστι τὰ τριχὰ ἐν τοῖς πέρασιν ἐγγεγλυμμένα ξύλα καλοῦσι δ’ αὐτὰ οἱ πολλοὶ μοῦτλα)· ὧν καὶ αὐτῶν τριγλύφων ἡ κίνησις ἢ γένεσις διαφέρει τῆς γενέσεως, ἐν ᾗ πᾶς ὁ ναὸς τέλος ἀπει- λήφει. διαιρεῖ δὲ τὴν φορὰν ὡς καὶ ἐν τῇ Περὶ ζῴων πορείας εἰς πτῆσιν καὶ βάδισιν καὶ ἅλσιν· καὶ λέγει μὴ μόνον ἑτέραν εἶναι τὴν βάδισιν τῆς πτήσεως, ἀλλὰ καὶ ἐν τῆ βαδίσει ἄλλην εἶναι ἀποφαίνεται καὶ ἄλλην ἑκάστην τῶν μερῶν αὐτῆς. ἥ τε γὰρ ἐν τῷ τρίτῳ μέρει τοῦ σταδίου βά- δισις ἑτέρα τῆς ἐν τῷ ἡμίσει μέρει βαδίσεως καὶ αὕτη τῆς ἐν τῷ διμοίρῳ καὶ αἱ τρεῖς τοῦ ἐν ὅλῳ χωρὶς ἑκάστη καὶ ἑκάστη. ὁμοίως καὶ ἡ ἐν τῇ γραμμῇ τῇ ἐν τῷ θεάτρῳ βάδισις πᾶσα γὰρ γραμμὴ ἐν τόπῳ) ἑτέρα τῆς βαδίσεως τῆς γεγονυίας ἐν τῇ γραμμῇ τῇ ἐν ἀγορᾷ. ἀλλὰ περὶ κινή- σεως δι’ ἀκριβείας εἰρῆσθαι λέγει ἐν τοῖς Περὶ κινήσεως, ἤτοι τῷ ἕκτῳ καὶ ἑβδόμῳ καὶ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως. ἰστέον δέ, ὅτι τὰς μὲν κινήσεων πρὸς ἀλλήλας ἑτερότητας καὶ διαφορὰς παρέστησεν ἀπὸ διαφορᾶς τῶν μορίων οἷς κινούμεθα, οἷον ποδῶν καὶ πτερύγων τὴν βάδισιν καὶ πτῆσιν, τὴν δ’ ἅλσιν ἀπὸ τρόπου τῆς κινήσεως, τὰς δὲ γενέσεις ἁπλῶς ἀπὸ τῶν μορίων τῆς διαφορᾶς καὶ τοῦ ὅλου. εἶπε δὲ διαφέρειν οὐ παρέρ- γως ἀλλ’ εἰς ἔνδειξιν τοῦ καὶ τὰς ἡδονὰς διαφέρειν κατὰ τὰς ἐνεργείας, τὰς δ’ ἐνεργείας κατὰ τὰ ἐνεργοῦντα. καὶ ὥσπερ ἡ οἰκοδόμησις οὐ κεχώρισται τοῦ οἰκοδομουμένου ἀλλ’ ἅμα τέ ἐστιν οἰκοδομούμενον καὶ οἰκοδόμησις οὐ γὰρ ἐνδέχεται οἰκοδομούμενον μὲν εἶναι, οἰκοδόμησιν δὲ μὴ εἶναι), οὕτω καὶ ἅμ τῇ κατὰ φύσιν ἐνεργείᾳ ἀνεμποδίστῳ ἐστὶν ἡδονή, καὶ ἅμα τῇ ἡδονῇ ἡ κατὰ φύσιν ἀνεμπόδιστος ἐνέργεια. Ἔοικε δ’ οὐκ ἐν ἅπαντι χρόνῳ τελεία εἶναι, ἀλλ’ αἱ πολλαὶ ἀτελεῖς. |Τὸ πολλαὶ πρόσκειται διὰ τὰς κυκλοφορίας. αὗται γὰρ αἱ κινήσεις ἀεὶ ἐν τέλει, καὶ εἴρηται πῶς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγματείας. οὐκ ἔστιν οὖν ἡ ἐπ’ εὐθείας κίνησις ἐν ἅπαντι τῷ χρόνῳ τελεία ἀλλὰ διαφέρουσιν αἱ τῶν μερῶν κινήσεις τῷ εἴδει, καὶ εἰσὶν ἀτελεῖς ὡς πρὸς τὴν ὅλην. διαφέρουσι δὲ αἱ τῶν μερῶν, ὅτι καὶ ἡ ἀρχή, ὅθεν ἤρξατο κινεῖσθαι τὸ κινούμενον, διαφέρει τοῦ τέλους, ἐν ᾧ ἠρέμησεν. εἰ δ’ ἡ ἀρχὴ καὶ τὸ τέλος διαφέρουσιν, δῆλον ὅτι καὶ τὸ μέρος τὸ ἐγγύτερον τῆς ἀρχῆς ἕτερόν ἐστι τοῦ πορρωτέρω τῆς ἀρχῆς, τοῦ δὴ καὶ ἐπὶ τέλους. τὰ μὲν οὖν μέρη τῆς κινήσεως διαφέρει, διὸ πρὶν ἂν ἅπαντα αὐτῆς τὰ μέρη γίνηται, ἀτελής ἐστι· τῆς δ’ ἡδονῆς, ὡς εἴρηται, τέλειον ἐν ἅπασι τοῖς τοῦ χρόνου μέρεσι τὸ εἶδος καὶ ἔστι τῶν ὅλων τι καὶ τελείων ἡ ἡδονὴ καὶ οὐ τῶν κατ’ ἐπισύνθεσιν μέρους καὶ αὗθις ἕτερον τὸ εἶδος καὶ τὴν τελειότητα λαμβανόντων. τὸ δὲ δῆλον δὲ ὡς ἕτερά τ’ ἂν εἴη ἀλλήλων, περὶ τῆς ἡδονῆς εἶπε. δῆλον γάρ, φησίν, ὅτι ἡ ἡδονὴ ἑτέρα ἐστί καὶ τῶν κινήσεων καὶ τῶν γενέσεων. δόξειε δ’ ἂν τοῦτο καὶ ἐκ τοῦ μὴ ἐνδέ- χεσθαι κινεῖσθαι μὴ ἐν χρόνῳ. οὐ χρόνον τὸ ἄτομον εἶπε νῦν. δέδεικται δ’ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τῷ ἕκτῳ βιβλίῳ, ὅτι ἐν τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν οὔτε κινεῖσθαί τι οὔτε ἠρεμεῖν δύναται, ἀλλ’ οὐδὲ γίνεσθαι ἢ φθείρεσθαι. εἰ οὖν ἐν τῷ ἀτόμῳ νῦν ἥδεσθαι ἐνδέχεται, ἤτοι εἰ ἐν αὐτῷ ἐστι τέλειος ἡ ἡδονή, κινεῖσθαι δὲ ἢ γίνεσθαι οὐχ ἐνδέχεται, οὐκ ἔστιν ἡ ἡδονὴ κίνη- -. ’o σις ἢ γένεσις. εἰ οὖν ἐν μιᾷ ὅλῃ ὥρᾳ τις διετέλεσεν ἐν περιχαρείᾳ, ἐν ταύτῃ δὲ τῇ ὥρᾳ ἐγένετό τι, τὸ μὲν γινόμενον ἐν ἅπασι καὶ τοῖς μέρεσι καὶ τοῖς νῦν τῆς ὥρας ἀτελὲς ἦν, ἐν ἑκάστῳ δὲ τούτων παντέλειος καὶ ὅλη ὑπῆρχεν ἡ ἡδονή. οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ κίνησις ἢ γένεσις. ἡ μὲν οὖν διάνοια τοιαύτη· ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ πάντων ταῦτα λέγε- τᾶι λείπει ἡ ‘κατὰ’ πρόθεσις, ἵν’ ᾖ ικτὰ πάντων ταῦτα λέγεται.’ λέγει δὲ τ ῦτ τὴν κίνησιν καὶ τὴν γένεσιν. οὐ γὰρ κατὰ πάντων κατηγορεῖται ἡ κίνησις καὶ ἡ γένεσις ἀλλὰ κατὰ τῶν μεριστῶν καὶ μὴ ὅλων· ἔστι δὲ με- ριστὰ καὶ μὴ ὅλα τὰ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον διὰ γενέσεως ἰόντα καὶ μὴ ἐν τῷ νῦν ὅλον τὸ εἶναι ἔχοντα. οὔτε δὲ ἡ ἡδονὴ ἐν χρόνῳ γί- νεται ὡς ἡ οἰκία οὔθ’ ἡ ὅρασις οὔθ’ ἡ στιγμὴ ἀλλ’ ἐν τῷ νῦν· ὁμοίως καὶ ἡ στιγμὴ καὶ ἡ ἁφή ἐστιν καὶ οὐκ ἔστιν· ὡς καὶ τοῦτο δέδεικται ἐν τοῖς θερὶ κινήσεως. τὸ οὖν οὐκ ἔστι δὴ οὐδὲ τούτων τῆς στιγμῆς καὶ τῆς μονάδος κίνησις ἢ γένεσις ταὐτόν ἐστι τῷ οὐδὲ αὗται διὰ κινήσεως ; «)ἢ γενέσεως ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι ἔρχονται. καὶ ἡ μὲν αἴσθησις αὐτή, ἤτοι ἡ ὅρασις, ἀντίληψίς ἐστιν ὁρατοῦ καὶ χρόνῳ συιuτͅαρατείν-:ται. οὐ γὰρ ἅμα τῷ ἰδεῖν τι εὐθὺς καὶ ἀφιστάμεθα τοῦ βλέπειν, ἀλλ’ ἔστι ὅτε μέχρι τινὸς διατελοῦμεν ὁρῶντες, <ὃ πρώτως ἐν τῷ ἀτόμῳ νῦν τελοῦντες εᾑομεν· κτὰ τοῦτο οὖν, λέγω δὴ καθὸ χρόνον τινὰ διατελοῦμεν ὁρῶντες,> τὸ ὁρατὸν ἐν χρόνῳ καὶ ἐν κινήσει ἐστὶν ἡ ὅρασις. πάσης οὖν αἰσθή- σεως πρὸς τὸ αἰσθητὸν ἐνεργούσης χρόνος καὶ κίνησις συνεπινοεῖται αὐτῆς τῆς ὁράσεως ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσι τελείας οὔσης. μήποτ’ οὖν ἐλλιπής ἐστιν ἡ λέξις ἡ α ἴ’ σ θ ἡ σε ω ς δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, καὶ λείποι ἄν τὸ οὐκ ἔστι κίνησις οὐδὲ γένεσις, καὶ δεῖ προσθέντας ὁμοίως αὐτὸ καὶ ἐν τῷ αἰσθήσεως προσυπακούσαντας τοῦ ῾οὔ᾿ ἀρνητικοῦ μορίου καὶ τοῦ ῾δὲ᾿ συνδέσμου τὴν ὅλην λέξιν τοιαύτην τινὰ ποιεῖν ῾οὐδὲ αἰσθήσεως πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης ἐστὶ κίνησις ἢ γένεσις.’ οὔτε γὰρ ἡδονῆς ἐστιν, ὡς εἴρηται, γένεσις οὔτ’ αἰσθήσεως τῆς κατ’ ἐνέργειαν. ἢ τὸ λέγομεν διὰ τοῦ αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης τοιοῦτον ἂν εἴη· πάσης αἰσθήσεως οὐ τῆς ἐν ἕξει θεωρουμένης ἀλλὰ τῆς κατ’ ἐνέργειαν καὶ ἤδη περὶ τὸ οἰκεῖον ἐνεργούσης αἰσθητόν ἐστιν οἰκεία ἡδονή. δεῖ γὰρ προσυπακούειν τοῦ ἔστιν οἰκεία ἡδονή. πάσῃ γὰρ τῇ κατ’ ἐνέργειαν αἰσθήσει ἀνεμποδίστως καὶ κατὰ φύσιν ἐνεργούσῃ περὶ τὸ οἰκεῖον αἰσθητὸν συμπέπλεκται οἰκεία ἡδονή· καὶ ἔστιν ἄλλη μὲν ἡ τῷ ὁρᾶν συνοῦσα ἡδονὴ καὶ ἑτέρα ἡ τῷ ὀσφραίνεσθαι καὶ ἑτέρα ἡ τῷ γεύεσθαι. καὶ χρὴ ἀντὶ τοῦ δέ συνδέσμου τὸν ῾δή᾿ σύνδεσμον γράφειν, οἷον ῾αἰσθήσεως δὴ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης᾿ ,καὶ εἴη ἄν ὃ λέγει δυνάμει τοιοῦτον· δῆλον δὴ ἐκ τῶν εἰρημένων, ὅτι πάσῃ τῇ κατ’ ἐνέρ- γειαν αἰσθήσει ἀνεμποδίστως ἐνεργούσῃ συνέζευκταί τις ἡδονή. καὶ ἐπεὶ καθ’ ἕκαστον μέρος χρόνου καὶ καθ’ ἕκαστον νῦν ἡ ὅρασις ὅλη καὶ τελεία ἐστί, ὁμοίως δὲ καὶ ἡ ἡδονή, ταὐτὸν τρόπον τινά ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ σὺν αὐτῇ ἡδονῇ καὶ οὐ κεχώρισται αὐτῆς. εἰ δὲ ἀχωρίστως σύνεστιν αὐτῇ, δῆλον ὡς ἐκ πάσης αἰσθήσεως πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης, ἔστιν οἰκεία ἡδονή· καὶ ἡ ἐξήγησις αὕτη μᾶλλον συνᾴδουσα οἷς ἐφεξῆς ἐπάγει. τελείως δὲ τῆς εὗ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑπὸ τὴν αἴσθησιν κειμένων. Οὐ πάντα τὰ ὁρατὰ ἐπίσης εἰσὶ καλά, οὐδ’ ἐν ἅπασιν ὁμοίως ἐμφαί- νεται τὸ κάλλος καὶ ἀγλαία. |οὐ γάρ ἐστιν ἡ τοῦ οὐρανοῦ διακόσμησις οὕτως ἀποτετορωευμένη πανταχόθεν, καὶ μετὰ πάσης εὐμετρίας καὶ εὐτα- ξίας ἀπειργασμένη ἐπίσης καλὴ τῇ χρυσίνῃ ἢ ξυλίνῃ σφαίρα, οὐδὲ ἡ τοῦ ἡλίου φωταγωγὸς δύναμις τὰ πάντα καταυγάζουσα καὶ τῆς οἰκείας πληροῦσα αἴγλης ὡσαύτως ἐστὶ καλὴ καὶ ἡ ἀπὸ τῆς σελήνης φωταυγία· ἀλλ’ οὐδὲ ὁ ταὼς καὶ ὁ κολοιός· οὐδ’ αὖ τῆς αὐτῆς μετέχουσι καλλονῆς καὶ ὡραιότητος ὅ τε διεξοδικὸς λόγος ἔστι γὰρ καὶ ἐν λόγοις κάλλους ἰδέα) καὶ ἡ διαστηματικὴ φωνὴ ἡ θεωρουμένη ἐν ἅπασι τοῖς μουσικοῖς μέλεσι καὶ ῥυθμοῖς. τοῦτο δὴ καὶ ἐπὶ τῶν γευστῶν αἰσθητῶν καὶ ὀσφρητῶν καὶ ἁπτῶν ἔστιν εὑρεῖν. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἄδηλόν ἐστιν, ὅτι οὐχ ὁμοίως ἔλκουσι πάντα τὰ αἰσθητὰ πρὸς ἑαυτὰ οὐδ’ ὁμοίως θέλγουσι καὶ κινοῦσι καὶ εὐφραίνουσιν αὐτάς. οὐδ’ ὡσαύτως ἐπιγηθεῖ τις ὁρῶν σῶμα ἐν συμμετρίᾳ ὂν τῶν μερῶν πρὸς ἄλληλα μετὰ τῆς εὐχροίας καὶ τὸ ἐναντίον τούτῳ, ἀλλὰ δῆλον ὡς ἐκ τῶν καλλίστων ὁρατῶν ἄλλη τις ἐπιγίνεται ταῖς ἐνεργείαις ἡδονή, ἐκ δὲ τοῦ μετ’ αὐτὰ ἄνη. ὁμοίως καὶ ἐπὶ τῶν ἀκουστῶν. λέγει τοίνυν ὅτι πάσῃ τῇ κατ’ ἐνέργειαν αἰσθήσει γειάν ἐστιν ἤδη πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργοῦσα, οἷον ἡ νὺν ὁρῶσα τὸ ὁρατὸν καὶ γευομένη τοῦ γευστοῦ, πάσῃ δὲ τῇ κατ’ ἐνέργειαν αἰσθήσει> ἕπεται ἡδονή, καὶ πᾶσα αἴσθησις ἀντιλαμβανομένη τοὺ οἰκείου αἰσθητοῦ ἥδεται, τελείως δὲ ἐνεργοῦσα ἐνεργεῖ δὲ τελείως ἡ εὖ διακειμένη, εὗ δὲ διάκειται, ἧς τὸ οἰκεῖον αἰσθητήριον ὑγιαίνει), τελείως οὗν καὶ ἀνεμποδίστως καὶ κατὰ φύσιν ἐνεργοῦσα τελείως καὶ ἥδεται καὶ μάλιστα ἥδεται, ὅταν ἀντιλαμβάνηται τοῦ καλλίστου τῶν οἰκείων αἰσθητῶν. ἄν τε γὰρ τὸ ὁρώμενον τὸ κάλλιστον ὑπάρχῃ τῶν ὁρατῶν, μὴ καλῶς δὲ καὶ ἀμέμπτως ἡ ὅρασις ἀντιλαμβάνηται αὐτοῦ νοσοῦσα, οὐχ ἡσθήσεται τελείως, ἄν τε αὕτη εὖ διάκειται, τὸ ὁρώμενον δὲ μὴ εἴη κάλλιστον, οὐδ’ οὕτως ἡ ἡδονὴ τε- λεία ἔσται. λέγει δὲ τελείαν αἴσθησιν, ἥτις ἐπίτασιν οὐκ ἐπιδέξασθαι δύ- ναται. ὡς γὰρ τελείως θερμὸν λέγεται τὸ ἄκρως θερμὸν οἷον τὸ πῦρ, οὗ θερμότερον ἐπινοῆσαί τις οὐ δύναται, οὕτω καὶ τελεία ἡδονή ἐστιν, ἧς οὐκ ἔστι σφοδροτέρα οὐδὲ πλέον ταύτης τέρπειν δυναμένη. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη· ἡ δὲ λέξις ἡ λέγουσα τοιοῦτον δὲ μάλιστα δοκεῖ ἡ τελεία ἐνέργεια σημαίνοι ἂν ὅτι ἡ τελεία ἐνέργεια ἡδίστη δοκεῖ· καὶ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ ὄντως ἡδίστη ἐστίν. αἱ δὲ ἀτελεῖς τὸ ἡδὺ μὲν ἔχουσι καὶ ἡδεῖαι μέν εἰσιν, ἥδισται δὲ οὔκ εἰσιν, ἀλλὰ κἀν ἀτελεῖς εἰσιν, ὅμως ἐκεῖνο τὸ τότε παρὸν τῆς ἐνεργείας καὶ τὸ τῆς ἐπ’ αὐτῇ ἡδονῆς ἐν ἅπασι τοῖς τοῦ χρόνου ἐκείνου μορίοις ὅλον τι καὶ ὡς τέλειόν ἐστιν. ὡς γὰρ ἀπὸ ἐλάττονος ἕξεως μείζων ἕξις γίνεται καὶ ὅμως εἰσὶ καὶ λέγονται ἀμφότεραι ἕξεις καὶ ἡ μείζων καὶ ἡ ἐλάττων, καὶ κατ’ αὐτὸ τοῦτο καθὸ ἕξεις τέλειαί εἰσιν, οὕτω καὶ ἡ ἐλάττων ἡδονὴ καὶ ἡ μείζων ὡς ὅλαι τινὲς καὶ ὡς τέλειαι θεωροῦνται ἐν ᾧ χρόνῳ κατ’ αὐτὰς ἡδόμεθα. Αὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἢ ἐν ᾧ ἐστι, μηθὲν διαφερετω. ᾿Επεὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ ἡ κατ’ ἐνέργειαν ἡδονὴ ἡμεῖς ἐσμεν οἱ αἰσθανόμενοι καὶ ἡδόμενοι, αὐτὸς δὲ τὴν αἴσθησιν ἔλεγεν ἐνεργεῖν καὶ ἥδεσθαι, φησὶν οὐδὲν διαφέρειν, εἴτε τὴν αἴσθησιν αὐτὴν λέγει τις ἐνεργεῖν καὶ ἥδεσθαι εἴτε τὸ ζῷον ἐν ᾧ αἴσθησις. ὅταν γὰρ ὁ ὁρῶν κατὰ ταύτην τὴν αἴσθησιν ἔχῃ εὖ καὶ περὶ τὰ κάλλιστα τῶν ὁρατῶν ἐνεργῇ, τελείως ἐνεργεῖ καὶ τελείως ἥδεται. αἱ γὰρ ἀπὸ τῶν τελειοτάτων ἐξεῶν ἐνέργειαι καὶ περὶ τὰ κάλλιστα τῶν ὑπ’ αὐτὰς αἰσθητῶν γινόμεναι τελειότα- ταί εἰσι καὶ ἥδισται. καθ’ ἕκαστον δὴ τῶν αἰσθανομένων, ὅταν ἄριστα διάκειται καὶ εὖ ἔχῃ, ὄντος δηλονότι καὶ τοῦ αἰσθητοῦ βελτίστου, βελτίστη lo καὶ ἡ ἐνέργεια, ἥτις βελτίστη ἐνέργεια καὶ τελειοτάτη ἐστίν, ὥστε καὶ ἡδί- στῆ. τὸ γὰρ βέλτιστον καὶ τελειότατον καὶ ἥδιστον. τῆς μὴν δὴ τελει- οτάτης ἕξεως (λέγει δὲ τελειοτάτην τὴν ἐσχάτην καὶ παντέλειον καἰ ἧς οὐκ ἔστιν ὑπερβολή), ταύτης οὖν ἡ ἐνέργεια, ὅταν γίνηται περὶ τὸ κάλλι- ’στὸν τῶν ὑπ’ αὐτήν, ἡδίστη καὶ τελειοτάτη ἐστί. τῆς τελείας δέ (λέγει δὲ τελείαν τὴν μήπω τὸ ἔσχατον καὶ τελειότατον εἶδος οὖσαν, ἥτις ἕξις μέν ἐστιν ὡς ἐχομένη καθάπερ τι εἶδος, οὖσα δὲ ὁδὸς πρὸς τὴν τελείαν ἕξιν) καὶ ἡ ἐνέργεια ἡδεῖα μέν ἐστιν, ἡδίστη δ’ οὐκ ἔστιν. ὡς οὖν ἐπὶ τῶν αἰσθήσεων, οὕτω καὶ ἐπὶ τῆς διανοίας καὶ τῆς θεωρίας. εἴη δ’ ἂν λέγων διάνοιαν τὴν ἐπιστημονικὴν γνῶσιν, θεωρίαν δὲ τὴν νοερὰν ζωὴν καὶ ἐνέργειαν. καὶ γὰρ καὶ ἐν τούτοις ἐστὶ τὸ μᾶλλον καὶ ἧττον. καὶ οἱ μέν εἰσι τὰς ἕξεις παντέλειοι, οἱ δὲ ὑπ’ ἐκείνους· ὥστε καὶ ἐνεργή- σουσι κατὰ τὴν ὑπεροχὴν η τὴν ὕφεσιν τῶν ἕξεων. ἄλλως γὰρ ἐνεργήσει ὁ τὴν αἴσθησιν ἀφεὶς κάτω καὶ εἰς ἑαυτὸν στραφεὶς καὶ τῆς τοιαύτης ἐπι- στροφῆς τοῖς νοητοῖς ἑαυτὸν ἐνιδρύσας, καὶ ἄλλως ὁ ἔξω βλέπων καὶ αγλως ὁ ἐκ προτάσεως εἰς ἐπιφορὰς ἐπανιών. ὥστε καὶ διάφοροι αἱ τούτων ἡδοναὶ καὶ οὐχ αἱ αὐταὶ ἔσονται. καὶ ἔστιν ἡ μὲν νοερὰ ζωὴ τελειοτάτη καὶ ἡδίστη, αἱ δ’ ἄλλαι τέλειοι καὶ ἡδεῖαι, ἥδισται δὲ οὐδαμῶς. τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή. οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ καὶ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις, σπου- δα̣ῖα ὄντα. |To αἰσθητὸν καὶ ἡ αἴσθησις ἐκ παραλλήλου κεῖται. ἔθος γὰρ, τῷ Ἀριστοτέλει καὶ τὰ τεχνητὰ τέχνας καλεῖν καὶ τὰ αἰσθητὰ αἰσθήσεις. λείποι δ’ ἄν τῇ λέξει τὴν αἴσθησιν. καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· οὐ τὸν αὐτὸν δὲ τρόπον τελειοῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καὶ τὴν αἴσθησιν τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις. μήποτε δὲ χρὴ ἀντὶ τοῦ καὶ ἡ αἴσθησις γράφειν τὴν αἴσθησιν, ἵν’ ᾖ ἡ λέξις τοιαύτη· τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή· οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ καὶ τὸ αἰσθητὸν τὴν αἴσθησιν. κἄν οὕτως ἔχοι, οὐδὲν ἂν ἐλλείποι. ἀλλὰ πῶς τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν; ἡ δηλονότι ὡς ἄγον αὐτὴν ἀπὸ τῆς δυνάμεως εἰς τὸ ἐνεργεῖν καὶ ποιοῦν αὐτὴν ἐνέργειαν, δυνάμει οὖσαν πρότερον πρὸ τοῦ ἀντιλαμβάν-ασθαι αὐτοῦ. ἡ γὰρ κατ’ ἐνέργειαν αἴσθησις, ὡς ἐν τῷ Περὶ ψυχῆς δέδεικται, ταὐτόν ἐστι τῷ κτ ἐνέργειαν αἰσθητῷ, ἤτοι ταὐτόν ἐστιν τῷ εᾑει τῷ ἐν τῇ ὕλῃ ὄντι. ἔστι γὰρ ἡ αἰσθητικὴ ψυχὴ δύναμις, καθ’ ἣν τὸ ἔχον αὐτὴν οἷόν τέ ἐστιν ὁμοιούμενον τοῖσδε τοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά. καὶ ὥσπερ ἡ θρεπτικὴ δύναμις τροφῆς δεῖται πρὸς τὸ ἐνεργεῖν περὶ γὰρ τὴν τροφὴν ἡ ἐνέργεια αὐτῆς), οὕτως ἡ αἰσθητικὴ δύναμις δεῖται τῶν αἰσθητῶν. περὶ γὰρ ταῦτα ἡ ταύτης ἐνέργεια καὶ τούτοις τῶν αἰσθητῶν ἐστιν ἀντιληπτικὴ καὶ κριτική. διὸ μὴ παρόντων αὐτῶν οὐκ ἐνεργεῖ, ἀλλ’ ἐστὶ δυνάμει αἴσθησις καὶ ἀνάλογον ἔχουσα τοῖς ἔχουσι μέν τινα ἐπιστήμην, μὴ ἐνεργοῦσι δὲ κατ’ αὐτήν. ὁμοίως γὰρ ἐκεῖνοι δυνάμει ἐπιστήμονες καὶ ἡ ἀνενέργητος αἴσθησις, ἤτοι αὐτὸ τὸ αἰσθητικὸν ζῷον. ὡς γὰρ ἡ ἐπιστήμη αὐτός ἐστιν ὁ ἐπιστήμων, οὕτω καὶ αἴσθησις αὐτός ἐστιν ἐν ᾧ ἐστιν ἡ αἴσθησις· οὗτος γάρ ἐστιν ὁ κατ’ αὐτὴν ἐνεργῶν. ἐν πᾶσι γὰρ τὰ τὰς δυνάμεις καὶ τὰ τὰς ἕξεις ἔχοντά εἰσι τὰ ἐνεργοῦντα κατ’ αὐτάς. ὥστε τὸ λέγειν, ὅτι τὸ αἰσθητὸν τὴν δυνάμει αἴσθησιν εἰς ἐνέργειαν ἄγει, ταὐτόν ἐστι τῷ λέγειν, ὅτι τὸν ἔχοντα τὴν αἴσθησιν καὶ μὴ ἐνεργοῦντα, ἀλλὰ δυνάμει ὄντα αἰσθητικὸν ἐνεργείᾳ, ποιεῖ αἰσθητικὸν καὶ τελειοῖ αὐτόν· τέλος δὲ δυνάμεως καὶ οἷον εἶδος ἡ ἐνέργεια. διὰ γὰρ τὰς ἐνεργείας ἡμῖν ὑπὸ τοῦ δημιουργοῦ ἐδόθη ’σαν αἱ δυνάμεις, ἵνα ἐνεργῶμεν κατ’ αὐτάς. καὶ ἔστι τὸ αἰσθητὸν ἐκτὸς αὐ- τοῦ τοῦ αἰσθανομένου καὶ ἐνεργοῦντος καὶ πρότερον τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἡ δ’ ἡδονὴ οὔχ οὕτως ἔχει πρὸς τὴν ἐνέργειαν. οὐ γάρ ἐστιν ἐκτὸς αὐτῆς οὐδὲ προτέρα ταύτης, ἀλλ’ ἅμα τε ἔστι καὶ οὐκ ἔστι, καὶ χω- ρισθῆναι τῆς ἐνεργείας, ἐφ’ ᾗ ἐστιν, οὐ δύναται. τελειοῦν δὲ λέγεται τὴν ἐνέργειαν ἡ ἡδονὴ ὡς συναύξουσα. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ τὸ γεωμετρεῖν ἐνεργείας καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν. ὡς γὰρ ὁ ἰατρός, φησί, καὶ ἡ ὑγίεια αἰτία τοῦ ὑγιαίνειν τὸ ζῷον, ἀλλ’ ὁ μὲν ἰατρὸς ἐκτός ἐστι τοῦ ὑγιαίνοντος καὶ πρότερος ᾗ ἰατρός ὅτε γὰρ ἐνόσει ὁ ὑπ’ αὐτοῦ ὑγιασθείς, ἰατρὸς μὲν ἦν ὁ ἰασάμενος τὸν νοσοῦντα, ὁ δὲ ὑγιασθεὶς ὑγιὴς οὐκ ἦν), ἡ δὲ ἡγέεια οὐκ ἐκτός ἐστι τοῦ ὑγιαίνοντος ἀλλ’ ἐν αὐτῷ ἐστιν ὡς μέρος ἢ ἕξις. ἐν γὰρ τῇ συμμετρίᾳ τῶν ἐν αὐτῷ χυμῶν ἡ ὑγίεια καὶ τὰ ὑγιαίνειν ἐστὶ καὶ σύνεστιν αὐτῷ ἀχωρίστως ἡ ὑγίεια, ἕως ἄν ὑγιαίνῃ, οὕτως καὶ ἡ ἡδονὴ συνυπάρχει τῇ ἐνεργείᾳ, ἐφ’ ᾗ γίνεται, ἕως ἄν ἡ ἐνέργεια σώζηται καὶ ἔστιν. ὡς οὖν ἄλλως μέν ἐστιν ὁ ἰατρὸς αἴτιος τοῦ ὑγιαίνειν τὸ ζῷον, ἄλλως δὲ ἡ ὑγίεια ὁ μὲν γὰρ τοῦ ἐπιγενέσθαι ἐν τᾷ ζῴῳ τὴν ὑγίειαν γέγονεν αἴτιος, ἡ δὲ ὑγίεια τοῦ κατὰ φύσιν καὶ ἀμέμπτως ἐνεργεῖν, καὶ ὁ μὲν κεχώρισται τοῦ ὑγιαίνοντος, ἡ δὲ σὺν αὐτῷ ὡς ἕξις τις αὐτοῦ ἢ εἶδος· τοῦ γὰρ ὑγιαίνοντος ᾗ ὑγιαίνων ἐστὶν εἶδος ἡ ὑγίεια, ὡς καὶ τοῦ λευκοῦ ᾗ λευκὸς τὸ λευκόν· οὔτε γὰρ λευκὸς δίχα λευκοῦ λευκὸς εἶναι δύναται οὔθ’ ὑγιαίνων δίχα ὑγιείας), οὕτω καὶ τὸ αἰσθητὸν καὶ ἡ ἡδονὴ οὐχ ὡσαύτως τελειοῦσι τὴν αἴσθησιν, ἀλλὰ τὸ μὲν αἰσθητὸν τελειοῖ αὐτὴν ὡς ἐκκαλούμενον καὶ ἄγον αὐτὴν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν, ἐκτὸς ὂν καὶ πρότερον τῆς ἐνεργείας τῆς περὶ αὐτό. ἀντιληπτικὴ γὰρ αὐτοῦ καὶ κριτικὴ γίνεται τότε. ἡ δὲ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν ὡς συναύξουσά τε καὶ συντηροῦσα 171v καὶ μένειν οἱονεὶ ἀναπείθουσα. ὅτι δὲ καθ’ ἑκάστην αἴσθησιν κατὰ φύσιν ἐνεργοῦσαν καὶ πρὸς τὸ κάλλιστον τῶν ὑπ’ αὐτὴν αἰσθητῶν ἕπεται ἡδονή, οἶμαι μηδένα ἀγνοεῖν. καὶ ἐπεὶ ἀντίκεινται τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις, ὡς τὰ πρός τι, καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰ- σθητὸν ἀνάγκη, ὅταν ἅμα ὧσι, τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν, τουτέστιν ἀνάγκη ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην. ὅτι δὲ τὸ πάσχον διττόν ἐστι, τό τε φθειρόμενον καὶ τὸ εἰς τελειότητά τινα καὶ εἶδος καὶ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ἀγόμενον, τῶν καθωμιλημένων ἐστί, καὶ ὅτι τὸ μὲν πρότερον τὸ ἐξιστῶν τῆς οἰκείας φύσεως καὶ εἰς φθορὰν ἄγον, ὀδυνηρόν ἐστι καὶ λυπηρόν, τὸ δὲ ἕτερον ἡδὺ καὶ προσηνές, καὶ τοῦτο τῶν μυριολέκτων ἐστίν. τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονὴ οὐχ ὡς ἕξις ἐν- υπάρχουσα. |Ἐνέργειαν λέγειν ἢ ἐνεργοῦντα οὐδὲν διαφέρει. εἴρηται γὰρ ὅτι ἐπιστήμη καὶ αἴσθησις καὶ οἰκοδομικὴ ὁ ἐπιστήμων καὶ αἰσθητικὸς καὶ ὁ οἰκοδόμος ἐστίν· ὁμοίως καὶ κατ’ ἐνέργειαν αἴσθησις καὶ κατ’ ἐνέργειαν οἰκοδομική εἰσιν ὁ ἤδη αἰσθανόμενος καὶ ὁ νῦν οἰκοδομῶν. λέγει δὲ ὅτι οὐχ ὡσαύτως τελειοῖ ἡ ὑγίεια τὸν ὑγιαίνοντα καὶ ἡ γεωμετρία τὸν γεωμέτρην καὶ συλλήβδην αἱ ἕξεις τὰ ἑκτὰ καὶ ἡ ἡδονὴ τὴν ἐνέργειαν, ἀλλ’ αἱ μὲν ἕξεις προὐπαρχόντων τῶν δεκτικῶν ἐπιγινόμεναι αὐτοῖς, οἷον ὡς εἴδη καὶ τελειότητες δυνάμει ὄντων, ἐνεργείᾳ τε ποιοῦσιν αὐτὰ καὶ ἐνεργεῖν κατ’ αὐτὰς παρασκευάζουσιν. ἥ τε γὰρ κιθαριστικὴ ἐγγινομένη τῷ δυνάμει ὄντι κιθαριστῇ ἐνεργείᾳ τε κιθαριστὴν ἐποίησε καὶ κιθαρίζειν κατ’ αὐτὴν ἀπειργάσατο· ὁμοίως καὶ ἡ γεωμετρία τὸν γεωμέτρην· ἀλλὰ καὶ ἡ αἴσθησις ἐπὶ τῇ τῶν ζῴων διαπλάσει ἐπιγεγονυῖα τοῖς δυνάμει οὖσιν αἰσθη,τικοῖς χυμοῖς ἐνεργείᾳ τὸ ἐξ αὐτῶν γεγονὸς αἰσθητικὸν ἐποίησε. προϋποκειμένων τοίνυν τῶν δυνάμει ὄντων κιθαριστῶν καὶ γεωμετρῶν καὶ αἰσθητικῶν αἱ ἕξεις ἐπιγεγονυῖαι ὡς εἴδη ἐν ὕλῃ τελειοῦσιν αὐτὰ καὶ ἐνεργεῖν κατ’ αὖ. τὰς ποιοῦσιν· ἐπὶ δὲ τῆς ἡδονῆς οὐχ οὕτως ἔχει. οὐ γὰρ προὑπαρχούσης τῆς ἐνεργείας ἐπιγίνεται ἡ ἡδονή, <καὶ δυνάμει πρότερον οὔσης ἡδείας μετὰ τοῦτο ἐνεργείᾳ γίνεται ἡδεῖα. οὐ δὴ οὖν οὐδαμῶς προυπάρχει ἡ ἐνέργεια καὶ ἐπιγίνεται αὐτῇ ἡ ἡδονή>, ἀλλ’ ἅμα ἐπ’ αὐτῇ γίνεται. ἐκεῖνα μὲν γὰρ ὁ οἰκοδόμος καὶ ὁ κιθαριστὴς καὶ ὁ αἰσθητικὸς δι’ ἀλλοιώσεως καὶ μεταβολῆς καὶ γενέσεως ἐκ τοῦ δυνάμει ὄντα τόδε τι γεγόνασιν ἐνερ- γείᾳ, ὃ ἦσαν δυνάμει, καὶ ἐτελείωσαν τὰ ὑποκείμενα καὶ ἔταξαν καὶ μέτρον οὖν αἱ ἕξεις καὶ τὰ εἴδη τελειοῦσι τὰ ὑποκείμενα αὐτοῖς, ἡ δὲ ἡδονὴ τε- λειοῖ τὴν ἐνέργειαν ὡς ἐπιγινόμενόν τι τέλος. τοῦτό ἐστιν ὡς ἐπ’ αὐτῇ γινόμενον οἷον τέλος. ἅμα γὰρ αὐτῇ ἐστι καὶ τέλος, ὡς καὶ ἡ ἐνέργεια ἐν ἅπασι τοῖς τοῦ χρόνου μέρεσι, καὶ ὥσπερ, φησί, τῆ ἀκμῇ ἐπιγίνεται ἡ ὡραιότης, οὕτω καὶ τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειοῖ αὐτήν. ὥσπερ γὰρ ἡ ὡραιότης ἐπιτερπέστερα τὰ ἀκμάζοντα τῶν σωμάτων καὶ ἡδύτερα ποιεῖ καὶ ποθεινότερα καὶ ἐρασμιώτερα ὁρᾶσθαι, οὕτω καὶ ἡ ἡδο- νὴ τὴν ἐνέργειαν μᾶλλον ἐφετὴν ἐργάζεται καὶ μᾶλλον αὐτῆς ἔχεσθαι ἡμᾶς διατίθησιν. ἕως ἄν οὖν, ὡς εἴρηται, τά τε νοητὰ ἢ αἰσθητὰ κράτιστα ὦσι καὶ ἐφετὰ καὶ ἡ αἴσθησις ὡσαύτως ἔχῃ καὶ ἡ νόησις τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ πρὸς ἄλληλα ἐχόντων τὸν αὐτὸν τρόπον) καὶ ἡ μὲν νοῇ, ἡ δὲ αἰσθάνηται, ἀνάγκη καὶ ἡδονὴν ὑπάρχειν ἐπὶ ταῖς ἐνεργείαις. ὥσπερ γὰρ τὸ κάλλος καὶ ἡ ὡραιότης, ἕως ἄν ἡ τῶν μερῶν καὶ μελῶν πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον σώζηται συμμετρία, σύνεστιν αὐτῇ ταύτῃ γὰρ τῇ συμμετρίᾳ ἐπινήχεται οἷον φῶς τι ἢ ἄνθος ἐπιλάμπον ἢ ἐπανθοῦν), οὕτως καὶ ἡδονὴ ἀεὶ σύνεστι τῇ ἐνεργείᾳ, τῇ κρατίστῃ δηλαδή. Πῶς οὖν οὐδεὶς συνεχῶς ἥδεται; ἢ κάμνει. ἐρωτήσας διὰ τί οὐ συνεχῶς ἡδόμεθα, ἀπεκρίθη πρὸς τὴν ἐρώτησιν εἰπὼν ἢ κάμνει. διὰ τοῦτο δὴ οὐ συνεχῶς ἡδόμεθα, διότι κοπιῶμεν. καὶ ἔστι καὶ τοῦτο δεικτικὸν τοῦ τὴν ἡδονὴν ἐπὶ ταῖς κατὰ φύσιν ἐνερ- γείαις γίνεσθαι. εἰ γὰρ ἐν ταῖς ἀργίαις οὐχ ἡδόμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ἡδόμεθα, δῆλον ὅτι ἐπὶ ταῖς ἐνεργείαις ἡ ἡδονὴ γίνεται. τί δὴ οὖν οὐχὶ ὅταν ἐκ τοῦ κόπου τοῦ ἐκ τῆς ἐνεργείας ἡμῖν ἐπιγινομένου ἐπὶ τὸ μὴ ἐνεργεῖν τραπώμεθα, οὐχ ἡδόμεθα; ἀλλὰ τὸ λέγειν ὅτι οὐχ ἡδόμεθα τότε παρὰ τὴν ἡμῶν ἐστι τοῦτο συναίσθησιν· συναισθανόμεθα γὰρ ἡδονῆς τινος. ἢ ῥητέον ὅτι καὶ τὸ ἡσυχάζειν ἐνεργεῖν ἐστιν; εἰ γὰρ ζῶμεν ἡσυ- χάζοντες, ἡ δὲ ζωὴ ἐνέργεια, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ δέδεικται, καὶ ἡ ἡσυχία ἄρα ἐνέργειά ἐστι. τὴν μὲν οὖν ἑπομένην ἡδονὴν ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσιν ἐν ταῖς ἡσυχίαις οὐχ ἡδόμεθα, τὴν δ’ ἑπομένην τῇ ἀθρόᾳ πρὸς τὴν φύσιν ἐπανόδῳ ἡδόμεθα. καὶ οὐ χρὴ διασπαράττειν τὰς τοῦ Ἀριστοτέλους ῥήσεις. περὶ γὰρ τῆς ἑπομένης ἡδονῆς ταῖς κατ’ ἐνέρ- γειν αἰσθήσεσι καὶ νοήσεσιν ἐζήτηται αὐτῷ τὸ πῶς οὐ συνεχῶς ταύτας τὰς ἡδονὰς ἡδόμεθα. ἐπεὶ οὖν ἐπὶ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ γίνονται, ὅσα ἀεὶ καὶ συνεχῶς ἐνεργεῖν δυνάται, ταῦτα δηλονότι καὶ συνεχῶς ἥδονται, ὡς αἱ νοεραὶ φύσεις· ὧν δὲ ἡ ἐνέργεια μή ἐστι συνεχὴς ἀλλὰ διαἡ κόπτεται, τούτων καὶ τὸ ἥδεσθαι διαλιμπάνει. οὐχ ἡδόμεθα οὖν συνεχῶς, διότι μὴ συνεχῶς ἐνεργοῦμεν· οὐκ ἐνεργοῦμεν δὲ συνεχῶς, διότι κάμνομεν· κάμνομεν δὲ διὰ τὸ τὰς αἰσθήσεις πρὸς τὰ ἐκτὸς καὶ τὰ αἰσθητὰ ἐν ταῖς ἐνεργείαις φέρεσθαι καὶ πολὺ τοῦ ψυχικοῦ πνεύματος ἐκκενοῦσθαι. διὰ γὰρ ὡς ὀχήματός τινος καὶ διὰ τοῦτο καλουμένου ψυχικοῦ πνεύματος ἀπὸ τῆς ἀρχῆς εἰς ὅλον τε τὸ σῶμα καὶ εἰς τὸ ἐκτὸς ἡ αἰσθητικὴ διαδίδοται καὶ φέρεται δύναμις. ὅταν οὖν πολὺ τοῦτο ἐνεργούντων ἡμῖν ἀπορρεύσῃ, κάμνει τὸ ζῷον καὶ ἐνεργεῖν οὐ δύναται. πολὺ δὲ τοῦ τοιούτου πνεύματος ἀποχεῖται ἀναγινωσκόντων, ἀκουόντων, ὁρώντων τρεχόντων βαδιζόντων, ὅλως ἐνεργούντων. Ἔνια δὲ καὶ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως. I Τοῦ μὴ συνεχῶς ἡμᾶς ἥδεσθαι τὸν κόπον αἰτιασάμενος ἐκκρούει γὰρ τὴν ἐνέργειαν ὁ κόπος, ἐφ’ ᾗ τὴν ἡδονὴν γίνεσθαι λέγομεν), ἐπεὶ ἑώρα τινὰ τέρποντα ἡμᾶς καὶ κεκοπωμένους ὄντας, καὶ ἔμελλέ τις διὰ τοῦτο ἀπαντᾶν καὶ ψεῦδος εἶναι λέγειν τὸ τὸν κόπον αἴτιον εἶναι τοῦ μὴ συνεχῶς καὶ ἀδιακόπως ἥδεσθαι, ὡς ἐκκρούοντα τὴν ἐνέργειαν, ᾗ ἕπεται ἡ ἡδονή ὁρῶμεν γὰρ πολλάκις τινὰς καίτοι κεκμηκότας ἐνεργοῦντας καὶ χαίροντας, μηδαμῶς τοῦ κόπου τὴν ἐνέργειαν μηδὲ τὴν ἐπ’ αὐτῇ γινομένην χαρὰν κωλῦσαι δυνηθέντος), ὡς οὖν τῆς ἐνεργείας τούτους κωλῦσαι ὁ κόπος οὐκ ἴσχυσεν, ἀλλ’ ἐνεργοῦσι κάμνοντες, δῆλον ὡς οὐδ’ ἄλλον οὐδένα ἡ τοῦ κόπου ῥοπὴ τῆς ἐνεργείας ἀπάξαι δυνήσεται. πρὸς ταύτην δὴ τὴν ἔνστασιν ἀπαντῶν λέγει ἔνια δὲ καὶ τέρπει καινὰ ὄντα. ὃ δὲ λέγει δῆλον ἔσται ἀναμνήσασιν ἡμᾶς αὐτοῦ τῆς ἀρχῆς τῶν Μετὰ τὰ φυσικά· ἔστι δὲ τοιαύτη τις “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις.” ἐπεὶ οὖν φύσει ὀρεγόμεθα τοῦ γινώσκειν καὶ κατὰ φύσιν ἡμῖν ἡ ἔφεσις αὕτη πάρεστιν ὡς καὶ τὸ αἰσθάνεσθαι καὶ λογί- ζεσθαι, εὐλόγως κἄν κεκμηκότες ὦμεν, ἀναρρωνύμεθα πρὸς τὴν ἀντίληψιν τοῦ ἀγνοουμένου· τοιαῦτα δ’ ἐστὶ τὰ καινὰ καὶ ἀρτιφανῆ. ἄγνωστα γάρ ἐστι, τῆς δὲ τούτων ἀντοχῆς, μᾶλλον δὲ ἀντιλήψεως καὶ γνώσεως, φύσει ὀρεγόμεθα. ἡ τοιαύτη δὲ ὄρεξις καὶ ἔφεσις μαλάσσει καὶ ἀσθενῆ τὸν κόπον ἐμποιεῖ καὶ οἱονεὶ ἀνεπαίσθητον καὶ ἀπάγειν ἀπὸ τῷ πρὸς τὰ καινὰ ἐνεργείας οὐ συγχωρεῖ. καὶ εἶδον ἐγώ τινας τέλειον ἀσθενεῖς, τινὰς δὲ καὶ κατακόπους ἔκ τινων ὄντας πράξεων ἀόκνως βαδίζοντας καὶ μεθ’ ἡδονῆς 35 ἐπὶ τὴν τῶν λεόντων θέαν καὶ βαδίζοντας]. οὕτω τὴν πρώτην, εἶτα παρημελημένως. τὰ μὲν οὖν πρῶτα, τουτέστιν ὅταν πρώτως φανῇ, παρακέκληται καὶ ἐπισύρεται καὶ σπεύδει πρὸς αὐτὰ ἡ διάνοια μὲν πρὸς τὰ διανοητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἔπειτα δὲ οὐ μετὰ διατάσεως καὶ συντονίας, ἀλλὰ ἀσθενῶς καὶ παρημελημένως, ὡς ἤδη γνῶσιν καὶ κατά. ληψιν ἔχοντες τῶν πραγμάτων. διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. εἴρηται γὰρ ὅτι ὁποῖαι ἂν ὦσιν αἱ ἐνέργειαι, τοιαῦται καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. ᾿Ορέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἄν ἅπαντα ὅτι καὶ τοῦ ζῆν. Ἐπεὶ ἡ ἡδονὴ χωρὶς ἐνεργείας εἶναι οὐ δύναται, καὶ ὅπου ἡδονή, ἐκεῖ ἐξ ἀνάγκης καὶ ἐνέργεια ἔστι δὲ ἡ ζωὴ ἐνέργεια), φύσει τῆς ἡδονῆς ὀρεγόμεθα ὡς συνεπιφερούσης τὴν ἐνέργειαν, ἤτοι τὴν ζωήν. ζωὴ δὲ ὅτι ἡ ψυχή ἐστι, πάντες ἴσμεν. ζῆν γὰρ λέγομεν ὅσα πέφυκεν ἐξ ἑαυτῶν τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς· ζῷα δὲ λέγομεν τὰ πρὸς τῷ τρέφεσθαι ἐξ ἑαυτῶν καὶ γεννᾶν ὅμοια καὶ αἴσθησιν ἔχοντα· τὸ δὲ αἰσθά- νεσθαι καὶ ζῆν ἀπὸ ψυχῆς· ἡ ψυχὴ ἄρα ζωή. δείξειε δ’ ἄν τις τὴν ψυ- χήν, ἤτοι τὴν ζωήν, ἐνέργειαν οὕτως. ἐκεῖνά φαμεν ζῆν, οἷς ἂν παρῇ ψυχή, ὥσπερ νεκρὰ καὶ ἄζωα, οἷς οὐ πάρεστι ψυχή. εἰ δὲ τοῦτο, ψυχὴ καὶ ζωὴ ταὐτά ἐστιν. ἔστι δὲ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὁργανικοῦ, δυνάμει ζωὴν ἔχοντος, ἡ δὲ ἐντελέχεια ἐνέργεια· ἡ ζωὴ ὖ· ἄρα ἐνέργεια. ἀλλὰ δὴ καὶ κατ’ αὐτὸ τὸ ζωτικὸν ἰδίωμα ἐνέργειά τίς ἐστιν, οἷον γὰρ ζέουσά τίς ἐστιν οὐσία καὶ ἀεὶ ἀναβλύζουσα δυνάμεις ζωτικάς. τὸ δὲ οἷον ζέειν καὶ ἀναβλύζειν καὶ ἀναπέμπειν ἀπὸ ἐνεργείας ἐστί. καὶ διὰ τοῦτο ἑκάστῳ τῶν ζῴων εἰσὶν οἰκεῖαι καὶ κατὰ φύσιν ἐνέργειαι διὰ τὸ καὶ τὰς ζωὰς διαφέρειν, ἀφ’ ὧν αἱ δυνάμεις καὶ ἐνέργειαι. καί εἰσιν ἀνθρώπων τινὲς ἐνέργειαι κατὰ τὴν ἀνθρώπου γινόμεναι ζωὴν καὶ φύσιν. αὗται δέ εἰσι τὸ ἐπιστρέφειν ἐντὸς ἀπὸ τῆς τῶν ἔξω πτοίας καὶ εἰς ἑαυτόν, τὸ ἐξομοιοῦν ἑαυτὸν τοῖς κρείττοσι, τὸ ὁλικῶς ἀντέχεσθαι τῶν ἀεὶ μενόντων, τὸ ζῆν νοερῶς. ὁμοίως εἰσὶ καὶ ἵππου ἐνέργειαι γινόμεναι κατὰ τὴν τοῦ ἵππου φύσιν, οἷον τὸ συντόνως καὶ εὐψύχως θέειν, καὶ κυνὸς κατὰ τὴν τοῦ κυνός, καὶ τῶν ἄλλων ὡσαύτως ζῴων. ἀλλὰ τὰ μὲν ἄλλα τῶν ζῴων κατὰ φύσιν ζῶντα τῶν κατὰ φύσιν ὡς ἐπίπαν οὐκ ἐκπίπ- τει, πρὸς αὐτὰ καὶ μόνα τὰ κατὰ φύσιν τῆς φύσεως ποδηγούσης καὶ πρὸς μηδὲν ἄλλο. ὁ δὲ μὴ διαστραφεὶς ἡμῶν λόγος μηδὲ κακωθεὶς ἀλλ’ ἀδιαώβητος μεμενηκὼς καὶ διὰ τοῦτο καὶ εἰς ἑαυτὸν νεύων καὶ τὴν ἑαυτοῦ ἀγλαΐαν τοὺς λόγους ἑκάστου τῶν ὄντων ἀναθεωρεῖ καὶ ἐνεργείας ἐνεργεῖ καθαρὰς καὶ σεμνάς, καὶ περὶ ταῦτα καὶ ἐν τούτοις ἐνεργεῖ, ἃ καὶ μάλιστα ἀγαπᾷ, οἶον ὁ μὲν μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη. λέγει δὲ μουσικὸν τῇ ἀκοῇ τὸν ἀλόγως χρώμενον τοῖς μουσικοῖς ὀρηάνοις (τοιοῦτος δ᾿ ἐστὶν ἅπας ὁ τῆς σκηνῆς) καὶ χαίροντα τοῖς ἐκ τῶν τοιῶνδε φθόγγων ἀποτελουμένοις ἐμμελέσιν ἤχοις, φιλομαθῆ δὲ λέγει τὴν διάνοιαν τὸν εἰδότα τοὺς ἁρμονικοὺς λόγους, οἳον ὅτι ἥδε ἡ ἁρμονία ἡ διὰ τεσςάρων ἀστὶ καὶ αὕτη ἡ διὰ πασῶν. διττὸς οὖν ὁ μουσικὸς ὅ τε τοὺς λόγους εἰδὼς καὶ ὁ χρώμενος τοῖς ὀργάνοις. ὁ μὲν οὖν μουσικὸς τῇ ἀκοῇ ἐνεργεῖ περὶ ταῦτα, ὁ δὲ φιλομαθὴς περὶ μαθήματα, ὁ δὲ ἀριθμητικὸς περὶ τὴν τῶν ἀριθμῶν καὶ τῶν τοῖς ἀριθμοῖς συμβεβηκότων θεωρίαν καὶ ἁπλῶς ἕκαστος ᾧ χαίρει, περὶ ἐκεῖνο ἐνεργεῖν ἐπείγεται· ἡ δὲ ἑπόμενη ἡδονή, ἅτε οἰκεία οὖσα, τελειοῖ τἠν |ἐνέργειαν καὶ τὴν ζωήν, ἧς ὀρέγονται. τοῦ μὲν γὰρ ἐφιεμένου ζῆν μουσικῶς τὴν τοιαύτην ζωὴν τελειοῖ ἡ μουσική, τὴν δὲ γεωμετρικὴν ζωὴν καὶ ἐνέργειαν ἡ ἐπ᾿ αὐτῇ ἡδονή, τὴν δὲ ἀρίστην καὶ εὐδαίμονα ζωὴν ἡ ἐπ᾿ αὐτῇ ἡδονή. πρὸς τοῦτο γὰρ ὁρῶν, ταὺτα προανακρούεται καὶ προλέγει, ἵνα διὰ τούτων συνάξῃ, ὅτι ἡ εὐδαίμεν ζωὴ ἐνέργεια οὖσα τελειοῦται πρὸς τῆς οἰκείας ἡδονῆς. αἱρετὸν οὖν τὸ οὕτω ζῆν, οἷον μουσικῶς ἢ γεωμετρικῶς ἢ εὐδαιμόνως. καὶ τελειοῖ τὴν τοιαύτην ζωὴν ἡ οἰκεία ἡδονή. ἕστι δὲ τὸ τελειοῖ ταὐτὸν τῷ αὔξει καὶ βεβαιοῖ καὶ μονιμώτερον καὶ χρονιώτερον ἀποτελεῖ. p. 1178a18 Πότερον δὲ διὰ τὴν ἡδονὴν αἰρούμεθα τὸ ζῆν ἢ διὰ τὸ ζῆν τὴν ἡδονήν, ἀφείσθω. Ἔχει μέν τινα πειθῶ τὸ λέγειν, ὅτι τὸ ζῆν αἱρούμεθα διὰ τὴν ἡδονήν. εἰ γὰρ τὸ ζῆν ἐνέργεια, ἡ δὲ ἡδονὴ τελειοῖ ταύτην, τὰ δὲ πρὸ τοῦ τέλους μᾶλλον αἱρούμεθα διὰ τὸ τέλος καὶ οὐ τὸ τέλος διὰ τὰ πρὸ αὐτοῦ (τὰς γὰρ φαρμακείας καὶ καύσεις καὶ τομὰς διὰ τὴν ὑγίειναν αἱρούμεθα, τέλος οὖσαν, καὶ οὐχ ὑγιαίνειν βουλόμεθα, ἵνα φαρμακοποτῶμεν καὶ τομὰς καὶ καύσεις ὑπομένωμεν)· εἱ οὖν ἡ ἡδονὴ τέλος τῆς ζωῆς, ἤτοι τῇς ἐνεργείας, δόξειεν ἂν χάριν τῆς ἡδονῆς ἡμᾶς αἱρεῖσθαι τὸ ζῆν. ἀλλ᾿ οὐχὶ τοῦτο διὰ τὴν ἡδονήν. ἀλλὰ ῥητέον πρὸς τοῦτο, ὅτι εἰ μὲν ἦν ἡ ἡδονὴ τέλος τῆς ἐνεργείας, ὡς ἡ οἰκία τῆς οἰκοδομήσεως καὶ ἡ ὑγίεια τῆς ὑγιάνσεως καὶ τὸ αἷμα τῆς ἐξαιματώσεως καὶ τὸ βρέφος τῆς ενέσεως, ἦν ἂν ἡ ἐνέργεια καὶ τὸ ζῆν χάριν τῆς ἡδονῆς, καὶ ἡρούμεθα ἂν τὸ ζῆν διὰ τὴν ἡδονήν. ἐπεὶ δὲ οὐκ ἔστι τέλος, ἀλλ᾿ οἷον τέλος, ὡς εἴρηται, οὐκ ἂν εἴημεν αἱρούμενοι τὸ ζῆν διὰ τὴν ἡδονὴν ἀλλὰ μᾶλλον ταύτην διὰ τὸ ζῆν. ὅτι δὲ οὐκ ἔστιν ἁπλῶς ἡ ἡδονὴ τέλος, δῆλον, τὰ μὲν γὰρ τέλη ὕστερον ἐπιγίνεται ταῖς ἐνεγρείαις καὶ ταῖς γενέσεσιν, ὧν εἰσι τέλη, ἡ δ᾿ ἡδονὴ ἅμα σύνεστι τῇ κατὰ φύσιν ἐνεργείᾳ. ὅτι μὲν οὖν οὐ τὸ ζῆν διὰ τὴν ἡδονὴν καὶ ὅλως τὰς ἐνεργείας δι᾿ αὐτὴν αἱρούμεθα, δῆλον. ὅτι δὲ μὰλλον τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας καὶ διὰ τὸ ζῆν διώκομεν, ἐκ τῶνδε μᾶλλον ἄν τις πιστεύσειε· καὶ πρῶτον ἐκ τῶν κατ᾿ ἀρετὴν ἐνεργειῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαί εἰσιν αὗται, ἀλλ᾿ οὐ τῆς ἡδονῆς ἕνεκα σπουδάζονται. πολλὰς γὰρ τῶν κατ᾿ ἀρετὴν ἐνεγργειῶν αἱρούμεθα, καίτοι λύπης καὶ πόνων αἰτίας οὔσας, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν. καίτοι ἔδει ταύτας μισεῖν καὶ φεύγειν, εἰ τὰς ἐνεργείας χάριν τῆς ἡδονῆς ᾑρούμεθα, καὶ ἐκ τοῦ ἐναντίου πᾶσαν ἐνέργειαν μετὰ σπουδῆς ἐνεργεῖν, ᾗ ἕπεται ἡδονή. ἀλλὰ τίς ἄν, εἰ μὴ μαίνοιτο, πράττειν ἂν καὶ ἐνεργεῖν ἀνάσχοιτο, οἷς ἕπονται τῶν ἡδονῶν αἱ αἰσχρόταται; ὥστε ἐὰν μὴ αί κατ᾿ ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὦσιν, ἥτις ἐναντία ἐστὶν τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ αἱ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ, ἥτις ἐστὶν ἡ κακία, δῆλον ὅτι τὰς ἡδονὰς αἱρούμεθα διὰ τὰς κατ᾿ ἀρετὴν ἐνεργείας. ἐπεὶ δ᾿ ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις ἡδονὴ ἐγγίνεται, τρόπον τινὰ αἱρούμεθα καὶ τὰς ἐνεργείας διὰ τὴν ἡδονήν. πρώτως μὲν γὰρ ἐκείνας αἱρούμεθα, κατὰ συμβεβηκὸς δὲ δι᾿ αὐτὰς καὶ τὰς ἐπ᾿ αὐταῖς ἡδονάς. ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς ἐρωτήσαντες ἴδωμεν τὸ συμβαῖνον. ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις δέδωκε τὴν ἐνέργειαν, διὰ τὴν ἡδονήν; ἢ τὴν ἡ μδονὴν διὰ τὴν ἐνέργειαν; εἴποιμεν ἂν γνώριμον εἶναι τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, ἵνα σώζηται καὶ μένῃ· ἀδύνατον δὲ σώζεσθαι εἰ μὴ τρεφόμεθα· ὅπως οὖν τρεφώμεθα, παρὰ τῆς φύσεως ἔσχομεν τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονήν, δι᾿ ἣν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ζητοῦμεν τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. ζητοῦμεν ἄρα τὴν ἡδονήν, ἵνα τραφῶμεν. τὸ δὲ τρέφεσι ἐνεργεῖν ἐστι. χάριν ἄρα τῆς ἐνεργείας αἱρούμεθα τὴν ἡ δονήν. καὶ ὅλως ἄτοπόν ἐστι τὸ λέγειν τρέφεσθαι ἡμᾶς μὴ ὡς σωθησομένους καὶ ζησομένους, ἀλλ᾿ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ᾿ αὐτῷ. ἔχομεν οὖν παρὰ τῆς φύσεως τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονήν, ἵνα δι᾿ αὐτὴν ζητῶμεν τὴν τροφήν, τὴν δὲ τροφήν, ἵνα τρεψώμεθα καὶ τρεφόμενοι σωζώμεθα καὶ ζῶμεν καὶ ἐνεργῶμεν. ἀλλὰ καὶ αὐτὸ τὸ ζῆν ἐνέργειά τίς ἐστιν. ἡ ἡδονὴ ἄρα διὰ τὴν ἐνέργειαν καὶ οὐκ ἔμπαλιν. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδιςίοις ἡδονήν, εἴ τις ψυσικῶς ἐξετάζει, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἢ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ᾿ εἶδος τοῖς ζῴοις διαμονῆς. εἰ δὲ φανερῶς ἐπὶ τούτοις τοῖς ζῴοις γίνονται αἱ ἡδοναὶ τῶν ἑνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων δηλονότι τῶν κατὰ φύσιν ἐνεργειῶν εὔλογον οὕτως ἔχειν. ἀλλὰ περὶ τῆς ζητήσεως, φησί, ταύτης ἀφείσθω. φαίνεται δ᾿ οὖν συνεζεῦχθαι ταῦτα, καὶ οὔτε τὸ κατὰ φύσιν ζῆν καὶ ἐνεργεῖν κεχώρισται τῆς ἡδονῆς οὕθ᾿ ὑ ἡδονὴ τούτων. ὅθεν δοκοῦσι καὶ τῷ εἴδει διαφέρειν. τὰ γὰρ ἕτερα τῷ εἴδει ὑφ᾿ ἑτέρων οἰόμεθα τελειοῦσθαι. τῶν ἐνεργειῶν ἑτέρων |τῷ εἴδει οὐδῶν, ἀνάγκη καὶ τὰς ἡδονάς, αἳ τελειοῦσιν αὐτάς, ἑτέρας εἶναι τῷ εἴδει. ὅθεν φησί, τουτέστιν ἐκ τοῦ συνεζεῦχθαι τὰς ἡδονὰς ταῖς ἐνεργείαις καὶ ὅμα σὺν αὐταῖς εἶναι καὶ μὴ εἶναι. ὅτι δὲ τὰ ἕτερα τῷ εἴδει ὑφ᾿ ἑτέρων τελειοῦνται, οὐκ ἄδηλον. τίς γὰρ ἀγνοεῖ ὅτι ἄλλη μέν ἐστιν ἡδονή, ᾗ χαίρει ὁ οἰκοδομῶν, καὶ ἑτέρα, ᾗ γέγηθεν ὁ μουσικός; ὅτι δὲ καὶ αἱ ἐνέργειαι ἕτεραί εἰσι, καὶ τοῦτο πρόδηλον, εἴπερ αἱ μέν εἰσιν αἱρεταί, αἱ δὲ φευκταί. τὰ δὲ αἱρετὰ καὶ φευκτὰ ἕτερα τῷ εἴδει. ἕξουσι τοίνυν αἱ ἡδοναὶ τὴν αὐτὴν ταῖς ἐνεργείαις πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς εἰσι πᾶσαι αἱ ἡδοναί. εἰπὼν δὴ ὅτι τὰ ἕτερα ὑφ᾿ ἑτέρων τελειοῦνται, πιστοῦται τοῦτο καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἀπὸ τῶν τεχναστῶν. ἄλλο γὰρ τέλος τῆς τοῦ φυτοῦ γενέσεως καὶ ἄλλο τῆς τοῦ ζῴου, ὅτι καὶ αἱ γενέσεις ἕτεραι. τῆς μὲν γὰρ τῶν φυτῶν γενέσεως τέλος αὐτὰ τὰ φυτὰ καὶ τῆς τῶν ζῴων τὰ ζῷα, τῆς δὲ οἰκοδομήσεως ἡ οἰκία καὶ τῆς ὑγιάνσεως ἡ ὑγίεια. ὡς οὖν τῶν γενέσεων τὰ τέλη ἕτερα, οὕτως καὶ τὰ οἷον τέλη τῶν ἐνεργειῶν ἕτερα. ἄλλη γὰρ ἡδονὴ τῆς νοερᾶς ζωῆς τῷ εἴδει καὶ ἑτέρα τῆς κατ᾿ ἐνέργειαν αἰσθήσεως. p. 1175α 29 Φανείη δ᾿ ἂν τοῦτο καὶ ἐκ τοῦ συνῳκειῶσθαι τῶν ἡδονῶν ἑκάστην τῇ ἐνεργείᾳ ἣν τελειοῖ. Τὸ μὴ ὀμοειδεῖς εἶναι πάσας τὰς ἡδονὰς ἀλλά τινάς τισιν ἀνομοειδεῖς, φηςί, φανήσεται καὶ ἐκ τοῦ οἰκείας εἶναι τὰς ἡδονὰς ταῖς ἐνεργείαις, ἐφ᾿ αἰς γίνονται. τὰ δ᾿ οἰκεῖα ἐξ ἀνάγκης συνδιαιροῦνται τοῖς ὧν εἰσιν οἰκεῖα. εἰ οὖν αἱ ἐνέργειαι διάφοροι καὶ ἀνομοειδεῖς, καὶ αἱ οἰκεῖαι αὐτῶν ἡδοναὶ διάφοροι καὶ ἀνομοειδεῖς. ὅτι δὲ ἑκάστῃ τῶν ἐνεργειῶν ἐστί τις οἰκεία ἡδονή, ἥτις καὶ τελειοῖ αὐτήν, δῆλον ἐκ τοῦ συναύξεσθαι τὰς ἐνεργείας ταῖς ἡδοναῖς. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὴν κατὰ τὴν γεωμετρίαν ἐνέργειαν καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὴν κιθαριστικὴν ἐνέργειαν, οἷον ἂν μὲν ὦσιν αἱ ἐνέργειαι τῷ μὲν ἀριθμῷ ἕτεραι, τῷ δὲ εἴδει αἱ αὑταί, καὶ αἱ ἡδοναὶ δηλονότι τῷ μὲν ἀριθμῷ εἰσιν ἕτεραι, αἱ αὐταὶ δὲ τῷ εἴδει· εἰ δὲ ὦσι καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει αἱ ἐνέργειαι ἕτεραι, καὶ αἱ ἡδοναὶ κατ᾿ ἄμφω ἕτεραί εἰσιν. ὅτι δὲ συναύξουσι τὰς οἰκείας ἐνεργείας αἱ ἡδοναί, δῆλον. μᾶλλον γὰρ γεωμετρικὸς γίνεται ὁ χαίρων τῇ γεωμετρίᾳ καὶ μᾶλλον μουσικὸς ὁ χαίρων τῇ μουσικῇ τῶν μὴ χαιρόντων αὑταῖς, ὥστε ἐπεὶ συναύξουσι τὰς οἰκείας ἐνεργείας αἱ ἡδοναί, ᾠκείωνται ταύταις. τὸ γὰρ μὴ οἰκεῖον λυπηρόν, τὸ δὲ ἐπίλυπον φθείρειν, οὐκ αὔξειν πέφυκεν. p. 1175b1 Ἔτι δὲ τοῦτο μᾶλλον φανείηἂν ἐκ τοῦ τὰς ἀφ᾿ ἐτέρων ἡδονὰς ἐμποδίους ταῖς ἐνεργείαις εἰναι. Τὸ μἢ πᾶσαν ἡδονὴν εἶναι οἰκείαν πάσῃ ἐνεργείᾳ ἁλλ᾿ ἄλλην ἡδονὴν συνῳκειῶσθαι ἄλλῃ ἐνεργείᾳ καὶ διὰ τοῦτο ἀνάγκῃ ὁμοίως ταῖς ἐνεργείαις καὶ ταύτας ἀλλήλων κατ᾿ εἶδος διαφέρειν δῆλόν ἐστι πρῶτον μὲν ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ᾿ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ᾿ ἄλλῃ τινὶ ἐνεργείᾳ γενέσθαι· τῷ γὰρ σωφρόνως ζῶντι καὶ κατὰ σωφροςύνην ἐνεργοῦντι καὶ τὰ σωφρονικὰ πράττοντι οὐκ ἐπιγίνεται τῇ αὐτοῦ τοιαύτῃ ἐνεργείᾳ ἡ ἐκ τοῦ ἀκολασταίνειν ἡδονή· ἀδύνατον γὰρ τὸν σωφρόνως ζῶντα ἡσθῆναι τὴν τοῦ ἀκολάστου ἡδονήν, καὶ ὅλως τὸν μὴ προσομιλοῦντα γυναικὶ τὴν τοῦ προσομιλοῦντος· ὥστε ἄλλη μέν ἐστιν ἡδονὴ ἡ συνῳκειωμένη τῇ τοῦ σώφρονος ἐνεργείᾳ καὶ ἄλλη ἡ τοῦ ἀκολασταίνοντος· εἰδὲ μὴ ἦσαν αί ἡδοναὶ ἕτεραι ὥσπερ καὶ αἱ ἐνέργειαι ἀλλ᾿ αἱ αὐταί, τί τὸ κωλῦον ἦν τὰς μὲν τοῦ ἀκολάστου ἐνεργείας φεύγειν τὸν σώφρονα ὡς φευκτάς, τὰς δὲ ἡδονὰς διώκειν ὡς τὰς αὐτὰς αὐταῖς οὔσας καὶ ὁμοειδεῖς ταῖς τῶν σωφρόνων ἡδοναῖς; πςῶτον μὲν δὴ ἐκ τούτου δῆλον, ὅτι ἑκάστῃ ἑνεργείᾳ συνῳκείωταί τις ἡδονὴ καὶ ὅτι διαφέρουσιν ἀλλήλων ἐπίσης ταῖς ἐνεργείαις, δεύτερον δὲ ὃ καὶ αὐτὸς Ἀριστοτέλης λέγει ἐκ τοῦ τὰς ἐπ᾿ ἄλλαις ἐνεργείαις ἡδονὰς ἐμποδίζειν τὰς ἐπ᾿ ἄλλαις γινομένας. οἱ γὰρ φίλαυλι, ὅταν ἀκούωσιν αὐλοῦντός τινος, οὐ προσέχουσι τῷ τότε εἰ τύχοι μυθολογοῦντι, ἀλλὰ καὶ μᾶλλον φεύγουσι τὴν ἀπὸ τοῦ μυθολογοῦντος ἡδονὴν ὡς ἐμποδίζουσαν τῆς ἀπὸ τοῦ αὐλεῖν ἡδονῆς, ὥσπερ δὴ καὶ ἔμπαλιν οἱ φιλόμυθοι ἀνίλλονται καὶ ἀηδῶς διάκεινται πρὸς τὴν ἐκ τοῦ αὐλεῖν ἐγγινομένην ἡδονὴν τοῖς χαίρουσιν αὐτῇ. εἰ οὖν ἡ γινομένη ἐπὶ τῷ αὐλεῖν ἡδονὴ ἐμποδίζει τὴν γινομένην ἐπὶ τῷ διηγεῖσθαι μύθους καὶ αὕτη ἐκείνην, δῆλον ὅτι ἕτεραί εἰσι καὶ οὐχ ὁμοειδεῖς, ὥσπερ |καὶ ἡ αὔλησις καὶ ἡ τῶν μύθων διήγησις, ἐφ᾿ αἶς αἱ ἡδοναί. ἀλλὰ καὶ ἐκ τοῦ φθαρτικὰς ἀλλήλων εἶναι, πιστεύσειεν ἄν τις ὡς οὔκ εἰσιν ὁμοειδεῖς. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν ἅμα περὶ δύο ἐνεργῇ· καὶ ὁ ἀκούων αὐλοῦντος καὶ μυθολογοῦντος περὶ δύο ἐνεργεῖ. εἰ γὰρ νῦν δύο τινὲς ὄντες, ὁ μὲν αὐλῶν, ὁ δὲ μύθους διεξιών, ὄλλος δέ τις τρίτος ἀπούων ἀμφοτέρων, οὗτος ὁ ἀκούων περὶ δύο ὅμα ἐνεργεῖ. ἀλλὰ κἄν τις νῦν ὅτε ὁρᾷ τόδε τι καλὸν ὂν ἅμα καὶ κιθαρίζοντος ἀκούῃ, περὶ δύο καὶ οὗτος <ἅμα> ἐνεργεῖ. καὶ ἐπὶ τούτου δὴ εἰ μᾶλλόν ἐστι ψιλόκαλος ἢ φιλόμουσος ἡ ἀπὸ τοῦ ὁρᾶν τὸ καλὸν ἐγγεινομένη ἡδονὴ ἐκκρούει καὶ ἀπωθεῖται τὴν ἐκ τῆς κιθαρίσεως ἡδονήν, ὤστε ἑτέρα ἐστὶν ἡ ἐπὶ τῇ ὁράσει ἐγγινομένη χαρὰ τῆς ἐπὶ τῇ κιθαρῳδίᾳ χαρᾶς· κἂν μὲν βραχύ τι διαφέρωσιν ἀλλήλων αἱ ἐνέργειαι, βραχὺ διαφέρουσι καὶ αἱ ἀπ᾿ αὐτῶν ἡδοναί, εἰ δὲ μακρῷ διαφέρουσιν, ἀνάλογον ἔξουσι τὴν διαφορὰν καὶ αἱ ἡδοναί. ἐκκρούει οὖν ἡ μᾶλλον ἡδών ἐνέργεια τὴν ἠττον ἡδεῖαν οὕτως, ὥστε μηδὲ θέλειν τὸν φιλόμουσον ἀφορᾶν εἰς τὸ καλὸν ἢ τὸν φιλόκαλον κατακούειν τοῦ κιθαρῳδοῦντος. τοῦτο δὲ πάντως συμβαίνει διὰ τὸ συνῳκειῶσθαι ἑκάστῃ ἐνεργείᾳ ἡδονὴν καὶ εἶναι ἄλλην ἡδονὴν ἄλλῃ ἐνεργείᾳ ἰδίαν καὶ ἑτέραν ἑτέρᾳ καὶ διαφέρειν κατὰ τὰς ἐφ᾿ αἷς ἐγγίνονται ἐνεργείας. διὸ χαίροντες ὁ τῳοῦν σφόδρα οὐ πάνυ δρῶμεν ἕτερα, διὰ τὸ ταῖς ἑτέραις τῷ εἴδει ἐνεργείαις οἰκείας ἕπεσθαι ἡδονάς καὶ ἄλλην ἡδονὴν ἄλλης ἐνεργείας ἰδίαν εῖναι, ὡς ἀνθρώπου μὲν τὸ γελαστικόν, ἵππου δὲ τὸ χρεμετιστικόν. ὅταν χαίρῃ τις τῷ γεωμετρεῖν, οὐδ᾿ ὅλως ἕτερόν τι δρᾷ ἀλλὰ μόνης ἀντέχεται τῆς γεωμετρίας. ὀρεγόμενοι γὰρ τῆς τοιᾶσδε ἡδονῆς ἐνεργοῦμεν οὐκ ἄλλην τινὰ ἐνέργειαν ἀλλ᾿ ἐκείνην, ᾗ ἂν οἰηθῶμεν ἕπεσθαι τὴν τοιαύην ἡδονὴν ἐξ ἀνάγκης. ὥσπερ γὰρ τῳδὶ μὲν τῷ σώματι ἴδιός ἐστιν ὄδε ὁ χυμὸς καὶ ἥδε ἡ ὁσμή, ἄλλῳ δὲ ἄλλος χυμὸς καὶ ἄλλη ὀσμή, οὕτω καὶ τῇδε μὲν τῇ ἐνεργείᾳ συνῳκείωται ἥδε, τῇδε δὲ ἥδε ἡ ἡδονή. ὅταν οὖν, ὡς εἴρηται, χαίρῃ τις περί τι σφόδρα, ἄλλο τι δρᾶν οὐ βούλεται. εἰ δὲ συμβαίη ποτὲ καὶ ἄλλο τι δρᾶν, ἀλλ᾿ ἠμελημένως πάμπαν ἐνεργεῖ περὶ ἐκεῖνο. ὅτι δὲ ὅταν τις περί τι χαίρῃ σφόδρα ἕτερόν τι δρᾶν οὐ βούλεται, δηλοῖ τὸ συμβαῖνον ἐν ταῖς ἱπποδρομίαις. οὐδεὶς γὰρ τῶν θεατῶν ἀγωνιζομένων τῶν ἡνιόχων ἄλλο τι πράττει, ἀλλ᾿ ἐκείνοις πάνυ προςέχουσι διὰ τὸ σφόδρα χαίρειν τοῖς τῶν ἵππων δρόμοις, καὶ ταῖς τότε τῶν ἡνιόχων ἐνεργείαις, ὅταν δὲ τοὺς ἑπτὰ ἀνύσωσι διαύλους καὶ οὗτοι μὲν ἡσυχάζωσι, φαῦλοι δέ τινες ἀγωνίζονται, ὁποῖοί εἰσιν οἱ παλαίοντες καί τινες τοιοῦτοι, τότε οἱ μὲν πρὸς ἀλλήλους διαλέγονται, οἱ δὲ τραγηματίζουσιν· οὐ γὰρ χαίρουσι τῷ τῶν παλαιόντων ἀγῶνι. τραγήματα δέ εἰσιν οἱ ταγηνῖται ἐρέβινθοι καί τινα ἕτερα τοιαῦτα. τότε οὖν, φηςίν, αὐτὸ δρῶσιν, ἤτοι τότε τραγηματίζουσιν, ὅταν ὧσιν οἱ ἀγωνιζόμενοι φαῦλοι. p. 1175b 13 Ἐπεὶ δ᾿ ἡ μὲν οἰκεία ἡδονὴ ἐξακριβοῖ τὰς ἐνεργείας καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ. Δῆλον διὰ τούτου πεποίηκε, τί δηλοῖ τὸ ‘ἑκάστη τῶν ἡδονῶν ἑκάστην τὼν οἰκείων ἐνεργειῶν τελειοῖ.’ ἔστι γὰρ τὸ τελειοῖ δηλωτικὸν τοῦ βεβαιοτέραν καὶ χρονιωτέραν καὶ βελτίω ἀποτελεῖ. εἰ οὖν αἱ οἰκεῖαι ἡδοναὶ βελτίους καὶ χρονιωτέρας ταύτας ποιοῦσι, δῆλον ὡς πολὺ διεστήκασιν αἱ ἡδοναὶ ἀνάλογον ταῖς ἐφ᾿ αἶς γίνονται ἐνεργείαις, καί εἰσιν ἀνομοειδεῖς ὥσπερ καὶ αἱ ἐνέργειαι. εἰ γὰρ τὰ καλὰ ἕτερα τῷ εἴδει τῶν αἰσχρῶν, δῆλον ὅτι καὶ αἱ καλαὶ ἐνέργειαι ἕτεραί εἰσι τῷ εἴδει, εἴ γε πᾶσαι μὲν ἀπὸ τῶν καλῶν ἐνεργειῶν ἡδοναὶ καθαραί τε καὶ ἄμικτοί εἰσι λύπης καὶ μετανοίας, αἱ δὲ ἀπὸ τῶν αἰσχρῶν ἐνεργειῶν πλήρεις λύπης καὶ μετανοίας καὶ μεταμελείας. ἐξακριβοῖ οὖν καὶ συναύξει ἡ οἰκεία ἡδονὴ τὴν οἰκείαν ἐνέργειαν, οἷον ἡ ἐπὶ τῷ γεωμετρεῖν τὴν κατὰ τὸ γεωμετρεῖν ἐνέργειαν καὶ αἱ ἄλλαι ὁμοίως, αἱ δ᾿ ἀλλότριαι λυμαίνονται ὡς λυποῦσαι. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ ἀλλοτρία οὖσα τῇ κιθαρίσει φθείρει τὴν κιθάρισιν. ὁ γὰρ χαίρων τῇ γεωμετρίᾳ τῆς ἐπὶ τῇ κιθαρίσει ἡδονῆς καταφρονεῖ. σχεδὸν γὰρ αἱ ἀλλότριαι ἡδοναὶ ποιοῦσιν ὅπερ αἱ οἰκεῖαι λῦπαι. τὸ σχεδὸν πρόσκειται, ὅτι αἱ οἰκεῖαι λῦται ἀεὶ κὰι πάντως εἰσὶ τῶν ἐνεργειῶν φθαρτικαί, αἱ δ᾿ ἡδοναὶ οὐκ ἁεί. οἱκεία δὲ λύπη ἐστὶν ἡ ἐναντία τῇ οἰκείᾳ ἡδονῇ, οἷον εἰ ἔστι τινὶ τὸ γράφειν ἢ κιθαρίζειν ἡδύ, τὸ μὴ γράφειν ἢ μὴ κιθαρίζειν τῷ τοιούτῳ λυπηρόν ἐστιν· εἰ δ᾿ ἔμπαλιν τὸ μὴ γράφειν ἢ μὴ κιθαρίζειν ἡδύ, τὸ γράφειν καὶ κιθαρίζειν λυπηρόν. τῷ οὖν χαίροντι τῷ μὴ γράφειν οἰκεία λύπη τὸ γράφειν, ἥτις λύπη καὶ φθείρει τὴν ἐνέργειαν, ἤτοι τὸ γράφειν. εἰ οὖν ὃ ποιοῦσιν αἱ οἰκεῖαι λῦπαι, τοῦτο ποιοῦσι καὶ αἰ ἀλλότριαι ἡδοναί, αἱ δὲ οἱκεῖαι λῦπαι ἕτεραί εἰσι τῶν οἰκείων ἡδονῶν, καὶ αἱ ἀλλότριαι ἄρα ἡδοναὶ ἕτεραί εἰσι τῶν οἰκείων ἡδονῶν, ὥστε καὶ ἀνομοειδεῖς. συμβαίνει δὲ περὶ τὰς ἐνεργείας τὸ ἐναντίον τῶν οἰκείων ἡδονῶν τε καὶ λυπῶν. εἰ τὸ φθείρεσθαι ἐναντίον τῷ αὔξεσθαι καὶ τῷ φθείρειν τὸ αὔξειν, τὸ ἐναντίον περὶ τὰς |ἐνεργείας ποιοῦσιν αἱ οἰκεῖαι ἡδοναὶ καὶ αἱ οἰκεῖαι λῦπαι. αἱ μὲν γὰρ οἰκεῖαι ἡδοναὶ αὔξουσιν αὐτὰς καὶ χρονιωτέρας ποιοῦσιν, αἱ δὲ οἰκεῖαι λῦπαι φθείρουσι καὶ ἀφανίζουσι. ῥητέον δὲ καθόλου περὶ ἡδονῶν, ὅτι αἱ μέν εἰσιν αὐτῶν κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, αἱ δὲ παρὰ φύσιν. καὶ κατὰ φύσιν μέν εἰσιν αἱς ἥσονται ἐνεργοῦντες τὰς κατὰ φύσιν ἐνεργείας, παρὰ φύσιν δὲ ὧν καὶ αἱ ἐνέργειαι παρὰ φύσιν. ἑκάστῳ γὰρ τῶν ζῴων εἰσί τινες οἰκεῖαι καὶ κατὰ φύσιν αὐτῶν ἐνέργειαι. καὶ γὰρ καὶ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες γινόμεναι κατὰ τὴν τοῦ ἀνθρώπου φύσιν καὶ ἵππου καὶ κυνὸς κατὰ τὴν ἵππου καὶ κυνὸς φύσιν· ὧν καὶ τὰς ἡδονὰς καὶ αὐτὰς χρὴ λέγειν κατὰ φύσιν ἐκείνοις. ἡ γὰρ ἑπομένη ἡδονὴ τῇ κατὰ φύσιν τοῦ ἀνθρώπου 25 ἐνεργείᾳ κατὰ φύσιν ἐστὶ τῷ ἀνθρώπῳ· ὧν ἡδονῶν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς λέγειν χρή, τὰς δὲ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὐτῶν γινομένας ἐνεργείαις παρὰ φύσιν ἡδονὰς ῥητέον. p. 1175b24 Διαφερουσῶν δὲ τῶν ἐνεργειῶν ἐπιεικείᾳ καὶ φαυλότητι. Εἴρηται πολλάκις καὶ δέδεικται, ὅτι αἰ ἡδοναὶ συνῳκείωνται ταῖς ἐφ᾿ αἷς γίνονται ἐνεργείαις. καὶ διὰ τοῦτο καὶ συνδιαιροῦνται ταύταις. διαφέρουσι δὲ κατ᾿ εἰδος αἱ ἑνέργειαι, ὥστε καὶ αἱ ἡδοναὶ διαφέρουσι τῷ εἴδει, καί εἰσιν ἀνομοειδεῖς. εἰ γὰρ τῶν σπουδαίων ἐνεργειῶν αἱ ἡδοναὶ σπουδαῖαι καὶ τῶν φαύλων φαῦλαι, τὰ δὲ σπουδαῖα καὶ φαῦλα ἐναντία, τίς μηχανὴ τὰ ἐναντία λέγειν ὀμοειδῆ; διαφέρουσιν ἄρα τῷ εἴδει αἱ σπουδαῖαι καὶ φαῦλαι ἡδοναί. εἰσὶ δὲ ἐπιεικεῖς καὶ αἱρεταὶ ἐνέργειαι αἱ ἀπὸ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, φαῦλαι δὲ αί ἀπὸ τῶν κακιῶν, οἷαι αἱ τῶν ἀκολάστων καὶ τυμβωρύχων καὶ ἑροςύλων. οὐδέτεραι δὲ αἱ ἀναγκαῖαι, οἷαι αἱ διὰ παιδοποιίαν ὁμιλίαι καὶ αἱ ὅμοιαι. ὅτι δὲ οὐκ εἰσὶ πᾶσαι αἱ ἡδοναὶ ὁμοειδεῖς, δείκνυσι καὶ ἀπὸ τῆς ἐπιθυμίας. εἰ γάρ ἐστιν ἡ ἐπιθυμία ὄρεξις ἡδέος, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αίρεταὶ αἱ δὲ φευκταί, δῆλον ὅτι καὶ τὰ ἡδέα ὧν εἰσιν αἱ ἐπιθυμίαι, ὡσαύτως ἔχουσι ταῖς ἐπιθυμίαις καὶ ἔσονται τῶν ἡδέων τὰ μὲν αἱρετὰ τὰ δὲ φευκτά, ὥστε καὶ αἱ ἀπ᾿ αὐτῶν ἡδοναὶ ἔσονται κατὰ ταῦτα τὰ ἡδέα αἱ μὲν αἱρεταὶ αί δὲ φευκταὶ καὶ φαῦλαι· ἀνομοειδεῖς ἄρα, ὅτι καὶ τὸ αἱρετὸν καὶ φευκτὸν ἀνομοειδὲς ὑπάρχει. p. 1175b30 Οἰκειότεραι δὲ ταὶς ‘νεργείαις αἱ ἐν αὐταῖς ἡδοναὶ τῶν ὀρέξεων. Δείξας ὅτι οὐ πᾶσα ἡδονὴ πάσῃ ἡδονῇ ὁμοειδής ἐστιν, ἀλλά τινες μέν εἰσιν ὁμοειδεῖς τινὲς δὲ ἀνομοειδεῖς, δείκνυσιν, ὅτι οὐδὲ ταὐτόν ἐστιν ἡ ἡδονὴ τῇ ἐπιθυμίᾳ ἀλλ᾿ ἕτερον. ἔστι δὲ ὁ λόγος δι᾿ οὗ δείκνυται τοιοῦτος· ἐνεργείας· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἐπιθυμία. καὶ ὅτι μὲν ἡ ἑπιθυμία προτέρα ἐστὶ τῷ χρόνῳ τῆς ἐνεργείας, δῆλον. πρότερον γὰρ ἐπιθυμεῖ τις καὶ οὕτως ἵεται ἐπὶ τὸ ἐπιθυμητόν. ὅτι δὲ καὶ ἡ ἡδονὴ ὅμα τε ἔστι καὶ οὐκ ἔστι τῇ ἐνεργείᾳ ἐφ᾿ ᾗ γίνεται, εἴρηται μυριάκις καὶ δέδεικται. εἰ οὖν ἡ ἐπιθυμία προτέρα τῆς ἐνεργείας, ἡ δὲ ἡδονὴ ἅμα τῇ ἐνεργείᾳ, τὸ ὅμα συνὸν οἰκειότερόν ἐστι τοῦ προηγουμένου καὶ μὴ συνόντος. ἔτι ὅσῳ πλέον ἀφέστηκε τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντος καὶ συνόντος αὐτῷ, τοσούτῳ καὶ ἡ ἐπιθυμία ἀφέστηκε τῆς ἐνεργείας, παρὸ ἡ ἡδονή. ἡ μὲν γὰρ ἐπιθυμία ἔφεσίς ἐστιν ἡδονῆς· διὰ γὰρ τῆν ἡδονὴν ζητοῦμεν τὰ ἡδέα. ἡ δὲ ἡδονὴ σύνεστι τῇ ἐνεργείᾳ καὶ ἔχει ἡ μὲν ἡδονὴ τὴν ἐνέργειαν (σύνεστι γὰρ αὐτῇ), ἡ δ᾿ ἐπιθυμία οὐκ ἔχει. οἰκειοτέρα ἄρα τῇ ἐνεργείᾳ ἡ ἡδονὴ ἥπερ ἡ ἔφεσις καὶ τοσοῦτον οἰκειοτέα, ὡς καὶ ἀμφισβητεῖν, εἰ ταὐτόν ἐστιν ἡδονὴ καὶ ἐνέργεια ἢ ἕτερον· ἐπὶ δὲ τῆς ἐπιθυμίας καὶ ἐνεργείας μηδένα ἀμφισβητῆσαι, πότερον αἱ αὐταί εἰσιν ἢ ἕτεραι. εἰ δὴ ἡ μὲν οἰκειοτάτη ἐστί, τῇ ἐνεργείᾳ δὲ ἧττον οἰκεία, ἕτεραί εἰσι καὶ οὐχὶ αἱ αὐταί. οὐ μὴν ἔοικεν ἡ ἡδονὴ διάνοια. διάνοιαν τὴν τῆς διανοίας λέγει ἐνέργειαν, οἷον τὴν διανόησιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ δοκεῖ ἡ ἡδονὴ ταὐτὸν τῇ διανοήσει διὰ τὴν συνῳκείωσιν, οὐ χρὴ καὶ ὡς ἀληθὲς τὸ τοιοῦτον ἀποδέχεσθαι. ἕτεραι γάρ εἰσι καὶ ἡ διανόησις καὶ ἡ κατ᾿ ἐνέργειαν αἴσθησις τῶν ἐπ᾿ αὐταῖς γινομένων ἡδονῶν. εἰ γὰρ ἦν ἡ ἐνέργεια ταὐτὸν τῇ ἡδονῇ, οὐδεμία ἂν ἦν ἐνέργεια ἀνήδονος, ἀλλὰ πᾶσαι ἂν ἦσαν σὺν ἡδονῇ. νῦν δ᾿ εἰσὶ πολλαὶ καὶ χωρίς ἡδονῆς. τῶν τε γὰρ ἀθλητῶν αἱ ἑνέργειαι ἀνήδονοι μᾶλλον δὲ μετὰ λύπης, τῶν τε μανθανόντων γράμματα καὶ μήπω κατωρθωκότων, τῶν τε 50 πρὸς ἀρετὴν βαδιζόντων καὶ μήπω κατειληφότων, ὥστε δῆλον ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ καὶ ἡ ἐνέργεια ταὐτόν. ὡς γὰρ ὁ χρόνος καὶ ἡ κίνησις οὐ ταὐτόν, καίτοι μὴ δυναμένου τοῦ χρόνου χωρὶς εἶναι κινήσεως, οὕτως οὐδὲ ἡδονὴ καὶ ἐνέργεια ταὐτὸν κἂν ἐξ ἀνάγκης ἅμα ὦσι. και ἐπεὶ συνέπονται ταῖς ἐνεργείαις αί ἡδοναί, ὡς ἂν ἔχωσιν αἱ ἐνέργειαι κατά τε τὸ εὖ καὶ τὸ ἐναντίον, οὕτως ἕξουσι καὶ αἱ ἐπ᾿ αὐταῖς ἡδοναί. |p. 1175b36 Διαφέρει δὲ ὄψις μὲν άφῆς καθαριότητι. Ἡ μὲν ὄψις τῶν εἰδῶν ἐστιν αὐτῶν ἀντιληπτικὴ δίχα τῆς ὕλης, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς πραγματείας δέδεικται. ὥσπερ γὰρ ὁ κηρὸς τὴν σφραγῖδα μόνην τὴν ἐν τῷ χρυςίνῳ δακτυλίῳ ἀπομάττεται χωρὶς τῆς ὑποκειμένης ὕλης (χρυσὸς γὰρ ἂν ἐγίνετο ὀ κηρός, εἰ σὺν τῷ ὑποκειμένῳ ὡς ὕλῃ τῷ χροςῷ τὴν σφραγῖδα ἐδέχετο), οὕτω καὶ ἡ ὄψις τῶν εἰδῶν ἐστιν ἀντιληπτικὴ χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης. ἡ δὲ ἀκοὴ καὶ ἡ ὄσφρησις σωματοειδεῖς οὖσαι καὶ παθητικώτεραι μεθ᾿ ὕλης εἰσδέχονται τὰ αἰσθητά. μετὰ γὰρ τοῦ ἀέρος καὶ σὺν τῷ ἀέρι, οὗ πάθος εἰσὶν ὁ ψόφος καὶ ἡ ὀσμή, ἀντιλαμβάνονται τῶν οἰκείων αἰσθητῶν, ἤτοι τοῦ ψόφου καὶ τῆς ὀσμῆς. καθαρωτέρα ἄρα ἡ ὄψις, ὡς ἀύλων ἀντιληπτική, ἀκοῆς καὶ ὀσφρήσεως τῶν μεθ᾿ ὕλης εἰσδεχομένων τὰ οἰκεῖα αἰσθητά. αὗται δὲ πάλιν καθαρώτεραι γεύσεως ὅσον τὸ ὑποκείμενον τῷ ψόφφ καὶ τῇ ὀσμῇ ὁ ἁὴρ λεπτομερέστερός ἐστι τοῦ ὑδατώδους ὑγροῦ, ἐν ᾧ ἐστιν ὡς ὕλη ὁ χυμός· τῆς δὲ άφῆς διαφέρουσιν αἱ τέσσαρες αὗται αἰσθήσεις πάνυ τῇ καθαριότητι, τῆς μὲν ἐν ὅλῳ τῷ σώματι ἁφῆς, ὅτι τὰ αἰσθητὰ αὐτῆς ὑποκείμενον ἔχει τὰ τέσσαρα στοιχεῖα πῦρ γῆν ὕδωρ ἀέρα, ὥστε ὑλωδέστερα. οἷς δ᾿ ἐπικρατεῖ τὸ τῆς ὕλης, ἧττον ἐκεῖνα καθαρὰ καὶ ἠττον τίμια τῶν ἀυλοτέρων. τῆς δὲ ἁφῆς τῆς ἐν ταῖς συνουςίαις ὅσον διαφέρουσι τῇ καθαριότητι, τίς ἀγνοῖ; τὸ γὰρ τὴν ζωώδη καὶ γενεσιουργὸν ἀποπληροῦν χρείαν πῶς ἂν ἐπίσης εἴη καθαρὸν ὁράσει καὶ ἀκοῇ καὶ ταῖς λοιπαῖς δύο, αἱς τὰς διαφορὰς καὶ κοινωνίας τῶν αἰσθητῶν ἔγνωμεν. δρόμους τε ἀστέρων διὰ τῆς ὄψεως προποδισμούς τε καὶ ἀναποδισμοὺς καὶ στηριγμοὺς καὶ φάσεις καὶ κρύψεις ἀντελαβόμεθα. ἐπεὶ οὖν διαφέρουσιν αὗται αἱ αἰσθήσεις καὶ αἱ ἀπ᾿ αὐτῶν ἐνέργειαι τῇ καθαριότητι καὶ τῷ τιμίῳ, διαφέροιεν ἂν ὡσαύτως καὶ αἱ ἐπ᾿ αὐταῖς ἡδοναί. πάλιν ἐπεὶ αἱ τοῦ νοῦ καὶ τῆς διανοίας ἐνέργειαιδιαφέρουσι τῶν ἀπὸ τῶν αἰσθήσεων ἐνεργειῶν, ἔσονται καὶ αἱ ἐπ᾿ αὐταῖς ἡδοναὶ τιμιώτεραι καὶ καθαριώτεραι, ὅσον νοῦς αἰσθήσεως τιμιώτερος καὶ σεμνότερος. ἃ μὲν οὖν λέγει διὰ τούτων, ταῦτά ἐστι. τὸ δὲ καὶ ἑκάτεραι ἀλλήλων περὶ τῶν ἡδονῶν εῖπε τοῦ νοῦ καὶ τῆς διανοίας. ἐπεὶ γὰρ διττὸς ὁ νοῦς, ὅ τε θεωρητικὸς καὶ ὁ πρακτικός, καὶ αἱ τούτων ἡδοναὶ διαφέρουσι. καὶ ἔστιν, ὅσον θεωρία πράξεως ὑψηλοτέρα, τοσοῦτον καὶ ἡδονὴ τῆς ἡδονῆς. ταῦτα δὲ προαναψωνεῖ ὠδίνων ἤδη τὸν περὶ τῆς νοερᾶς ζωῆς καὶ τῆς τοιαύτης εὐδαιμονίας λόγον. p. 1176a 3 Δοκεῖ δ᾿ ἑκάστῳ ζῴῳ εἶναι καὶ ἡδονὴ οἰκεία ὥσπερ ἔργον. Εἴρηταί μοι μικρῷ πρόσθεν, ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσι κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, αἱ δὲ παρὰ φύσιν· καὶ κατὰ φύσιν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν αὐτῶν ἐνεργείαις, παρὰ φύσιν δὲ τὰς ἐπὶ ταῖς παρὰ φύσιν· εἰσὶ γὰρ ἑκάστῳ τῶν ζῴων κατὰ φύσιν οἰκεῖαι ἐνέργειαι, ὧν ἐνεργειῶν καὶ αί ἡδοναὶ κατὰ φύσιν εἰσίν, αἳ καὶ ἀγαθαί εἰσι καὶ ἀληθῶς ἡδεῖαι ὑπάρχουσιν. εἰ οὖν ταῦτα ἀληθῆ, ὥσπερ δὴ καὶ εἰσί, μάλιστα δὲ ἔχων ἐστὶν ὁ ἄνθρωπος (τοιοῦτος δ᾿ ἐστὶν ὁ ἀγαθός), εἶεν ἂν κατὰ ψύσιν ἀνθρώπῳ ἡδοναὶ αί μάλιστα τῷ ἀγαθῷ φαινόμενοαι καὶ δοκοῦσαι. ἀλλὰ καὶ τῶν κατὰ φύσιν ἀνθρώπῳ ἡδονπῶν ἔστι τις διαφορὰ τῷ τὰς μὲν αὐτῶν μᾶλλον οἰκείας αὐτοῖς εἶναι, τὰς δὲ ἧττον οἰκείας. αἱ μὲν γὰρ ἐπὶ ταῖς κατ᾿ ἀρετὴν ἐνεργείαις γινόμεναι ἡδοναὶ μᾶλλον καὶ μάλιστα οἰκειόταται ἀνθρώπῳ, αἱ δ᾿ ἐπὶ ὁμιλίᾳ ἀνδρῶν πρὸς γυναῖκας ἧττον οἰκεῖαι, πλὴν καὶ αὗται κατὰ φύσιν, ἀλλ᾿ οὐ παρὰ φύσιν. καὶ ἡ μὲν τῶν προκειμένων διάνοια αὕτη, τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως Ἡρακλείτου τοῦ Ἐφεςίου καὶ ἐμοῦ πολίτου τὸ ‘ὄνους σύρματ᾿ ἂν ἑλέσθαι <μᾶλλον> ἢ χρυςόν.’ σύρματα τὸν χόρτον Ἡράκλειτος λέγει, ὃς, κατὰ φύσιν ἡδύς ἐστι τῷ ὄνῳ. αἱ μὲν τῶν ἐτέρων τῷ εἴδει διαφέρουσιν εἴδει. ἕτερα τῷ εἴδει ἄνθρωπος ἵππος βοῦς κύων. τούτων τῶν ἑτέρων τῷ εἴδει διαφέρουσιν, ὡς εἰρηται, καὶ αἱ κατὰ φύσιν ἐνέργειαι τῷ εἴδει καὶ αἱ ἐπ᾿ αὐταῖς γινόμεναι ἡδοναί. τὰς δὲ τῶν αὐτῶν τῷ εἴδει ἐπὶ τῶν ἀλόγων ζῴων ζῴων εὔλογον εἶναι τὰς αὐτὰς τῷ εἴδει. πᾶσι γὰρ τοῖς ἵπποις, τοῖς αὐτοῖς οὖσι τῷ εἴδει, τὰ αὐτά ἐστιν ἡδέα, οἷον χόρτος καὶ κριθή, καὶ τοῖς κυσὶν πᾶσιν ὁμοειδέσιν οὖσι ὀστέα καὶ κρέα, τοῖς δὲ βουσὶ πᾶ|σιν ὄροβοι. ἐπὶ μὲν οὖν τῶν ἀλόγων ζῴων, ὡς εἴρηται, ἀληθὲς τὸ εἰρημένον, ὅτι τὴν φύσιν ἔχουσι μόνην αὐτὰ ποδηγετοῦσαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων τῶν σπουδαίων· πᾶσι γὰρ τοῖς κατ᾿ ἀρετὴν νοερῶς ζῶσι τὰ αὐτά ἐστιν ἡδώα, τοῖς δὲ μοχθηροῖς ἄλλοις ἄλλα. ἀλλὰ κἄνπερ τοῦθ᾿ οὕτως ἔχῃ, οὐ χρὴ πάντα ἡδέα λέγειν οὐδὲ πάντα ἀγαθὰ ἢ καλά, ἀλλὰ τὰ δοκοῦντα τοιαῦτα τῷ σπουδαίῳ. καὶ ἐπεὶ καλῶς λέγεται, ὅτι ἀγαθόν ἐστι τὸ δοκῦν σπουδαίῳ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετή, ἤτοι ὁ ἐνάρετος καὶ σπουδαῖος καὶ ἀγαθὸς ᾗ ἀγαθός (ὃ γὰρ ἂν ὁ ἀγαθὸς μετρήσῃ, ἤτοι ὁρίσῃ καὶ κρίνῃ καὶ φῇ ἀγαθὸν <ἐκεῖνο ἀληθῶς ἐστιν ἀγαθόν>) δηλονότι καὶ ἡδοναὶ εἶεν ἂν καὶ λέγοιντο αἱ τῷ ἀγθῷ καὶ σπουσαίῳ δοκοῦσαι ἡδοναὶ εἶναι καὶ ἀληθῶς ἡδέα, οἷς οὗτος χαίρει καὶ γέγηθεν. εἰ δέ τισι τὰ τῷ ἀγαθῷ δοκοῦντα δυσχερῆ φαίνεται ἡδέα, μὴ θαυμαζέτω τις. νοσοῦσι γὰρ τὸν ἀληθινὸν ἄνθρωπον, τὸν νοῦν, τὸν δυνάμενον διακρίνειν ἀπὸ τῶν φαινομέναων καὶ ψευδῶν τὰ ὄντα καὶ ἄληθῆ. τὰ οὖν δυσχερῆ τῷ σπουδαίῳ μὲν ἡδέα οὔκ εἰσι, φαίνονται δὲ ἡδέα τοῖς οὕτω διακειμένοις, τοῦτέστι τοῖς διεφθαρμένοις καὶ μοχθηρῶς διακειμένοις. ταῦτα εἰπὼν ἐπιφέρει τὰς μὲν ὁμολογουμένας αἰσχρὰς ἡδονὰς οὐ φατέον ἡδονάς, ἀλλὰ ῥητέον ὅτι ἁπλῶς μὲν καὶ κυρίως οὔκ εἰσιν ἡδοναί, δοκοῦσι δὲ ἡδοναὶ τοῖς φαύλως ἔχουσι. τῶν δ᾿ ἐπιεικῶν εἶναι δοκουσῶν, ποίαν ἢ τίνα φατέον εἶναι τοῦ ἀνθρώπου; πολλῶν οὐσῶν τῶν ἐπιεικῶν ἡδονῶν, ποίαν εἶναι χρὴ λέγειν ἀπὸ τούτων τὴν τοῦ ἀνθρώπου ἠδονήν; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἐκ τῶν ἐνεργειῶν δῆλον. ἐπεὶ γὰρ ἐπὶ ταῖς ἐνεργείαις γίνονται, οἵα ἂν εἴη ἡ τοῦ ἀνθρώπου ὡς ἀνθρώπου ἐνέργεια, εἴτε μία ἐστὶν αὕτη ἡ ἐνέργεια εἴτε πλείους, ἡ ἑπομένη ἡδονὴ τῇ ἐνεργείᾳ ἐκείνῃ ἢ αἱ ἑπόμεναι ταῖς ἐνεργείαις, ἐκείνη ἔσται ἢ ἔσονται τοῦ α’νθρώπου ἡδονὴ ἢ ἡδοναί. καὶ τοῦτο εἰπὼν ἐπὶ τὸν περὶ εὐδαιμονίας ἵεται λόγον. αὕτη γάρ ἐστιν ἡ τοῦ ἀνθρώπου ἐνέργεια, ἣν ζητοῦμεν. ἐπεὶ δὲ ἡ εὐδαιμονία διττή, ἥ τε ἐπανθοῦσα ταῖς ἡδοναῖς περὶ ἧς εἴπομεν ἐν τῷ πρώτῳ βιβλίῳ, καὶ ἡ νοερὰ ζῳή, περὶ ἧς ἐρεῖ, διττὴ ἂν εἴη καὶ ἡ τοῦ ἀνθρώπου ἐνέργεια, ὥστε καὶ ἡ ἡδονή. p. 1176a30 Εἰρημένων δὴ τῶν περὶ τὰς ἀρετάς τε καὶ φιλίας καὶ ἡδονάς, λοιπὸν περὶ εὐδαιμονίας τόπῳ διελθεῖν. Τὸ τύπῳ ἔσον ἐστὶν τῷ οὐ γεωμετρικῶς οὐδ᾿ ἐξ ἀναγκαίων, ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων καὶ τῶν δοκούντων ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. εἴρηκε δὲ περὶ ἀρετῶν, καίτοι περὶ εὐδαιμονίας οὔσης αὐτῷ τῆς προθέσεως εἰπεῖν, καὶ περὶ φιλίας καὶ ἡδονῆς· περὶ ἀρετῶν μέν, ὅτι ἡ μὲν πρακτικὴ καὶ πολιτικὴ λεγομένη εὐδαιμονία τέλος ἐστὶ τῶν πρακτικῶν καὶ ἠθικῶν ἀρετῶν, ἡ δὲ θεωρητικὴ εὐδαιμονία τέλος ἐστὶ πασῶν τῶν πρακτικῶν καὶ θεωρητικῶν ἀρετῶν. διττὸν γὰρ τὸν ἄνθρωπον οὕτος ὀ φιλόσοφος δοξάζων, τὸν μὲν ἐκ ψυχῆς καὶ σώματος, τὸν δὲ νοῦν (ὀνομάζει δὲ νοῦν τὴν λογικὴν ζωήν, ἤτοι αὐτὸ τὸ λογικὸν τῆς ψυχῆς μέρος, ὃν δὴ νοῦν καὶ ὄντως καὶ πρώτως καὶ μάλιστα ἄνθρωπον τίθεται), διττὴν καὶ τὴν εὐδαιμονίαν εὑρίσκει, τὴν μὲν νοερὰν καὶ τελείαν, ἣν καλεῖ θεωρητικήν, τὴν δὲ δὲ μετὰ τῶν ἐκτὸς ὑφισταμένην. ἐκτὸς δὲ λέγουσι τήν τε τοῦ σώματος ὑγίειαν, τὴν τῆς ὕλης χορηγίαν, τὴν εὐγένἒιαν καὶ τὴν εὐτεκνίαν. καὶ εἰκότως τοῦτο λέγει καὶ σύμφωνον ἑαυτῷ. γὰρ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος ἀφορίζοντι ἀνάγκη καὶ τὴν τοῦ σώματος ἕξιν εἰς τὴν τῆς ἀνθρωπίνης <εὐδαιμονίας> συμπλήρωσιν παραλαμβάνειν. οὐ γὰρ δήπου θατέρου τῶν τοῦ ὅλου μορίων κακῶς ἔχοντος εὔδαιμον ἔσται ποτὲ τὸ ὅλον. διότι μὲν οὖν τέλος ἐστὶ τὸ διττὸν τοῦτο τῆς εὐδαιμονίας τῶν ἀρετῶν, διὰ τοῦτο τὰ περὶ τῶν ἀρετῶν διῆλθεν ἀμφοτέρων, τῶν τε πρακτικῶν καὶ τῶν λογικῶν. περὶ φιλίας δὲ εἶπεν, ὅτι ταύτης τὸ μέν ἐστι τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, καθ᾿ ἣν φυσικῶς οἱ συγγενεῖς ἀλλήλους φιλοῦσι καὶ τοὺς παῖδας οἱ πατέρες, τὸ δὲ τοῦ θυμοειδοῦς, καθ᾿ ἣν οἱ συστρατευόμενοι καὶ συμπολεμοῦντες συμπνέουσι καὶ οὗτοι φυσικῶς ἀλλήλοις, τὸ δὲ τοῦ λογιστικοῦ, ἥτις παρὰ τοῖς σπουδαίοις μάλιστα θεωρεῖται δι᾿ εὐζωΐας κοινῆς καὶ θεωρίας συνάπτουσα τὰς τῶν φίλων ψυχάς. περὶ δὲ ἡδονῆς πάλιν εἴρηκεν, ὅτι μικτόν ἐστι τὸ τέλος ἡμῶν, ὅ ἐστιν ἡ εὐδαιμονία, ἔκ τε νοερᾶς ζωῆς καὶ ἡδονῆς. οὔτε γὰρ ἡ νοερὰ ζωὴ δίχα; ἡδονῆς πρὸς εὐδαιμονίαν ἀρκεῖ (οὐ γὰρ ἕξει τὸ ἐφετὸν ἀνήδονος οὗσα) οὔτ᾿ αὖ ἡ ἡδονὴ χωρὶς τῆς τοιαύτης ζωῆς συμπληροῦν καὶ ἀπαρτίζειν δύναται τὴν εὐδαιμονίαν. οὐ γὰρ ἕξει τὸ ἱκανὸν καὶ αὔταρκες, ἄνους οὖσα καὶ πάσης ἐστερημένη γνωστικῆς ἐνεργείας. εἰπόντες οὖν, φηςί, περὶ ἀρετῆς καὶ φιλίας καὶ ἡδονῆς, ἐν οἷς τὸ εὐδαιμονεῖν, ῥητέον καὶ περὶ εὐδαιμονίας τῆς ἐν θεωρίᾳ. τούτου γὰρ δεῖ προσυπακούειν· μέλλων δὲ περὶ ταύτης λέγειν ἀναμιμνήσκει ἡμᾶς τῶν περὶ πολιτικῆς εὐδαιμονίας ῥη|θέντων αὐτῷ ἐν τῷ πρώτῳ βιβλίῳ· συντελεῖν γὰρ αὐτῷ μέλλουσιν εἰς τὸ προκείμενον. p. 1176a33 Εἴπομεν δὴ ὅτι οὐκ ἔστιν ἕξις· καὶ γὰρ τῷ καθεύδοντι διὰ βίου ὑπάρχοι ἄν. Εἴρηκεν ἑν τῷ πρώτῳ ‘πάντες ἄνθρωποι οἱ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας ἀγόμενοι τὴν εὐδαιμονίαν τὸ ἀκρότατον τέλος εἶναι τίθενται· ἀκρότατον δὲ πάλιν τέλος λέγουσι τὸ εὖ ζῆν καὶ εὖ πράττειν. ᾿εἰ οὖν ἡ εὐδαιμονία τὸ ἀκρότατόν ἐστι τέλος, τὸ δὲ τοιοῦτον τέλος εὖ ζῆν καὶ εὖ πράττειν ἐστί, τὸ δὲ εὖ ζῆν καὶ εὖ πράττειν οὐχ ἕξις ἐστὶν ἀλλ᾿ ἐνέργεια, ἡ εὐδαιμονία ἄρα πρᾶξίς τε καὶ ἐνέργεια. καὶ τίς γὰρ εὐδαίμονα φήσει τὸν ἔχοντα μὲν τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ ἢ καθεύδοντα παρ᾿ ὅλον τὸν βίον, οἷον τὸν ᾿Ενδυμίωνα μυθολογοῦσι, καὶ φυτοῦ ζῶντα βίον; φυτῷ γὰρ ὁ καθεύδων ἔοικε, μόνων ὡς εἰπεῖν ἐν αὐτῷ τῶν φυσικῶν ἐνεργουσῶν δυνάμεων, καθάπερ ἐν τοῖς φυτοῖς. ἢ τίς ἂν εὐδαιμονίσειε τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ᾿ ὅλον τὸν βίον, κακοπαθοῦντα δέ; Εἰ δὴ ταῦτα μὴ ἀρέσκει μηδ᾿ ἀληθὲς εἶναι δοκεῖ τὸ τὸν καθεύδοντα ἢ ἀπρακτοῦντα λέγειν εὐδαίμονα, Κἂν ὅτι μάλιστα πᾶσαν ἔχῃ τὴν ἀρετήν, <οὐκ ἐν ἕξει δεῖ τίθεσθαι τὴν εὐδαιμονίαν ἀλλ᾿ εἰς ψυχῆς ἐνέργειαν ἀναπέμπειν κατ᾿ ἀρετὴν> ἐν βίῳ τελείῳ, ὡς εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ. p. 1176 b 2 Τῶν δ᾿ ἐνεργειῶν αἱ μέν εἰσιν ἀναγκαῖαι καὶ δι᾿ ἕτερα αἱρεταί, αἱ δὲ καθ᾿ ἑαυτάς. ᾿Αναγκαίας ἐνεργείας καὶ δι᾿ ἕτερα λέγουσιν αἱρετὰς τὰς ποιητικάς, οἷον οἰκοδόμησιν ἰάτρευσιν χάλκευσιν, δι᾿ αὑτὰς δὲ τὰς κατ᾿ ἀρετὴν πράξεις καὶ τὰς θεωρίας καὶ γνώσεις τῶν ὄντων. Τῶν ἐνεργεῶν οὖν διττῶν οὐσῶν κατὰ γένος, τὴν εὐδαιμονίαν, φησί, τινὰ τῶν᾿ αὑτὰς ἐνεργειῶν καὶ οὐ τῶν δι᾿ ἕτερόν τι αἱρετῶν. εἰ γὰρ ἀνενδεές τι καὶ αὔταρκες ἡ εὐδαιμονία, τὰ δὲ ἀνενδεῆ καὶ αὐτάρκη δι᾿ ἑαυτὰ αἱρετά, ἡ εὐδαιμονία ἄρα τῶν δι᾿ αὑτά ἐστιν αἱρετῶν. εἰπὼν δὲ ὅτι τὰ καλὰ καὶ σπουδαῖα πάντα τῶν δι᾿ ἑαυτὰ αἱρετῶν, ἐπήγαγε καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι τῶν δι᾿ ἑαυτάς εἰσιν αἱρετῶν. οὐ γὰρ δι᾿ ἕτερα αὐτὰς αἱροῦνται, ὡς τὴν ἀγαλματοποιητικὴν διὰ τὰ ἀγάλματα καὶ τὴν στρατιωτικὴν διὰ τὴν νίκην Καὶ τὴν ἰατρικὴν διὰ ὑγίειαν. Αἱροῦνται δὲ τὰς ἡδείας παιδιὰς ὡς εὐδαιμονικὰς ὅσοι τὴν εὐδαιμονίαν τίθενται ἐν τῷ ἀπολαυστικῶς ζῆν καὶ ἥδεσθαι ἐσθίοντας καὶ πίνοντας καὶ παίζοντας ἢ ἀκολασταίνοντας. Εἰπὼν δὲ ὅτι αἱ ἡδεῖαι τῶν παιδιῶν τῶν δι᾿ ἑαυτάς εἰσιν αἱρετῶν, ἐπήγαγε τὴν αἱτίαν τούτου ἐπενεγκών· βλάπτονται γὰρ ἀπ᾿ αὐτῶν μᾶλλον ἂ ὠφελοῦνται. Οἱ γὰρ παιδιαῖς σχολάχζοντες, οἷον οἱ κυβεύοντες, οἱ ἀστραγαλίζοντες, ἀμελοῦντες τῶν γυμναςίων καὶ τῆς κτήσεως βλάπτονται κατ᾿ ἄμφω καὶ τὸ σῶμα καὶ τὴν κτῆσιν, ὥστε οὔκ εἰσιν αἱ παιδιαὶ τῶν δι᾿ ἄλλο τι αἱρετῶν. τὰ γὰρ δι᾿ ἄλλο τι αἱρετὰ ὠφέλιμά ἐστιν, ὡς ἡ ἐμπορία καὶ ἡ καπηλική· αὔξεται γὰρ ἀπ᾿ αὐτῶν ἡ κτῆσις, ἐκ δὲ τῶν παιδιῶν τοὐναντίον Μειοῦται. ὥστε οὔκ εἰσι τῶν δι᾿ ἄλλο τι αἱρετῶν ἀλλ᾿ οὐδὲ τῶν Δι᾿ ἑαυτὰς αἱρετῶν, κἂν ὅτι μάλιστα δι᾿ αὐτὰς αἱρῶνται ταύτας οἱ τὸν ἀπολαυστικὸν τιμῶντες βίον. εἰ γὰρ τὰ βλαβερὰ ἀναίρετα, αἱ δὲ τοιαῦται παιδιαὶ βλαβεραί, ἀναίρετοι ἄρα καὶ οῦχ αἱρεταί. p. 117b 12 Kαταφεύγουσι δὲ ἐπὶ τὰς τοιαύτας διαγωγὰς τῶν εὐδατμονιζομένωω οἱ πολλοί. Τοιαύτας διαγωγὰς λέγει τὰς εἰρημένας παιδιάς. τῶν γὰρ ἐν ἀπολαύσει καὶ σωματικαῖς ἡδοναῖς τὴν εὐδαιμονίαν τιθεμένων καὶ ἀφοριζόντων οἱ πλείους, ἴσως δὲ πάντες, ὠκέως καὶ δὺν πάσῃ προθυμίᾳ καὶ ἐπὶ τὰς τῶν παιδιῶν ἡδονὰς ἵενται. τοῦτο γὰρ σημαίνει τὸ καταφεύγουδι τὸ μετὰ σπουδῆς καὶ ταχέως πρὸς αὐτὰς φέρονται. ἤ τοιαύτας διαγωνγὰς λέγει τὰς συνόδους, ἀφ’ ὦν ἡδουὴν πορίζονται. συνδιάγειν γὰρ καὶ συνδιημερεύειν μετὰ πῶν ἥδειν δυναμένων ὁποῖοι ἄν ὦσιν εἴτε αὐλλων εἴτε βωμολόχοι εἴτ’ ὀρχησταὶ ἱμείρονται. καὶ διὰ τὸ μάλιστα τῶν ἄλλων τοὺς τοράννους ἐν ἡδοναὶς τὴν εὐδαιμονίαν ἱδτᾶν καὶ μηδὲν ἄλλο πιστεύειν εἶναι τὸ εὐδαιμονεῖν ἤ τὸ κατὰ πᾶσαν ἥδεσθαι αἴσθησιν εὐδοκιμοῦσιν ἐν αὐτοῖς καὶ τιμῶνται οἱ εὐτράοελοι· λέγων νῦν εὐτραπέλους πάντας ἁπλῶς ὅσοι δύνανται πορίζειν αὐτοῖς ἡδονὰς ὁπωσδηποιοῦν. εὐδοκιμοῦσι δὲ παρ’ αὐτοῖς καὶ σπουδάζειν διότι παρέχουσιν αὑτοὺς ἡδεῖς πρὸς ἑκεῖνα ὦν ἐφίενται· ὀρεγόμενοι γὰρ χαίρειν καὶ γελᾶν καὶ μελὼν ἀκούειν σαινόντων τὴν ἀκοὴν παρέχουσιν ἑαυτοὺς πρὸς ταῦτα ἡδεῖς. λέγουσι γὰρ καὶ ᾄδουσι καὶ πράττουσιν οἶς οἱ τύραννοι χαίρουσιν. ὁ δὲ πράττων καὶ λέγων ἐκεῖνα, οἶς ὁ τύραννος |ἥδεται, ἡδύς ἐστι πάντως τῷ τυράννῳ, ὡς καὶ ὁ λέγων καὶ πράττων οἶς ὁ σπουδαῖς χαίρει ἡδύς ἐστι τῷ σπουδαίῳ. ἡ μὲν οὖν τῶν προκειμένων διάνοια αὕτη. τὸ δὲ δέονται δὲ τοιούτων σημαίνοι ἄν δέονται δὲ τύραννοι οὐ σπουδαίων (πῶς γὰρ οὕς καὶ μισοῦσι καὶ ἀπελαύνουαὐτοῖς τιμῶνται καὶ εὺδοκιμοῦσιν ὡς ἡδεῖς αὐτοῖς. p. 1176 b 16 Δοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι. ’Ακολούθως ταῖς τῶν πολλῶν ἡμαριημέναις ὑπολήψεσιν εὐδαιμονικὰ δοκεῖ τὰ γελοῖα. ἐπεὶ γὰρ οἱ πολλοὶ εὐδαίμονας οἴονται τοὺς τύραννους καὶ δυνάτας, καὶ ἅ διώκουσιν αὐτοὶ καὶ φιλοῦσιν εὐδαιμονικά φασιν εἶναι, τουτέστιν οἰκειότατα καὶ ἰδιαίτατα τῆς εὐδαιμονίας. οὐκ ἔστι δὲ σημεῖον οὐδὲ ἀπόδειξις τοῦ εὐδαίμονα τὸν τύραννον εἶναι καὶ τοὺς δυνάστας τὸ ἐνεξουσιάζειν καὶ ποιεῖν ἅ βούλονται. οὐ γὰρ ἐν τῷ δυναστεύειν καὶ δυνατῶς πράττειν τὰ ἀρεστά σφισιν αὐτοῖς ἡ ἀρετὴ καὶ ἡ πολιτικὴ ἤ θεωρητικὴ εὐδαιμονία, ἤν θεωρητικὴν εὐδαιμονίαν νοῦν εἶπεν. εἰ λὖν μή ἐστιν ἡ τυραννὶς καὶ ἡ δυναστεία ταὐτὸν τῇ εὐδαιμονίᾳ ἁλλ’ ἕτερα καὶ ἀπ’ ἀλλήλων ἐκ διαμέτρου διεστηκότα, οὐδὲ τὰ σωματικὰ ἡδέα οὐδὲ αἱ ἡδεῖαι τῶν παιδιῶν εὐδαιμονικαί εἰσιν. ὁμοίως οὐδὲ αἱ ἐνέργειαι καὶ αἱ πράξεις τῶν τυράννων τῶν σπουδαίων εἰσίν, ἀλλ’ εἰσὶν ἄρισται καὶ σπουδαιόταται ἐνέργειαι αἱ ἀπὸ τῶν ἀρετῶν καὶ αἱ ἀπὸ τοῦ νοῦ. πῶς οὖν ἐπὶ τὰς σωματικὰς ἡδονὰς οἱ τοσοῦτον ἀπέχοντες τῶν ἄλλων πλούτῳ καὶ δυνάμει τύραννοι σπεύδουσιν; ἤ, φησίν, ὅτι ἄγευστοι τυγχάνουσιν ὄντες εἰλικρινῶν ἡδονῶν. λέγει δὲ εἰλικρινεῖς ἡδονὰς αἷς οὐ μέμικται ἢ μετὰ βραχὺ ἕπεται λύπη μηδὲ μετάνοια. καὶ εἴρηται πρότερον περὶ τούτων τίνες αὗται. εἰ μὲν οὖν ἦν, ὥσπερ εἴπομεν, ἡ τυραννὶς ταὐτὸν τῇ εὐδαιμονίᾳ, ἦν ἂν εὐδαιμονικὰ πρὸς ἃ κεχήνασιν οὗτοι καὶ ὧν ἐφίενται. ἐπεὶ δὲ οὐκ ἔστι, οὐ δεῖ τὰς ἡδονὰς ἃς οἱ τύραννοι διώκουσιν, εὐδαιμονικὰ ἀποφαίνεσθαι. ἀλλ’ ὥσπερ οὐδὲ τὰ τοῖς παιςὶ κράτιστα καὶ τίμια, τοιαῦτα δὲ στρόμβοι καὶ ἀστράγαλοι καὶ σφαιρία, καὶ ἁπλῶς εἰσι τίμια καὶ σπουδαῖα, οὕτως οὐδὲ τὰ ἔντιμα τοῖς κατ’ αἴσθησιν ζῶσι καὶ ἁπλῶς ἂν ἄριστα καὶ κάλλιστα εἴη. καὶ ἔστιν εὔλογον, ὥσπερ ἄλλα μὲν φαίνεται παιςὶν ἡσέα καὶ τίμια, ἄλλα δ’ ἀνδράσιν, οὕτω μὴ τὰ αὐτὰ δοκεῖν ἐπιεικέσι καὶ φαύλοις ἀλλὰ διαφέρειν, καὶ τίμια μέν καὶ καλὰ ἀληθῶς εἶναι τὰ δοκοῦντα τοιαῦτα τοῖς σπουδαίοις, φαινόμενα δὲ τὰ τοῖς φαύλοις νομιζόμενα. ὡς οὖν ταῦθ’ οὕτως ἔχει, οὕτως καὶ ἑκάστῳ αἱρετωτάτη ἐστὶν ἐνέργεια ἡ κατὰ τὴν οἰκείαν κείαν ἔξιν. ὁ γὰρ ἕξιν μὲν ἔχων μουσικῆς ἐνεργεῖν αἱρεῖται τὰ μουσικὰ καὶ ὁ ἀκολασίας τὰ τῶν ἀκολάστων πράττειν ἐπείγεται. κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ σπουδαῖος τὰ κατὰ τὰς ἀρετὰς ἐνεργεῖν γηθεῖ τε καὶ ἀγάλλεται. ἐν ἀρετῇ ἄρα καὶ νῷ, ἤτοι νοερᾷ ζωῇ, τὸ εὐδαιμονεῖν ἀλλ’ οὐκ ἐν παιδιᾷ διὰ τὸ τοὺς τυράννους τρέχειν ὠκεῖ ποδὶ πρὸς αὐτήν. καὶ γὰρ ἄτοπον τὸ τὲλος εἶναι παιδιάν, εἰ τὸ παίζειν εὐδαιμονεῖν· τὸ εὐδαιμονεῖν δὲ τέλος· τὸ παίζειν ἄρα τέλος. ἄτοπον δὲ καὶ παντελῶς καταγέλαστον πάντα πράττειν καὶ πόνους ὑφίστασθαι χάριν τοῦ εὐδαιμονεῖν, ἤτοι τοῦ παίζειν. εἰ γὰρ χάριν τοῦ εὐδαιμονήσειν πονοῦμεν, τὸ δ’ εὐδαιμονεῖν τῷ παίζειν ταὐτόν, ἕνεκα τοῦ παίζειν κακοπαθοῦμεν. τοῦτο δὲ γελοῖον. ἐπεὶ οὖν τὸ μὲν πονεῖν ἕνεκα τοῦ τυχεῖν τῆς εὐδαιμονίας ἀγαθόν, τὸ δὲ παίζειν οὐκ ἀγαθόν, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν καὶ τὸ παίζειν ταὐτόν. καὶ ἄλλως· ὥσπερ ἄλλα πολλὰ χάριν ἑτέρων τινῶν αἱρούμεθα, οὕτω καὶ τὸ παίζειν· τὴν δ’ εὐδαιμονίαν οὐχ ἕνεκά τινος αἱρούμεθα· ὥστε οὐκ ἔστιν ἡ εὐδαιμονία καὶ τὸ παίζειν ταὐτόν. τὸ δ’ ὡς εἰπεῖν πρόσκειται ὅτι αἱρούμεθα καὶ τὰς ἀρετὰς αὐτὰς καθ’ αὑτάς, κἂν μὴ μέλλωμεν εὐδαιμονήσειν. καὶ πολλοὶ τὸν πλοῦτον διώκουσι δι’ αὐτὸν καὶ οὐχ ἑτέρου χάριν. p. 1176 b 33 Παίζειν δ’ ὅπως σπουδάζῃ κατ’ ’Ανάχαρσιν ἀρθῶς ἔχειν δοκεῖ. |Ὥσπερ γὰρ τὸ πολεμεῖν χάριν τοῦ εἰρηνεύειν ἐπαινεῖται, οὕτω καὶ τὸ μετὰ τοὺς πρὸς τὰ κάλλιστα πόνους ἐπὶ παιδιὰν ἀποκλίνειν οὐ μεμπτέον ἐστὶν· ἀναταύει γὰρ ἡμᾶς ἡ παιδιὰ καὶ κουφίζει τοὺς πόνους. ἀναπαύσει γὰρ ἔοικεν, ἡ δ’ ἀνάπαυσις ἐπανάγειν τὰ κεκμηκότα τῶν σωμάτων ἐπὶ τὴν προτέραν ἱσχύν, ἥν εἴχομεν πρὸ τοῦ κόπου. εἰ μὲν γὰρ ἄπονα τὰ σώματα ἡμῶν διετηρεῖτο ἐν ταῖς πράξεσι καὶ ἐνεργείαις, οὐκ ἄν ἀναπαύσεως ἐχρῄζομεν οὐδὲ παιδιᾶς τῆς ἀναπαύσει ἐοικυίας· ἐπεὶ δὲ κάμνει, δεῖ ἀναπαύσεως καὶ παιδιᾶς οὐ πάσης ἀλλὰ τῆς ἐοικυίας τῇ ἀναπαύσει εἰς ἀνάληψιν ἰσχύος καὶ ῥώμης, ἵνα πάλιν πράττωμεν καὶ ἐνεργῶμεν καὶ μὴ ὦμεν ἄπρακτοι καὶ ἀνενέργητοι. εἰ δὲ ἕνεκα τοῦ τάλιν ἐνεργεῖν αἰρούμεθα τὴν παιδιάν, ἥν ἀνάπαυσιν εἶπε, οὐκ ἔστι τέλος ἡ παιδιά, ὥστε οὐδ’ εὐδαιμονία. ἡ γὰρ εὐδαιμονία τέλος καὶ δι’ αὑτὴν αἱρετή, ἀλλ’ οὐχ ἕνεκά τινος ἄλλου. βελτίω τε λέγομεν τὰ σπουδαῖα τῶν γελοίων. τὰς κοινὰς καὶ αὐτοφυεῖς τῶν ἀνθρώπων ἐννοίας εἰς πίστν ἐπάγει τοῦ μὴ παιδιὰν εἶναι τὴν εὐδαιμονίαν. ἀνθρώπων ἐννοίας εἰς πίστιν οὐκ ἔκ τινος μαθήσεως ἤ παραγγελίας βελτίω λέγουσι τὰ σπουδαῖα, ἤτοι τὰς ἀρετὰς καὶ τὰς. κατ’ ἀρετῆν ἐνεργείας, τῶν γελοίων καὶ μετὰ παιδιᾶς. τὸ δὲ βέλτιον χείρονός ἐστι βέλτιον· εἰ δὲ χείρονα τὰ γελοῖα καὶ ἡ παιδιᾶ, οὐκ ἄν εἴη ἡ παιδιὰ εὐδαιμονία. οὐ γάρ ἐστιν ἡ εὐδαιμονία τινὸς <χείρων> ἀλλὰ τὸ ἄριτον καὶ κάλλιστον τῶν παρ’ ἡμῖν. καὶ τοῦ βέλτίονος ἀεὶ μορίου καὶ ἀνθρώπου σπουδαιοτέραν τὴν ἐνέργειαν. βέλτιον μόριον καὶ ἄνθρωπον τὸν νοῦν ἡμῶν λέγει, λέγω δὴ τὸ λογικὸν μέρος τῆς ψυχῆς. καὶ ὁρᾷς, ὅπως τὸν ὄντως καὶ μάλιστα ἄνθρωπον ἐν λογικῇ ζμῇ τίθεται καὶ διττὸν αὐτὸν διὰ τούτων ἀποφαίνεται, ἕνα μὲν τὸν ἐκ ψυχῆς καὶ σώματος, ᾦ καὶ τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν εἶπεν εἶναι ἐν τοῖς Μεγάλοις ’Ηθικοῖς, ὡς καὶ ἐν τῷ πρώτῳ τῶνδε βιβλίῳ, ἄλλον δὲ τὸν πρώτως καὶ ὄντως ἄνθρωπον, τὸν ἐν ἡμῖν νοῦν ὑπὲρ οὖ προϊὼν ἐρεῖ. χωρισθεὶς δὲ ὄντως ἐστιν αὐτὸ τοῦθ’ ὅπερ ἐστὶ. καὶ δῆλον ἐκ τούτων ὡς οἱ λέγοντες τὸν ’Αριστοτέλην θνγτὴν δοξάζειν τὴν ψυχὴν οὐδέν τι λέγουσιν. ἀλλὰ περὶ μὲν τούτιν. ἡ τοῦ βελτίονος μορίου τῆς ψυχῆς ἐνέργεια βελτίων καὶ σπουδαιοτέρα, δυνάμει λέγων ἐκείνην αὐτοῦ τοῦ μορίου ἐνέργειαν, λέγω βελτίονα καὶ σπουδαιο τέραν, τὴν σπουδαίαν καὶ ἀπὸ ἀρετῆς καὶ οἰκείαν τῷ ἀνθρώπῳ, ᾗ ἄνθρωπος, ἀλλ᾿ οὐ τὴν ἀπὸ κακίας. εἰ οὖν αὕτη βελτίων τῆς τοῦ χείρονος μορίου τῆς ψυχῆς ἐνέργεια, ἔστι δὲ ἐνέργεια τοῦ χείρονος μορίου ἡ παιδιά, οὐκ ἔσται ἡ παιδιὰ εὐδαιμονία, ἀλλ᾿ ἡ τοῦ κρείττονος μορίου οἰκεία ἐνέργεια. τὸ δὲ εὐδαιμονικώτερον ταὐτόν ἐστι τῷ καὶ δεῖ ταύτην εὐδαιμονίαν λέγειν, ἀλλ᾿ οὐ τὴν παιδιάν. p. 1177a6 Ἀπολαύσειέ τ᾿ ἂν τῶν σωματικῶν ἡδονῶν ὁ τυχών. Δέδεικται πολλάκις, ὅτι ἡ εὐδαιμονία τέλος τῶν ἀγαθῶν <καὶ τελειότατον τέλος>. τὸ δὲ τοιοῦτον τέλος μόνις τοῖς σπουδαίοις υπάρχει. ὥσπερ γὰρ ᾦ πάρεστι ζωή, ζῇ, οὕτως ᾦ πάρεστιν ἀγαθὸν καὶ τὸ τῶν ἀγαθῶν τέλος, οὗτος ἀγαθός ἐστι καὶ τέλειος. οὐ πᾶσι δὲ πάρεστιν οὐδὲ πάντες μετέχουσι τούτου· ἦσαν γὰρ ἂν πάντες ἀγαθοὶ καὶ τέλειοι καὶ εὐδαίμονες· οὐκ εἰσὶ δέ, ἀλλ᾿ οἱ πλείους ἀνδραποδώδεις καὶ φαῦλοι, οἳ καὶ μάλιστα τυγχάνουσι τῶν σωματικῶν ἡδονῶν, ὧν σωματικῶν ἡδονῶν ἐστι καὶ ἡ παιδιά. καὶ οὔ φγσιν ὡς οὐ δύνανται οἱ φαῦλοι εὐδαιμονήσειν· δύνανται γάρ, εἰ τὰς κακίας φυγόντες, τὰς ἀρετὰς διώξουσι καὶ ἐν ἕξει τούτων γένωνται. ἀλλ᾿ ὃ λέγει ἐστίν, ὅτι τῶν σωματικῶν ἡδονῶν ἀπολαύειν δυνάμεθα ἅτε θελήσομεν· εὐδαίμονας δὲ εἶναι οὐκ ἐνδέχεται ὅτε θελήσομεν. χρόνου γὰρ πολλοῦ καὶ συνασκήσεως πολλῆς καὶ πράξεων καὶ ἐνεργειῶν καλλίστων καὶ παμπόλλων χρεία τοῦ τυχεῖν τοῦ καλλίστου καὶ τελειοτάτου τέολους, τῆς εὐδαιμονίας. ἀπολαύειν οὖν τῶν σωματικῶν ἡδονῶν καὶ τῆς παιδιᾶς δύναται ὁ τυχών, ἤτοι καὶ ὁ φαῦλος καὶ ὁ μήτε σπουδαῖος μήτε ψαῦλος, καὶ ἀνὴρ καὶ παῖς καὶ γυνή· εὐδαιμονίας δὲ οὔθ᾿ ὁ φαῦλος οὔθ᾿ ὁ μηδετέρος οὔθ᾿ ὁ παῖς, ὡς ἐν τῷ Μεγάλῳ τῶν Ἠθικῶν εἶπε. τὸ γὰρ τελειότατον τέλος ἡ εὐδαιμονία <ἐν ἀτελεῖ γίνεσθαι τὴν ἡλικίαν οὐ πέφοκεν. ἀγαπητὸν γὰρ ὅτῳ καὶ εἰς τελειοτάτην ἡλικίαν ἐγγένηται. εἰ γάρ ἐστι τέλος ἡ εὐδαιμονία> τῶν ἀγαθῶν, ἤτοι παςῶν τῶν ἀρετῶν, ὧν ἓν καὶ ἡ φρόνησις, οὐδεὶς δὲ παῖς φρόνιμος, δῆλον ὡς οὐδὲ εὐδαίμων. εἰπὼν δὲ ὅτι ἀπολαύσειέ τ᾿ ἂν τῶν σωματικῶν ἡδονῶν καὶ ὁ τυχών, ἤτοι καὶ ὁ σπουδαῖος καὶ πᾶς ὁ μὴ σπουδαῖος, ἐπήγαγε καὶ μάλιστα τοῦ ἀρίστου. μάλιστα γὰρ οἱ ἀνδραποδώδεις τῶν ἠδονῶν τῶν σωματικῶν, καὶ τῶν παιδιῶν οἱ φαῦλοι ἤπερ οἱ σπουδαῖοι. ὁ γὰρ χαίρων ταῖς παιδιαῖς καὶ ταῖς σωματικαῖς ἡδοναῖς μᾶλλον ἀπολαύειν δύναται τῶν τοιούτων τοῦ μὴ χαίροντος. ἐπεὶ τοίνυν πάντες ἄνθρωποι τῶν σωματικῶν ἡδονῶν καὶ τῆς παιδιᾶς τοῖς φαύλοις μεταδιδόασι, τουτέστι χαίρειν καὶ παίζειν ὁμολογοῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐ λέγει μὴ διώκειν τοὺς φαύλους καὶ ἀνδραποδώδεις τὰς σωματικὰς ἡδονὰς καὶ τὰς παιδιὰς μηδὲ περὶ αὐτὰς ἐπτοῆσθαι, εὐδαιμονίας δὲ αὐτοῖς οὐ μεταδιδόασιν οὐδ᾿ εὐδαίμονας αὐτοὺς ἀποκαλοῦσι, τοὐναντίον |δὲ καὶ κακοδαίμονας αὐτούς φασιν, οὐκ ἂν εἴη εὐδαιμονία ἡ Παιδιὰ ἢ σωματικὴ ἡδονή. Εἰπὼν δὲ ὅτι οὐδεὶς μεταδίδσιν εὐδαιμονίαςτ τῷ ἀνδραποδώδει οὐδ᾿ εὐδαιμονίζει τὸν τοιοῦτον, ἐπήγαγεν εἰ μὴ καὶ βίου, τουτέστιν ὅτι μηδὲ βίου σπουδαίου μεταδίδωσιν αὐτῷ, ὡς τῷ σπουδαίῳ βίῳ ἑπομένης τῆς εὐδαιμονίας καὶ οὐ ταῖς τῶν φαύλων διαγωγαῖς. p. 1177 a 12 Εἱ δ᾿ ἐστὶν ἡ εὐδαιμονία κατ᾿ ἀρετὴν ἐνέργεια, εὔλογον ὅτι κατὰ τὴν κρατίστην· αὕτη δ᾿ εἴη τοῦ ἀρίστου. Τὸ κράτιστον σημαίνει τὸ ἀκρότατον· λέγει δὲ κρατίστην καὶ ἀκροτάτην ἐνέργειαν καὶ εὐδαιμονίαν τὴν νοερὰν ζωήν. Δείξας δή, ὅτι ἡ εὐδαιμονία ψυχῆς ἐστιν ἐνέργεια κατ᾿ ἀρετήν, ἐπειδὴ ἡ ἀρετὴ διττή, ἥ τε πρακτική, ἣν καὶ ἠθικὴν καὶ πολιτικὴν οἱ ἐκ τοῦ Περιπάτου καλοῦσιν (οἱ γὰρ Πλατωνικοὶ ἑτέρας εἶναι λέγουσι τὰς πολιτικὰς τῶν ἠθικῶν)· ἐπεὶ οὖν διττὴ Κατ᾿ αὐτοὺς ἡ ἀπετή, ἡ μὲν ἠθική, ἡ δὲ θεωρητική, καὶ διὰ τοῦτο καὶ ἡ εὐδαιμονία διττή, ἐν μὲν τῷ πρώτῳ βιβλίῳ εἶπε περὶ πολιτικῆς εὐδαιμονίας, καθ᾿ ἣν ὁ πολιτικὸς εὐδαίμων κοσμεῖ τὰ χείρω τῷ λόγῳ, ἐν τούτῳ δὲ λέγει περὶ τῆς θεωρητικῆς εὐδαιμονίας καὶ τοῦ κατ᾿ αὐτὴν εὐδαίμονος, ὅς ἐστιν ὁ πρώτως καὶ ὄντως ἄνθρωπος καὶ ὁ ἀληθινὸς ἄνθρωπος, ὁ ἐν ἡμῖν δηλονότι νοῦς καὶ ἐπιγινόμενος ὁ τοιοῦτος εὐδαίμων τῷ πολιτικῷ εὐδαίμονι. ἀδόνατον γάρ ἐστιν ἔν τινι ενέσθαι νοερὰν ζωὴν μὴ μετρήσαντι τὰ πάθη διὰ τῶν ἠθικῶν ἀρετῶν καὶ κατὰ τὴν πολιτικὴν εὐδαιμονίαν ζήσαντι. ἀόριστα γάρ ἐστι τὰ πάθη τῇ αὑτῶν φύσει καὶ ἀστάθμητα καὶ τὰς ἑαυτῶν ἐνεργείας περατοῦν οὐ δύνανται. ὡς γὰρ τὸ πῦρ ὅρον ταῖς ἑαυτοῦ ποιήσεσι περιφέρειν οὐ δύναται, ἀλλ᾿ ἀορίστως θερμαίνει πᾶν τὸ δυνάμενον θερμαίνεσθαι, τὸν αὐτὸν τρόπον ἕκαστον τῶν παθητικῶν μορίων ἔμπληκτόν ἐστι καὶ ἄμετρον καὶ δεῖται τῆς ἀρετῆς, ἵνα κόσμου τύχῃ καὶ τάξεως, ὁ μὲν θυμὸς τῆς ἀνδρείας, ἡ δ᾿ ἐπιθυμία τῆς σωφροςύνης, <τῆς μὲν ἀνδρείας ὁ θυμός, ἵνα θαρρῇ καὶ ἀδεῶς ἴηται ἔνθα δεῖ, φεύγῃ δὲ ἀφ᾿ ὧν χρή, ἡ δ᾿ ἐπιθυμία τῆς σωφροςύνης> πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ λυπεῖσθαι ἔνθα δεῖ. Εἰ οὖν ἄμετρα τὰ πάθη καὶ ἀόριστα καὶ ὄχλου καὶ ταραχῆς ἐμποιητικά, πῶς οἷόν τε νοερῶς ἐνργεῖν τὸν ὑπὸ τῶν ἀλόγων παθῶν περιελκόμενον καὶ ἀπ᾿ ἄλλων εἰς ἄλλα διασπώμενον καὶ περιφερόμενον; Καλῶς ἄρα εἴρηται τοῖς εἰποῦσι τὴν πρακτικὴν ἀρετὴν καὶ τὸ τέλος αὐτῆς τὴν εὐδαιμονίαν ἐπιτηδειότητάς τινας εἶναι πρὸς ὑποδοχὴν τῆς θεωρητικῆς εὐδαι- μονίας. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. λέγει δ’ αὐτός, ὅτι ἐπεί ἐστιν ἡ εὐδαιμονία τῆς ψυχῆς ἐνέργεια, εὔλογον αὐτὴν μάλιστα λέγειν κατὰ τὴν ἀκροτάτην τῆς ψυχῆς ἐνέργειαν. ἡ δ’ ἀκροτάτη αὐτῆς ἐνέργειά ἐστιν ἕνωσις πρὸς τὰ κρείττω καὶ “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν”, ὥς φησιν ὁ Πλάτων, ἀνθρώπῳ. δυνατὸν γὰρ τῷ ἀνθρώπῳ μεῖζον ἀγαθὸν κτήσασθαι τῆς πολιτικῆς εὐδαιμονίας. εἰ δὲ τοῦτο, ουκ ἂν εἴη ἡ πολιτικὴ εὐδαιμονία τὸ ἀκρότατον καὶ τελειότατον ἡμῶν τέλος, ἀλλὰ τὸ μεῖζον αὐτῆς, ἡ θεωρητικὴ εὐ δαιμονία, <ἡ σύμπασα ἡμῶν ἐνέργεια καὶ τὸ ὅλον μέτρον τὴς ἀνθρωπίνης ἐνεργείας. τῆς μὲν γαρ ἀρετης μέτρον καὶ τέλος ἡ πολιτικὴ εὐδαιμονία, τῆς δὲ πολιτικῆς εὐδαιμονίας ἡ θεωρητικὴ εὐδαιμονία. >ταύτης δὲ σεμνότερόν τι ἄλλο καὶ οἰκειότερον τῇ ἀνθρωπίνῃ φύσει οὐκ ἔστιν. οἰκεία μὲν γὰρ τοῖς ἀνθρώποις ἐνέργεια ἡ κατ’ ἀρετὴν πρᾶξις, οἰκειοτέρα δὲ ἡ πολιτικὴ εὐδαιμονία, οἰκειοτάτη δὲ καὶ μέτρον καὶ ὅρος καὶ τελειότατον τέλος τῆς ἡμων ἀνόδου ἡ θεωρία, ἐνέργεια ο=7σα τοῦ ἐν ἡμῖν, ὥς φησιν, ἀρίστου. τοῦτο δὲ τὸ ἐν ἡμῖν ἄριστόν ἐστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ὁ ὄντως καὶ ἀληθινὸς ἄνθρωπος. εἴτε δὴ νοῦς τοῦτο ειτε ἄλλος τι ὅ δὴ κατὰ φύσιν δοκεῖ ἄρχειν. ἐπὶ μὲν τῶν φαύλων καὶ ἀκολασίαις χαιρόντων ἄρχει παρὰ φύσιν το χειρον τοῦ κρείττονος, ἐπὶ δὲ τῶν σπουδαίων ἄρχει τὸ κρεῖττον, ὁ λόγος, τοῦ χείρονος, τῆς ἀλόγου ζωῆς. εἰπὼν δὲ τὴν κατὰ νοῦν εὐδαιμονίαν ἐνέργειαν εἶναι τοῦ ἐν ἡμῖν ἀρίστου καὶ πεφυκότος ἄρχειν καὶ κρατεῖν τοῦ ἐν ἡμῖν δήμου, τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἐπήγαγεν εἴτε δὴ νοῦς ἐστι τοῦτο ἐν ἡμῖν ἄριστον, δυνάμει λέγων, εἴτε δὴ νοῦν αὐτὸ χρὴ καλεῖν, ὡς ἐγὼ αὐτὸ ὀνομάζω, εἴτε ζωὴν λογικήν, ὡς ὁ Πλάτων, ὅ δὴ ἄριστον, ὡς εἶπον, πέφυκεν ἄρχειν, καὶ πρὸς τούτῳ ἔννοιαν ἔχειν καὶ κατάληψιν, ὥς εἰσι καλά· καὶ τούτων τὰ μὲν ἀληθῶς καλά, τὰ δὲ φαινομένως· καὶ ὅτι εἰσὶν ἀσώματοί τινες οὐσίαι χωρισταὶ τῶν σωμάτων καὶ καθ’ αὑτὰς ἑστῶσαι, καὶ πρό γε τούτων αἴτιόν τι πάντων τῇ οὐσία ὄν, παντέλειος ἐνέργεια διακρατοῦσα καὶ διακυρβερνῶσα τὰ σύμπαντα. εἴτε δὴ νοῦν χρὴ λέγειν το ἐν ἡμιν ἄριστον εἴτε θεῖόν τι καὶ θείαν τινὰ μοῖραν καὶ ἀπορροήν, ὡς καὶ τοῦθ’ ὁ Πλάτων λέγει, εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον ἡ τούτου ἐνέργεια κατ’ ἀρετήν, τὴν νοερὰν δηλονότι ζωήν, εἴη ἂν ἡ ζητουμένη νῦν εὐδαιμονία καὶ εὐδαίμων ὁ ζων κατὰ τὴν θεοπρεπεστάτην ταύτην ζωήν, καὶ γενόμενος ἐν τῇ σφετέρᾳ ἀκρότητι καὶ ἐν τῷ τελείῳ τέλει. ἔστι γάρ, ὡς εἴρηται, καὶ ἡ πολιτικὴ εὐδαιμονία τέλος, ἀλλ’ οὐ τὸ τελειότατον. εἶπε δὲ ‘εἴτε δὴ τὸ θειότατον τῶν ἐν ἡμῖν’, ὅτι ἔθος αὐτῷ καὶ τὴν αἴσθησιν καὶ ἁπλῶς τὴν φύσιν καὶ πάντα τὰ τῆς φύσεως ἔργα |προσαγορεύειν. ἡ γὰρ φύσις, φηςὶν αὐτὸς ἐν ἄλλοις, θεὸς μὲν τοτον, τὸ δὲ λογιζόμενον θεῖον καὶ θειότατον. p. 1177 a 18 Ὁμολογούμενον δ’ ἄν δόξειεν καὶ τοῖς πρότερον καὶ τῷ ἀληθεῖ. Ὁ λέγων λόγος τὴν τοῦ θειοτάτου τῶν ἐν ἡμῖν κατὰ τὴν οἰκείαν ἀρετὴν ἐνέργειαν τελείαν εὐδαιμονίαν, ἀτελεστέραν δὲ τὴν πολιτικὴν σύμφωνός ἐστι καὶ τοῖς πρότερον ἐν τῷ πρώτῳ βιβλίῳ ῥηθεῖσι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ γὰρ διττὸν ἀφορίζομεν τὸν ἄνθρωπον καὶ τὸν ὄντως καὶ μάλιστα καὶ πρώτως ἄνθρωπον τὸν νοῦν ἡμῶν εἶναί φαμεν, δεύτερον δὲ τὸν ἐκ ψυχῆς καὶ σώματος, ἀληθές ἐστι καὶ σύμφωνον τῇ ἀληθείᾳ τὸ λέγειν τὴν ἐνέργειαν τοῦ ὄντως καὶ πρώτως ἀνθρώπου κρατίστην καὶ τελείαν καὶ σεμνοτέραν τῆς πολιτικῆς εὐδαιμονίας, καὶ τοσούτῳ βελτίονα καὶ τιμιωτέραν, ὅσῳ τὰ ὑποκείμενα περὶ ἅ ἐνεργεῖ τῶν ὑποκειμένων τῇ πολιτικῇ κρείττω καθέστηκε. τῆς μὲν γὰρ πολιτικῆς ἐστι τὸ κόσμον ἐπάγειν τοῖς δευτέροις καὶ τάκιν καὶ ὅρον τιθέναι (καὶ εἴρηται πολλὰ περὶ τούτων ἐν τῷ πρώτῳ βιβλίῳ), ταύτης δὲ ἀνάτασις πρὸς τὰ κρείττω καὶ ἕνωσις καὶ γνῶσις τῆς τῶν θείων οὐσιῶν κοινωνίας καὶ διαφορᾶς, ὅτε καὶ ἐνέργεια λέγεται νοῦς ὁ ταῦτα θεωρεῖν οὕτως δυνάμενος. ἔστι μὲν γὰρ καὶ πρὸ τοῦ ἐνεργεῖν δύνασθαι εὐδαιμόνως κατὰ τὴν νοερὰν ταύτην καὶ ἔνθεον ζωὴν οὐσία ἀσωματος ζωρίζεσθαι δυναμένη τοῦ ζῴου τούτου, οὗ τὴν ἐπιτροπείαν ἔλαχε. λέγεται δὲ δυνάμει νοῦς τότε διότι δεκτικός ἐστι τοῦ παρὰ Ἀριστοτέλους θύραθεν νοῦ, μᾶλλον δὲ τῆς τοῦ θύραθεν ἐλλάμψεως νοῦ, ἧς ἐπειδὰν μετάσχῃ, νοερός τε λέγεται καὶ τέλειος νοῦς καὶ εὐδαίμων θεωρητικὸς καὶ τὴν ἄκραν ἐνέργειαν ἐνεργῶν καὶ τἄλλα ὅσα πολλάκις εἴπομεν. p. 1177 a 21 Ἔτι συνεχετάτη· θεωρεῖν τε γὰρ μᾶλλον δυνάμεθα συνεχῶς. Καὶ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θεωρτικὴν εὐδαιμονίαν τοῦ ἐν ἡμῖν ἀρίστου καὶ θειοτάτου δεῖ λέγειν αὐτὴν κρατίστην καὶ ἀκροτάτην καὶ τελειοτάτην καὶ διὰ τὸ συνεχεστάτην <ὑπάρχειν>. εἴρηται γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ ὅτι μόνιμόν τε καὶ δυσαφαίρετον οἰόμεθα τὴν εὐδαιμονίαν ὑπάρχειν. εἰ οὖν ἕν τι τῶν στοιχείων τῆς εὐδαιμονίας ὑπάρχει καὶ τὸ μόνιμον, τὸ μονιμώτερον ἄρα εὐδαιμονέστερον· μονιμώτερον δὲ τὸ πλείονα χρόνον ὑπάρχον. ὑπάρχει δὲ πλείονα χρόνον τὸ συνεχέστερον καὶ μακροχρονιώ- τερον· συνεχέστερον δὲ καὶ μακροχρονιώτερον ἡ εὐδαιμονία ἡ θεωρητικὴ τῆς πολιτικῆς· βελτίων ἄρα καὶ θειοτέρα καὶ διὰ τοῦτο καὶ ἀκροτάτη καὶ τελειοτάτη. ἔτι εἰ τοῦ ἀεὶ ἔγγιον τὸ συνεχέστερον, πορρώτερον δὲ τὸ μὴ συνεχῶς καὶ ἐπ’ ὀλίγον χρόνον ὑπάρχον, τὸ δὲ ἀεὶ τοῦ μὴ ἀεὶ τελειότερον καὶ βέλτιον, καὶ ἡ θεωρητικὴ ἄρα εὐδαιμονία ὡς συνεχεστέρα καὶ πολυχρονιωτέρα ἔγγιόν ἐστι τῆς ἀεὶ ἐν τοῖς νοητοῖς θεωρίας· πόρρω δὲ ἡ πολιτική· τελειοτέρα ἄρα ἡ θεωρητικὴ εὐδαιμονία καὶ κρατίστη δὴ καὶ ἀκροτάτη. ὅτι δὲ τοῦ ἀεὶ ἔγγιόν ἐστιν ὁ πλείων χρόνος καὶ συνεχέστερος τοῦ ἐλάττονος καὶ μὴ συνεχεστέρου, δῆλον. λέγω δὲ πλείονα καὶ συνεχέστερον χρόνον αὐτὰς τὰς ἐνεργείας καὶ πράξεις διὰ τὸ κρίνεσθαι τὸ μῆκος αὐτῶν καὶ τὴν βραχύτητα καὶ τὴν συνέχειαν καὶ τὸ μὴ τοιοῦτον χρόνῳ. εἰ δὴ θεωρητικὴ εὐδαιμονία ἐστὶν ἡ τῶν θείων γνῶσις, αὕτη δὲ χρονικοῖς μέτροις ὁρίζεται ὡς αἱ πράξεις (λέγομεν γὰρ πρᾶξιν ὡριαίαν καὶ μηνιαίαν καὶ ἐνιαυσιαίαν), ἔστι δὲ βελτίων ἡ κατ’ ἀρετὴν χρονιωτέρα πρᾶξις, οἷον ἡ μηνιαία τῆς ὡριαίας καὶ ἡ θεωρητικὴ ἄρα εὐδαιμονία τελειοτέρα ἐστὶ τῆς πρακτικῆς, ὅτι καὶ πρὸς μείζονα μέτρα χρόνου θεωρεῖν δύναται καὶ θεωρεῖ. ὅτι μὲν οὖν τὸ συνεχέστερον τῶν καλῶν βέλτιον τοῦ μὴ τοιούτου, παντί που διὰ τούτων δῆλον. ὅτι δὲ καὶ συνεχέστερον ἐνεργεῖν ὁ θεωρητικὸς εὐδαίμων δύναται τοῦ πολιτικῶς ἐνεργοῦντος δῆλον ἔσται διὰ τούτων. ἴσμεν ὅτι πᾶσα πρᾶξις καὶ ἐνέργεια ἀγαθοῦ τινος ἐφίεται καὶ πᾶς ὁ πράττων καὶ ἐνεργῶν ὀρεκτῷ τινι καὶ ἐξετῷ κινούμενος καὶ ἑλκόμενος κινεῖται καὶ πράττει χάριν τοῦ τυχεῖν οὗ τὴν ἔφεσιν ἔχει. εἰ οὖν πᾶν ὀρεκτὸν ἕλκει πρὸς ἑαυτὸ τὸ ἐφιεμενον, ὡς ἡ μαγνῆτις τὸν σίδηρον, τὸ μᾶλλον ὀρεκτὸν καὶ τῇ ἑαυτοῦ φύσει μᾶλλον ἂν κινήσῃ τὸ ἐφιέμενον αὐτοῦ πρὸς ἑαυτὸ καὶ τὴν αὑτοῦ τεῦξιν. ἔστι δὲ τῇ ἑαυτοῦ φύσει ὀρεκτὸν τὸ πρῶτον, ὥς φησιν οὗτος, τῶν πάντων αἴτιον καὶ ἐρασμιώτερον καὶ ποθεινότερον καὶ οὗ κόρον λαβεῖν οὐ δύναται ὁ τοῦτο θεάσασθαι δυνηθείς. τῶν μὲν γὰρ ἄλλων ἀγαθῶν καὶ τῶν ὀρεκτῶν καὶ τῶν φαινομένων ἀγαθῶν ἐστι κόρος, καὶ μέχρις ἐκείνου διώκομεν αὐτά, μέχρις ἂν τύχωμεν αὐτῶν καὶ κόρον σχῶμεν αὐτῶν. ἐπὰν δὲ τύχωμεν καὶ πλησθῶμεν αὐτῶν, παυόμεθα καὶ οὐκέτι περὶ ταῦτα ἐνεργεῖν βουλόμεθα· καὶ δῆλον ὅτι ὧν μὲν ἡ τεῦξις ῥᾳδία καὶ ἡ ἀπόλαυσις καὶ ἡ ἀπ’ αὐτῶν πλήρωσις τάχιον γίνεται, βραχὺς καὶ ὁ περὶ αὐτὰ χρόνος ἡμῶν τῆς ἐνεργείας, καὶ οὐδὲ συνεχῶς ἀλλ’ ἐκ διαλειμμάτων μακρῶν ἐπ’ αὐτὰ φερόμεθα, ὧν δὲ ἐργωδέστερον καὶ κόρος αὐτῶν τάζιον οὐ γίνεται, ἀλλ’ ὅσον μᾶλλον ἀπολαύομεν, τοσοῦτον μᾶλλον πο|θοῦμεν, ἡ περὶ αὐτὰ ἐνέργεια ἡμῶν καὶ χρόνοις μακροῖς μετρεῖται, καὶ ἡ ἐπ’ αὐτὰ φορὰ κατὰ βραχέα γίνεται καὶ ἐκ διαλειμμάτων. οὗ δὲ μηδέποτε κόρος, ἀλλ’ ὅσον ἀπολαύει τις αὐτοῦ τοσοῦτον ποθεῖ καὶ ὀρέγεται, περὶ τοῦτο δηλονότι συνεχῶς ἐνεργήσει καὶ ἀεί, κἂν συμβῇ διά τινα περίπτωσιν ἀποκλῖναι τῆς πρὸς ἐκεῖνο διατριβῆς, οὐκ ἐπὶ πολὺ ἂν ἀνάσχοιτο τῆς ἀπουςίας ἐκείνου, ἀλλὰ ὅσον τάχιον ἐπανήξει πρὸς ἐκεῖνο. τοιοῦτον δέ ἐστι πᾶν τὸ θεῖον καὶ ὁ δημιουργὸς ἡμῶν. συνεχὴς ἄρα ἡ περὶ αὐτὸ τοῦ νοῦ ἐνέργεια, ἥτις ἐστὶν ἡ θεωρητικὴ εὐδαιμονία, ἔστι πρὸς τοῖς εἰρημένοις, ὥστε καἰ διὰ τὴν συνέχειαν κρατίστη καὶ ἀκροτάτη καὶ τελετοτάτη ἐστίν, οὐ μόνον δὲ ὡς αὐταρκεστάτη καὶ ὡς συνεχής ἐστι τελειοτάτη καὶ ἀκροτάτη, ἀλλὰ καὶ ὡς ἡδίστη· τὰ γὰρ ἥδιστα συνέχειν λίαν ἐπὶ πολὺ ἀκροτάτη, ἀλλὰ καὶ ὡς ἡδίστη· τὰ γὰρ ἥδιστα συνέχειν λίαν ἐπὶ πολὺ δύναται τοὺ χαίροντας αὐτοῖς. ὅ τε γὰρ τοῖς μέλεσι σφόδρα χαίρων δι᾿ ὅλης, ὡς εἰπεῖν, ἠμέρας καὶ νυκτὸς ἐκείνων ἀκούει, ὅ τε τοῖς κατὰ γεωμετρίαν ἢ τῇ μεγάλῃ συντάξει μόγις ἀφίσταται τούτων καὶ μετὰ βραχὺ πάλιν ἀνατρέχει πρὸς ἐκεῖνα. εἰ δὲ ταῦθ᾿ οὕτως ἔχειν δύναται τοὺς χαίροντας αὐτοῖς, τί δεῖ λέγειν περὶ τοῦ καλλίστου καὶ ἀρίστου καὶ ἡδίστου καὶ τῇ ἑαυτοῦ φύσει ὀρεκτοῦ; ἔστι τοίνον ἡ θεωρητικὴ εὐδαιμονία καὶ ὡς ἡδίστη τελειοτάτη· ἡ δίστη δὶ ἡ τοιαύτη ἐνέργεια, ὅτι καὶ τὸ ὀρεκτὸν καὶ ἐφετὸν αὐτῆς ἡδύτατον. τὸ δὲ ἡδίστην εἶναι τὴν θεωρητικὴν ἐνέργειαν ἐδήλωσεν εἰπὼν οἰόμεθά τε δεῖν ἡδονὴν παραμεμῖχθι τῇ εὐδαιμονίᾳ. πᾶσι γὰρ ἡδὺς εἶναι δοκεῖ ὁ εὐδαίμων βίος. ἡ γὰρ τελεία ζωὴ καὶ ἀνελλιπὴς καὶ αὐτάρκης ἀρίστη καὶ ἀκροτάτη, ὥστε καὶ ἡδίστη· ἔστι δὲ τοιαύτη ζωὴ ἡ νοερά. ἔστι μὲν γὰρ καὶ ἡ πολιτικὴ εὐδαιμονία αὐτάρκης καὶ τελεία καὶ ἡδεῖα· ἀλλὰ τὸ ὄντως τέλειον ἐν τῷ πρωτίστῳ εἴδει τῆς ζωῆς ἐστι καὶ τὸ ὄντως ἡδύ· πρώτιστον δὲ εἶδος ζωῆς ἡ θεωρητικὴ εὐδαιμονία. εἰπὼν δὴ ἀρίστη εἶναι τὴν ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων εὐδαιμονίαν, ἐπήγαγε δοκεῖ γοῦν ἡ φιλοσοφία θαυμαστὰς ἔχειν ἡδονὰς καθαριότητι καὶ τῷ τιμίῳ. ἡ δὲ φιλοσοφία, ὅτι θεωρία ἐστὶ καὶ ζωὴ νοερά, οὐδεὶς ἀγνοεῖ, ὥστε ἡδίστη. τὸ δὲ καθαριότητι πρόσκεται διὰ τὰ πρὸ ἀλίγου εἰρημένα. εἴρηται γὰρ ὅτι τῶν καθαριμτέρων καὶ ἀυλοτέρων αἰσθήσεων αἱ ἐνέργειαι καθαριώτεραι. εἰ δὲ τοῦτο, ὅσον ὁ νοῦς ἀυλότερον καὶ τιμιώτερον τῶν αἰσθήσεων, τοσοῦτον καὶ ἡ ἐνέργεια αὐτοῦ τῶν ἐνεργειῶν τῆς αἰσθήσεως. καὶ ἐκ τῶν ὑποκειμένων ὅσον ὑπερφέρει τῇ νόησις καθαριότητι καὶ τῷ τιμίῳ τὰ νοητὰ τῶν αἰσθητῶν, τοσοῦτον καὶ ἡ νόησις τῶν αἰσθήσεων καὶ θεωρία πράξεως. ἔτι ἐπεὶ ὁ πολιτικὸς εὐδαίμων τοῖς πολίταις περιποιεῖται τὸ εὐδαιμονεῖν (τοῦτο δὲ αὐτοῖς ἐμποιῆσαι ἀδύνατὸν ἐστι χωρὶς τῆς προσηκούσης ἑκάστοις τάξεως καὶ εὐκορμίας· ὕτη δὲ γίνεται τῷ τοὺς μὲν τιμᾶν, τοὺς δὲ καὶ κολάζειν), ἐνδέχεταί ποτε μετάμελον λαμβάνειν καὶ μετάνοιαν, ὅτι τόνδε ἐκόλασεν ἢ τῷδέ τινι ἐχαρίσατο. ὁ δὲ θεωρῶν καὶ τὴν φύσιν τῶν ὄντων ἐπισκεπτόμενος οὐδέποτε ἐν μετανοίᾳ. γίνεται, ὅτι τοῦδέ τινος τὴν φύσιν ἕγνω, ὅτι νοερῶς ζῇ. ἄμικτος μὲν οὖν καὶ καθαρὰ ἡ ἐπὶ τῷ θεωρεῖν ἡδονὴ διὰ ταῦτα, ἄμικτος δηκονότι κύτπῃ καὶ μεταμελείᾳ, τιμία δέ, διότι καὶ περὶ ἃ ἐνεργεῖ καὶ ὧν ἀντιλαμβάνεται νοῶν ὁ θεωρητικὸς εὐδαίμων τιμιώτατα. p. 1177a26 Εὕλογον δὴ τοῖς εἰδόσι τῶν ζητούντων ἡδίω τὴν διαγωγὴν εἶναι. Τὰ πρακτά, περὶ ἅ ὁ πολιτικὸς εὐδαίμων ἐνδιατρίβει, ἄστατα καὶ ἀόριστα τυγχάνει καὶ ἅλλοτε ἅλλως ἕχει. οὐ γὰρ εἰ σήμερον συμφέρει φιλίαν ἕχειν τούσδε τινὰς καὶ συμμαχεῖν αὐτοῖς ἥ συμμαχεῖσθαι πρὸς αὐττῶν, καὶ ἀεὶ ὠφέλιμόν ἐστιν, οὐδ’ εἰ χρὴ νῦν πρὸς τούσδε πόλεμον ἕχειν, καὶ ἀεὶ πολεμητέον αὐτοῖς. εἰ οὖν ἀόριστα ταῦτα. τὰ δ’ ἀόριστα ἅγνωστα, ἐνἀγνοίᾳ ἅρα καὶ ζητήσει ὁ πολιτικὸς εὐδαίμων ἐστί ζητεῖ τὰρ πότερον δεῖ πόλερον ἆραι κατὰ τῶνδε ἥ σπείσαθαι καὶ συμμαγῆσαι τοῖσδε ἥ παριδεῖν δεῖν κινδυνεύοντας καὶ πεζῇ πολεμῆσαι ἥ ναυμαχῆσαι καὶ τόνδε κολάσαι ἥ ἀφεῖναι καὶ ὅλως ἀεὶ σχεδὸν ἐν ἀγνοίᾳ καὶ ζητήσει καθέστηκεν. ὁ δὲ κατὰ νοῦν ἐνεργῶν έν κατοχῇ καὶ ἀπταίστῳ γνώσει τοῦ συστοίχου γνωστοῦ ἐστιν. ἡδίων ἅρα ἡ διαγωγὴ καὶ ὁ θεωρητικὸς βίος τοῦ πολιτικοῦ. ὁ γὰρ ζητῶν άγνοεῖ, ὁ δ’ ἀγνοῶν οὐχ ἥδεται. τελειοτέρα οὖν ἡ θεωρητικὴ εὐδαιμονία τῆς πολιτικῆς καὶ ὡς αὐτάρκης καὶ ὡς ἡδίστη καὶ ὡς συνεχής. τοῦ γὰρ κρατίστου τέλους ἡ ὅρεξις κόρον οὐκ ἕχουσα συνεχής ἐστι καὶ ἐπ’ ἅπειρον. τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ σοφὸς καὶ ὁ δίκαιος καὶ οἱ λοιποὶ δεόνται. εἰπὼν τὸν θεωρητικὸν βίον ἀνενδεῆ δαὶ αὐτάρκη (ἕστι γὰρ ὡς ἀληθῶς ἡ νοερὰ ζωὴ αὐταρκεστάτη καὶ ἀπροσδεής· ἕχων γὰρ ὁ θεωρητικὸς εὐδαίμων τὸ ὅλον τῆς ἑαυτοῦ δυνάμεως ἀγαθὸν καὶ τοὐτου ἀπολαύων ὑπερορᾷ τῶν δευτέρων πλὴν τῶν ἀναγκαίων· ταῦτα γὰρ ἐπιζητεῖ, οὐχ ὡς αὕξειν δὲ μέλλοντα τὴν νοερὰν αὑτοῦ ζωὴν δεῖται αὐτῶν, ἀλλ’ ἐπεὶ παρὰ τοῦ τῶν ὅλων θεοῦ σώματος ἐπιτροπείαν ἕλαχε, δεῖται τῶν άναγκαίων εἰς συντήρησιν αὐτοῦ καὶ ποιεῖται δι’ αὐτῶν τὴν αὑτοῦ πρόνοιαν ἁπροσπαθῶς· ἡ μὲν γὰρ τοῦ εὐδαἰμονος τέλειος ζωὴ ἀνενδεής ἐστιν, ἡ δὲ δεομένη τῶν ἀναγκαίων ἡ τοῦ σώματός ἐστι ζωὴ διὰ τὸ οἰκεῖον ἀγαθὸν καὶ τὴν σφετέραν τελεότητα· ἀναγκαία οὖν ἐστι τῷ εὐ|δαίμονι ἡ τοῦ σώματος τελειότης καὶ οὐχὶ προηγούμενον ἀγαθόν.) εἰπὼν δὲ τὸν μὲν θεωρητικὸν βίον αὐτάρκη, τὸν δὲ πολιτικὸν βίον ἐνδεῆ, φηςὶν ὅτι τῶν μὲν ἀναγκαίων πάντες δέονται καὶ ὁ σοφὸς καὶ ὁ δίκαιος, λέγων δίκαιον τὸν πολιτικὸν εὐδαίμονα, ὥσπερ σοφὸν τὸν θεωρητικόν. ἀλλ᾿ οἱ μὲν ἄλλοι δέονται ὡς προηγουμένων ἀγαθῶν, ὁ δὲ θεωρητικόν. ὡς εἴρηται, ὡς ἀναγκαίων. ἐσχάτως γὰρ λιμῶττον τὸ σῶμα ἢ χαλαεπῶς νοσοῦν παρεμποδίσει τῇ θεωρίᾳ, ἀλλ᾿ ὁ μὲν τοιοῦτος ὑπερορᾷ, καθάπερ εἵρηται, τῶν δευτέρων. τοῖς δὲ τοιούτοις, ἥτοι τοῖς ἀγαθοῖς, ἥτοι τοῖς πολιτικοῖς εὐδαιμονίας ἱκανῶς κεχορηγημένων καὶ προσόντων τῶν δευ- τέρων ἁπάντων, λέγω δὴ τῶν ἁρετῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν, οὐκ αὐτάρκης οὔτε ἡ ἀρετὴ μόνη πρὸς εὐδαιμονίαν (καὶ δέδεικται τοῦτο τῷ ἐξηγητῇ Ἀλεξένδρῳ ἔν τινι τῶν αὑτοῦ μονοβίβλων) οὔτε ἡ τῶν ἐκτὸς ἀγαθῶν παρουσία, ἀλλ’ εἰσὶ καὶ τούτων παρόντων ἐνδεεῖς. δέονται γάρ, ἐπειδὴ ἐνέργειαν καὶ τὴν πολιτικὴν εὐδαιμονίαν τίθενται, τῶν ἰδίων ὑποκειμένων περὶ ἃ ἐνεργήσουσιν. εἰ γὰρ πᾶσα ἐνέργεια πρός τι καὶ περί τι, δεῖ τῶν περὶ ἃ ἐνεργήσουσιν. ἀνάγκη γὰρ ἀναιρεθῆναι τὰς πράξεις καὶ ἐνεργείας τοῦ πολιτικοῦ εὐδαίμονος, μὴ ὄντων τῶν κινούντων καὶ ἐπισπώντων αὐτὸν πρὸς τὸ ἐνεργεῖν. ὥσπερ γὰρ χρῄζει ὀργάνων, δι’ ὧν ἂν ἐνεργήςῃ, οὕτω καὶ ὑποκειμένων τερὶ ἃ. καὶ τοῦτο καὶ ἐπ’ αὐτῶν τῶν ἄλλων δὴλον, καὶ πρώτων τῶν ἐναρέτων. ὅ τε γὰρ δίκαιος δεῖται, πρὸς οὕς δικαιοπραγήσιε (εἰ γὰρ ἡ δικαιοσύην τοῦ ἴσου τοῦ κατὰ ἀναλογίαν ἑκάστῳ ἐστὶ διανεγητική, δεῖται οἷς τὸ κατ’ ἀξίαν ἀποδώσει· μὴ παρόντων οὗν τούτων οὖν τούτων ἀνῄρηται ἡ ἐνέργεια αὐτοῦ καὶ ἡ δικαιοπραγία) ὅ τε ἀνδρεῖος δεῖται τῆν τῶν πολεμίων παρουσίας (οὐ δύνατι γὰρ πολεμίων μὴ παρόντων ἐνεργῆσαι τὰ ἀνδρικά), ὅ τε σώφρων ὡσαύτως δεῖταί τινων, πρὸς οὃς τὰ σωφρονικὰ διαπράξεται (τούτων τε οὖν αὐτοῖς χρεία, καὶ ἔτι ὀργάνων· τῷ μὲν γὰρ ἐλευθερίῳ χργμάτων, τῷ δ’ ἀνδρείῳ ὅπλων καὶ τῷ δικαίῳ ἐκείνων, ἃ μένλλει διανέμειν) καὶ ὁ φρόνιμος τέλους ἤ τινων τελῶν, ἵνα τὰ πρὸς τὴν λῆφιν αὐτῶν καὶ κατάσχεσιν συντελοῦντα εὑρήσει. ὁ δὲ θεωρητικὸς οὐδενὸς χρῄζει· ἔχων γάρ, ὡς εἴρηται, τὸ ὅλον τῆν οἰκείας δυνάμεως ἀγαθὸν ἀπροσδεὴς καὶ ὅλως οὐ δεῖταί τινος ἄλλου πρὸς τὸ ἐνεργεῖν περὶ αὐτό. καὶ ὅσῳ ἂν σοφώτερος καὶ βελτίων τὴν ἕξιν ᾖ, τοσούτῳ μᾶλλον ἐνεργήσει. εἰ οὖν ὁ πολιτικὸς δεὶταί τινων πρὸς τὸ ἐνεργεῖν, ὁ δὲ θεωρητικὸς οὐ δεῖται, ἡ θεωρητικὴ ἄρα εὐδαιμονία αὐταρκεστάτη καὶ ἡδίστη δι’ αὐτὸ τοῦτο τὸ μὴ δεῖσθαι καὶ τελειότατον. p. 1177a34 Βέλτιον δ’ ἴσως συνεργοὺς ἔχειν, ἀλλ’ ὅμως αὐταρκέστατος. Συνεργοὺς οὐ πρὸς τὴν κατὰ νοῦν ἐνέργειαν, ἀλλὰ πρὸς τὸ ἀνενόχλητον τῆς θεωρίας· χρῄζει γὰρ τοῦ ἑψήσοντος τὰ λάχανα καὶ ὕδωρ κομίσοντος καὶ τὸ χιτώνιον ἀπορρύψοντος καὶ ὅλως τοῦ τὰ ἀναγκαῖα ποιήσοντος. ὅμως, φησί, κἂν τούτου ἀπορήσῃ, αὐταρκέσταιός, ἐστι διὰ τὸ πάμπαν ὀλίγων χρῄζειν· ἀντλήσει γὰρ αὐτὸς ὕδωρ καὶ λάχανον ἑψήσει. εἰ μὲν γὰρ περδίκων καὶ φασιανῶν ἑψήσεως ἐδεῖτο καὶ τραπέζης πολυτελοῦς, τότ’ ἂν ἦν ἄσχολος καὶ ἐπιδεής· ἐπεὶ δὲ ὕδατος καὶ μάζης, καὶ τῶν ταῦτα παρασκευαςόντων ἀπορῶν αὐταρκέστατος ἒσται. ἢ συνεργοῦς λέγοι ἂν τοῦς οἰκείους αὐτῷ φέλοθς. Δεῖται γὰρ τούτων, ὃτι οἱ φίλοι παραθήγουσιν ἀλλήλοις τὴν ἀρετήν, καὶ χρόνον πλείονα καὶ συνεχέστερον ἢ κατὰ μόνας ἐνεργοῦσι κατ᾿ αὐτήν. τὸ δὲ ἲσως πρόσκειται πρὸς μὲν τὸ πρότερον, ὃτι οἱ περὶ τὰ ἀναγκαῖα ἐπιτήσετιοι οὐ πρὸς τὴν εὐδαιμονίαν αὐτὴν καθ᾿ αὑτὴν οὐδὲ πρὸς αὒξησιν αὐτῆς εἰσι συνεργοί, ἀλλὰ πρὸς τὴν τοῦ σώματος τελειότητα· ὃπερ σῶμα εἰ μὲν ταὐτὸν, ἲσως ἂν, ἢτοι κατὰ συμβεβηκὸς ἂν εἲποιμεν συνερηούς, καὶ οὐχ ἁπλῶς· πρὸς δὲ τὸ δεύτερον διά τινα εὐλάβειαν καὶ τὴν πρὸς τὸν διδάσκαλον Πλάτωνα αἰδῶ, μηδενὸς λέγοντα δεῖσθαι συνεργοῦ τὸν ὂντως ἂνθρωπον. Αὐτοῦ γὰρ ἐν τῇ ψυχῇ τοῦ νοῦ ἐλλάμποντος καὶ ὃλης ἐκείονυ οὒσης, τίς ἡ χρεία τινὸς ἂλλου πρὸς τὸ εὐδαιμόνως ζῆν; καὶ λέγει περὶ τούτων ὀ Πλάτων καὶ ἐν ταῖς Πολιτείαις καὶ ὲν τοῖς Νόμοις. ὃτι δὲ μετὰ τῶν φίλων καὶ μᾶλλον καὶ συνεχέστερον ἐνεργοῦσιν οἱ εὐδαίμονες, εἲρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὃτε ἐκεέκνυεν ὃτι ὁ εὐδαίμων δεῖται φίλου. Δίξειε δ᾿ ἂν αὓτη μόνη δι᾿ ἑσυτὴν ἀγαπᾶσθαι. Εἰ τὸ δι᾿ αὑτὸ αἰρετὸν τοῦ δι᾿ ἂλλο, ὡς εἲρηται, αἱρετώτερον (ἡ γὰρ ὑγίεια δι᾿ αὑτὴν οὖσα αἱρετὴ φαρμακείας καὶ φλεβοτομίας τῶν μὴ δι᾿ ἑαυτὰς ἀλλὰ διὰ τὴν ὑγίειαν οὐσῶν αἱρετώτερον καὶ τελειότερον), ἒστι δὲ ἡ μὲν πολιτικὴ εὐδαιμονίοα τῶν δι᾿ ἂλλο τι αἱρετῶν (διὰ γὰρ τὴν θεωρητικὴν εὐδαιμονίαν καὶ ἒτι τοῦς πολίτας καὶ τὴν πόλιν εὐδαίμονας ποιεῖν), αὐτὴ δὲ ἡ νοερὰ ζωὴ δι᾿ ἑαυτὴν καὶ οὐ δι᾿ ἂλλο τί ἐστιν αἱρετή, αὓτη ἂν εἲη ἡ τελεία εὐδαιμονία. Τέλειος μὲν ἐστι. [; αλιν τέλειον μέντοι εἶδος ἡ ἀρετή, ἀλλὰ πρὸς τὴν πολιτικὴν εὐδαιμονίαν ἀτελής ἐστι. Καὶ ὃλως τὰ ὑφειμένα ὃσον πρὸς τὴν οἰκείαν φύσιν καὶ τὸ σφέτερον εἶδος έλεια μέν εἰσιν, ἀτελῆ δὲ λέγονται ὡς πρὸς τὰ ὑπέρτερα καὶ σεμνότερα. εἰ οὖν τοῦθ᾿ οὓτως ἒχει (καὶ παντὸς μᾶλλον ἀληθέστατον), ἒστι δὲ ἡ θεωρητικὴ εὐδαιμονία τὸ ἒσχατον εἶδος καὶ τὸ δι᾿ ἑαυτὸ καὶ μὴ δι᾿ ἂλλο τι |αἱρετόν, αὓτη ἂν εἲη ἡ τελεία εὐδαιμονία. ὃτι δὲ τὸ ἒσχαον τέλος καὶ τελειότατόν ἐστι καὶ μόνον δι᾿ ἑαυτὴν καὶ οὐ δι᾿ ἂλλο τι ἀγαπᾶται, δῆλον ἐκ τοῦ μηδὲν ἂλλο τι παρ᾿ αὐτὴν ἡμῖν παραγίνεστθαι. ἀπὸ μὲν γὰρ τὴς ἀσδρείας ἐπιγίνεται νίκη, ἀπὸ δὲ σωφροςύηνς ἀοχλγςία, ἀπὸ δὲ φρονήσεως τεῦξις τῶν πρὸς έλος τι συντεινόντων, ἀπὸ δὲ παςῶν ὁμοῦ ἡ πολιτικὴ εὐδαιμονία· καὶ ἀπὸ τῶν ἂλλων πάξεων καὶ ποιήσεων ὁμοίως, ἀπὸ μὲν τῆσδε πλέον, ἀπὸ δὲ τῆσδε ἒλαττον, οἶον ἀπὸ μὲν τῆς ἐμπορίας πλοῦτος, ἀπὸ δὲ τῆς ὑφαντικῆς ὓφασμα καὶ ἀπὸ τῆς ἰατρικῆς ἢ ἰατρεύσεως ὑγίεια καὶ ἀπὸ τῆς οἰκοδομήσεως οἰκία· ἀπὸ δὲ τῆς δεωρίας οὐδέν τι ἀλλ’ αὐτή ἐστιν ἡ θεωρία καὶ ἐνέργεια καὶ τέλος. p. 1177b4 Δοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολῇ. Τοὺς σχολάζοντας<καὶ> ἐκτὸς παντὸς ὄχλου ὄντας εὐδαίμονας λέγουσι καὶ καθ’ ἑκάστην ἀκούομεν πάντας λέγοντας ὑπ’ αὐτῆς τῆς φήσεως ἀγομένους “ὁ δεῖνα μακάριός ἐστι καὶ εὐδαίμων”. ἐρωτώμενοι δὲ διὰ τί, λέγουσι “διότι ἀνενόχλητος διατελεῖ σχολάζων καὶ δίχα θρούβου διαβιῶν”. εἰ οὖν τοὺς σχολάζοντας εὐδαιμονίζομεν, ἐν σχολῇ δὲ μᾶλλόν εἰσιν οἱ νοερῶς ζῶντες, οὗτοι μᾶλλόν εἰσι εὐδαίμονες, καὶ μᾶλλον καὶ ὅντως ἀκροτάτη καὶ τελεία εὐδαιμονία ἐστὶν ἡ κατὰ νοῦν ζωὴ καὶ γνῶσις τὼν θείων καὶ ἐπαγὴ καὶ οὐχ ἡ ἐν ἀσχολίᾳ παντοίᾳ πολιτικὴ εὐδαιμονία. πάντα τοίνυν, ὅσα περὶ εὐδαιμονίας ἐδόξασαν οἱ πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ, ἔδειξεν ὑπάρχοντα τῇ θεωρητικῇ εὐδαιμονίᾳ. εἴτε γὰρ εὐδαιμονία ἐστίν, ὥς τινες εἶπον, τὸ δἰ ἑαυτὸ αἱρετὸν καὶ μὴ δι’ ἄλλο τι, τῇ νοερᾷ μόνῃ ζωῇ τοῦθ’ ὑπάρχει καὶ οὐκ ἄλλῳ τινί, εἴτε φυχῆς ἐνέργεια, ὡς ἄλλοι ἀφιήναντο, τὰ κατὰ τὰ ἀγαθὰ τὰ ἀπὸ τῶν κρειττόνων εἰς αὐτὴν ἀφιγμένα, ἃ δὴ ἀγαθά ἐστιν, ἥ τε ἐκεῖθεν ἔλλαμφις ἡ πρὸς τὸν θεωρητικὸν εὐδαίμονα καὶ ἡ ἐπὶ ταύτῃ γνῶσις τῶν τε πρώτων καὶ δευτέρων καὶ τῶν ἐφεξῆς καὶ τῆς κοινωνίας αὐτῶν καὶ διαφορᾶς καὶ τῆς ἑκάστων ἰδιότητος, καὶ τοῦτο τὸ ταύτῃ ἐξαίρετόν ἐστι καὶ ἰδιαίατον, εἴτε εὐζωΐα καὶ εὐπάθεια, καὶ ταύτης εὐμοιρεῖ, εἴτε σχολῆ καὶ ἀπραξία, ὡς ὁ Ἐπίκουρος βούλεται, καὶ τοῦτο ταύτης ὂν διὰ τῶν προκειμένων δείκουσι λέξεων, λέγων δοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολῇ. Εἰ γὰρ ἡ εὐδαιμονία τέλος ἐστὶ τὸ ἔσχατον, ἔστι δὲ καὶ ἡ σχολῆ τέλος ἔσχατον, ἡ εὐδαιμονία ἐν σχολῇ ἂν εἴη. ὅτι δὲ ἡ σχολὴ τέλος ἐστὶν ἔσχατον, προβιβάζει ἀπὸ τῆς πολιτικῆς εὐδαιμονίας, ἥτις εὐδαιμονία ἁπλῶς μὲν ἐν σχολῇ οὐκ ἔστι, τῇ δὲ καὶ κατά τι. ἐν σχολῇ μὲν γάρ ἐστι, καθόσον ὑπείκουσιν αὐτῷ πᾶσαι αἱ πλησιάζουσαι πόλεις, καθόσον δὲ τὰ τῆς πόλεως ὁσημέραι περισκοπεῖ καὶ τὰ κοινῇ καὶ χωρὶς ἑκάστῳ καλὰ καὶ συμφέρονοτα βέβαια καὶ μόνιμα διαμένειν φροντίζει, ἄσχολός ἐστι καὶ τεθορυβημένος. πόθεν δὲ δῆλον, ὅτι ἡ σχολὴ τέλος ἐστὶν ἔσχατον; ἐκ τοῦ τόξα μέν γλύφεσθαι καὶ θώρακας πλέκεσθαι καὶ θυρεοῦς συναρμόζεσθαι διὰ τὸν πόλεμον, τὸν δὲ πόλεμον αἱρεῖσθαι διὰ τὴν εἰρήνην, ἥτις ἐστὶ σχολή. ὥστε ἐπεὶ ἡ εἰρήνη σχολή, τέλος δὲ ἡ εἰρήνη, καὶ ἡ σχολὴ ἄρα τέλος τῆς ἀσχολίας, ἤτοι τῆς τῶν ὅπλων κατασκευῆς καὶ τῆς λοιπῆς ἄλλης τῆς πρὸς τὸν πόλεμον παρασκευῆς. ἀλλ’ ἐπεὶ καὶ αὕτη ἡ σχολὴ ἀσχολία τίς ἐστιν, ὡς εἴρηται, πᾶσα δὲ ἀσχολία τέλους τινὸς καὶ σχολῆς ἐφίεται, εἴη ἂν τὸ τῆς ἀσχολίας ταύτης τέλος σχολή· καὶ τὸ ἔσχατον τέλος (τοῦτο δέ ἐστιν ἡ θεωρητικὴ εὐδαιμονία) ἐν σχολῇ ἄρα. p. 1177b6 Τῶν μὲν μὲν οὖν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς ἢ ἐν΄τοῖς πολεμικοῖς αἰ ἐνέργειαι. Εἰπὼν ὅτι ἐν σχολῇ δοκεῖ εἶναι ἡ εὐδαιμονία, δείκνυσι διὰ τούτων, ὅτι οὐδεμία ἄλλη τις ἐνέργεια οὔτε ολεμικὴ οὔτε πολιτικὴ οὔθ’ ἡ πολιτικὴ αὐτὴ εὐδαιμονία ἐν σχολῇ ἐστιν, ἂλλὰ μόνη ἡ κατὰ νοῦν ἐνέργειν, ἡ θεωρητικὴ εὐδαιμονία. τοῦτο δεικνὺς λέγει, ὅτι τῶν μὲν πρακτικῶν ἀρετῶν, ἤτοι τῶν ἠθικῶν, αἱ ἐνέργειαι ἢ ἐν τοῖς πολιτικοῖς πράγμασίν εἰσιν ἢ ἐν τοῖς πολεμικοῖς, αἵτινες, καὶ αἱ κατὰ τὸν πόλεμον καὶ αἱ κατὰ τὴν πόλιν, ὅτι ἄσχολοί εἰσι καὶ μεστὰ φροντίδος καὶ ταραχῆς, οὐδεὶς ἀγνοεῖ τῶν ἐν πολέμοις καὶ πολιτικοῖς πράγμασι διατριβόντων. οἵ τε γὰρ τῶν χρημάτων τῆς πόλεως ταμίαι ἀνάπλεώ εἰσι θορύβων, φροντίζοντες ὡς λόγον ἀποδώσοντες τῶν τεθησαυριζομένων καὶ ἀποθησαυριζομένων, οἵ τε τοὺς ἀδικεῖν πειρωμένους ἀναστέλλοντες ἐν παντοίᾳ ταραχῇ καθεστήκασιν ὄντες, οἵ τε τὰς ἀμοιβὰς καὶ ἀνταλλαγὰς ἐπισκεπτόμενοι, ὅπως ἂν ὅτι μάλιστα κατ’ ἀξίαν γίνοιντο. τέλεόν εἰσιν ἄσχολοι. τί δ’ ἂν εἴποι τις περὶ τῶν πολιαρχούντων, οὓς ὑπάρχους καλοῦσιν ; οὐκ ἔστιν οὐδεὶς τούτων ἄσχολος, λἔγομεν δὲ τοὺς ὄντας ταμίας καὶ πολιάρχους καὶ τοὺς ἄλλους ὁμοίως, ἀλλ’ οὐχὶ τοὺς καθ’ ἡμᾶς κόρακας. εἰπὼν δὴ ὅτι καὶ αἱ πολιτικαὶ καὶ αἱ πολεμικαὶ ἐνέργειαι ἄσχολοί εἰσι, δείκνυσι πρῶτον, ὅπως αἱ πολεμικαὶ τοιαὐταί εἰσι καί φησιν οὐδεὶς γὰρ τὸ πολεμεῖν αἱρεὶται χάριν τοῦ πολεμεῖν, ἀλλὰ |πολεμοῦμεν, ἵνα εἰρήνην ἄγοιμεν. εἰ οὖν πολεμοῦμεν, ἵνα εἰρηπᾶν δὲ τὸγινόμενον ἐκ τοῦ ἀντικείμένου ἢ τοῦ ἀντικειμένου ἢ τοῦ ἐναντίου γίνεται, ὡς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν δέδεικται. εἰ οὖν καὶ ἡ εἰρήνη ἐκ τοῦ πολέμου γίνεται, ἔστι δὲ ἡ εἰρήνη σχολή, ὁ πόλεμος ἄρα ἀσχολία καὶ αἱ ἐν αὐτῷ πράξεις. ὅτι δὲ χάριν τοῦ σχολάζειν πολεμοῦμεν, πιστούμενος ἐπήγαγεν οὐθεὶς γὰρ αἱρεῖται τὸ πολεμεῖν χάριν τοῦ πολεμεῖν, ὅ ταὐτόν ἐστι τῷ οὐθεὶς γὰρ αἱρεῖται τὸ ἀσχολεῖσθαι χάριν τοῦ ἀσχολεῖσθαι, ἀλλ’ ἵνα σχολάζῃ. μιαιφόνος γὰρ καὶ ἀσεβὴς καὶ παντάπασιν ἀδικώτατος ὁ πολεμῶν ἵνα πολέμους ἔχῃ. εἰ γὰρ τὸν πόλεμον αἱρεῖται, ἵνα πολεμῇ,λ κρατήσας πάντων τῶν πολεμίων καὶ ὑπὸ χεῖρα ποιήσας, τίσι πολεμήσει ; ἐπεὶ τὸ πολεμεῖν αἱρεῖται ἕνεκα τοῦ πολεμεῖν, δῆλον δή, ὅτι κατὰ τῶν φίλων ἐπάἐν ξει τὸν πόλεμον, ὅπερ ἀσχάτης ἐστὶν ἀδικίας καὶ μιαιφονίας. οὐκ ἄρα πολεμοῦμεν, ἵνα πολεμῶμεν, ἀλλ’ ἵνα ἡσοχιαν ἄγωμεν, ὅπερ ταὐτόν ἐστιν, ὡς εἴρηται, τῷ ἀσχολούμεθα,ἵνα σχολάξωμεν. ἄσχολοι ἄρα αἱ πολεμικαὶ πράξεις, ἐπειδὴ τὸ τέλος αὐτῶν, ἡ εἰρήνη, σχολή. ἔστι δὲ καὶ ἡ τοῦ πολιτικοῦ ἄσχολος, καὶ παρ’αὐτὸ τὸ πολιτεύεθαι. ὁ καὶ σύνδεσμος ὁ ἐν τῇ λέξει τῇ καὶ παρ’ κὐτὸ τὸ πολιτεύεοθαι οὐ παρέλκει, ἀλλ’ἐνδείκνυται, ὅτι οὐ μόνον ὅτε μὴ ἐνεργεῖ σκοπούμενος τί μὲν πέπραχε, τί δὲ τῶν ἀναγκαίων παρέλιπε, καὶ δεῖ ἐς νέωτα πρᾶξαι καὶ τί μὴ ποιῆσαι. καὶ ἦν ἄν μᾶλλον κατάλληλος ἡ λέξις καὶ τοῖς λεγομένοις συμφωνοτέρα, εἰ οὕτω πως εἶχε ‘καὶ ἐν αὐτῷ τῷ μὴ πολιτεσθαι ἄσχολός ἐστιν.’ ἀλλὰ ταῦτα μὲν ἴσως τοιαῦτα. Δείξας δὲ τὰς πολεμικὰς ἐνεργείας ἀσχόλους, δεἰκνυσιν ὅτι οὐδὲ αἱ πολιτικαὶ ἀπηλλαγμέναι εἰσὶ θορύβου καὶ ταραχῆς, ἀλλὰ καὶ αὖται ἄσχολα τυγχάνουσιν οὖσαι. τὸν γὰρ περιποιούμενον τιμὰς καὶ δυναστείας ἑσυτῷ καὶ τῇ πόλει καὶ σπουδάζοντα Καὶ μεριμνοῦντα κυριεύειν τῶν πέριξ πόλεων καὶ τιμᾶσθαι καὶ αὐτὸν καὶ Τούς πολίτας πρὸς ἁπάντων, ἐν ἀφθονίᾳ τε τυγχάνειν πάντων τῶν πρὸς ζωήν,πῶς ἄν τὸν οὕτως ἔχοντα φήσειεν ἄν τις ἄσχολον εἶναι; ἡ μὲν διάνοια τῶν προκειμένων συλλαβῶν αὕτη. Τὴν δὲ λέξιν τὴν ἐτέραν τῆς πολιτικῆς, ἥν καὶ ζητοῦμεν ὑπερβατῶς ἀναγνωνστέον ‘ἑτέραν οὖσαν ἣν καὶ ζητοπῦμεν τῆς πολιτικῆς.’ Λέγει δὲ ὅτι ὁ εὑδαίμων ἑαυτῷ καὶ τοῖς πολίταις δυνατείας περιποιύμενος, καὶ ἡ τοιαύτη εὐδαιμονία ἑτέρα ἐστὶ τῆς θεωρητικῆς εὐδαιμονίας, ἣν θεωρητικήν εὐδαιμονίαν ζητοῦμεν νῶν. ὁ δὲ καὶ σύνδεσμος ἐκ περιττοῦ κεῖται νῦν. ἔστι γὰρ τὸ ὀρθόν τοιοῦτον ‘ἑτέραν οὖσαν, ἣν ζητοῦμεν, τῆς πολιτικῆς. Ρ. 1177b 16 Eἰ δὴ τῶν κατὰ τὰς ἀρετὰς πρὰξεων αἱ πολιτικαὶ καὶ πολεμικαί. Ταῦτα οἶον συμπέρασμά εἰσι τῶν περὶ τῆς θεωρητικῆς εὐδαιμονίας εἰρημένων. ὃ δὲ λέγει, τοιοῦτον ἄν εἴη δυνάμει. Εἰ τὰ στοιχεῖα τῆς τελείας εὐδαιμονίας εἰσὶ τὸ δι’ἐαυτὸ καὶ μὴ δι’ἄλλο τι αἱρετόν, τὸ ἥδιστον, τὸ αὔεργείας, ὡς ἀνθρώπῳ δυνατόν. Εἰ οῦν ταῦτά ἐστι τὰ συστατικὰ τῆς εὐδαιμονίας στοιχεῖα, ταῦτα δὲ μόνῃ τῇ θεωρητικῇ δπάρχει εὐδαιμονίᾳ, ἡ πρώτη καὶ τελεία εὐδαιμονία καὶ τῶν ἀνθρώπων οἰκειοτάτη [ἐστίν]αὕτη ἄν εἴη. ἡ δὲ πολιτική Δευτέρα καὶ μετ’αὐτὴν οἰκεία οὐ τῷ ἀληθινῷ καὶ ὄντως ἀνθρώπῳ, ἀλλὰ τῷ συγκειμένῳ ἐκ νοῦ καὶ σώματος, εἰ γὰρ καῖ ἑκάστου φύσις αὐτὸ τοῦθ’ ὅπερ ἐστὶ τελεία ὑπάρχει, ἀλλὰ τῶν ὑπερκειμένων ὑφεῖται καὶ ἀτελής ἐστι πρὸς τὰ ὑπέρτερα, ὥστε καὶ ἡ πολιτικὴ κατ’ αὐτὸ τοῦτο ἀτκείαν ἀτελής ἐστιν, ὡς πρὸς τὴν θεωρητικήν, εἰ καὶ τελεία κατά γε τὴν οἰκείαν φύσιν ἐστίν. ὅ μὲν βούλεται λέγειν τοῦτό ἐστι. περὶ δὲ τῶν λέξεων ἐκεῖνο πρῶτον ῥητέον, ὅτι ἡ τούτων ἀπόδοςίς ἐστιν ἐν τῷ ἡ τελεία εὐδαιμονία αὕτη ἄν εἰη ἀνθρώπῳ λαβοῦσα μῆκος βίου τέλειον, τὰ δὲ λοιπὰ μεταξὺ παρεμβέβληται, ἀνάμνησις ὄντα τῶν εῖρημένων περὶ εὐδαιμονίας. ἔπειτα ῥητέον, ὅσον διαφέρει πόλις ἑνὸς ἀνδρός, τοσοῦτον καὶ αἱ κατ’ ἀρετὴν πολιτικαὶ πράξεις ἅπασαι, αἵτινές εἰσιν ἡ πολιτικὴ εὐδαιμονία, διαφέρει μεγέθει καὶ κάλλει μιᾶς κατ’ ἀρετὴν πράξεως. τὰ γὰρ ἀπὸ ἀρετῆς καὶ κατ’ ἀρετὴν πᾶσι τοῖς πολίταις προςόντα τε καὶ πραττόμενα μεγάλα καὶ καλὰ τυγχάνει. καὶ πολὺ προύχουσι τῆς ἑνὸς ἀνδρὸς ἀρετῆς καὶ πράξεων. ὁμοίως δὴ καὶ ἐπὶ τῶν πολεμικῶν ἔχει πράξεων· πολὺ ὑπερέχουσιν αἰ τοῦ στρατεύματος ὅλου κατ’ ἀρετὴν πράξεις καὶ ἀνδραγαθίαι τῶν ἑνὸς στρατιώτου κατορθωμάτων, ὅμως δ’ οὖν, καίτοι μεγάλων καὶ καλῶν οὐσῶν, τὸ σχολαστικὸν οὐ πάρεστιν αὐταῖς ἀλλὰ πρὸς τῷ ἀσχόλους εἶναι καὶ οὐ δι’ ἑαυτὰς ἀλλὰ δι’ ἄλλο τι τυγχάνουσιν οὖσαι αἱρεταί, διὰ νίκην, διὰ χρημάτων σνλλογὴν καὶ χώρας ἐπίκτησιν. τὸ δὲ δι’ ἄλλο τι αἰρετὸν ἀτελές καὶ ἐπαφή, σπουδῇ διαφέρειν δοκεῖ, τουτέστιν τῇ τῶν θείων κατάλψις ἀτελὲς καὶ ἐπαφή, σπουδῇ διαφέρειν δοκεῖ, τουτέστιν τῇ ἀκρότητι καὶ τῷ τιμίῷ. ἡ τιμιωτάτη γὰρ καὶ ἀκροτάτη ἡμῶν ἐνέργεια καὶ θεοφιλεστάτη ἡ νοερά ἐστι ζωή. αἱ γὰρ ἡθικαὶ καὶ πρακτικαὶ δεύτεραί τε καὶ μετ’ ἐκείνην. καὶ πρὸς |τούτῳ ἡδίστη τέ ἐστι· τὸ γὰρ τέλειον ἥδιστον. ἡ δὲ τοιαύτη ἡδονὴ τελεία ὡς ἀμεταμέλητος καὶ μετανοίας ἄδεκτος. τελεία δε οὖσα καὶ ἡδίσιη δυναύξει καὶ τὴν ἐνέργιαν. ἔστι δὲ καὶ αὐτάρκης· δι’ ἑαυτὴν γάρ ἐστιν αἱρετὴ καὶ ἄτρυτος καὶ ἀνένδοτος καὶ πρὸς ἄνεσιν ἀμείλικτος. οὐδεὶς γὰρ οὕτω δύναται πλεῖστον χρόνον ἐγκαρτερεῖν ταῖς οἰκείαις ἐνεργείαις καὶ πράξεσιν ὡς ὁ θεωρίᾳ σχολάξων. p. 1177 b 25 Δαβοῦσα μῆκος βίου τέλειον· οὐδὲν γὰρ ἀτελές ἐστι τῶν τῆς εὐδαιμονίας. Εὶ τὸ ἀίδιον τέλειον, τὸ ἐγγύτερον τῷ ἀιδίῳ τελειότορον τοῦ πορρωτέρου. ἐγγύτερος δὲ ὁ μακρότερος χρόνος τοῦ βραχυτέρου, ὥστε καὶ ἡ πολυχρονιωτέρα εὐδαιμονία τῆς βραχυχρονιωτέρας τὸ παντέλειον τῆς εὐδαιμονίας ἡ κατὰ νοῦν ἐστι ζωή, · ἐπήγαγε λαβοῦσα μαῆκος βίου τέλειον, ἀκόλουθα λέγων οἶς αὐτὸς ἀρέσκεται. βούλεται γὰρ οὖτος ὁ δαιμόνιος ἀνὴρ τὴν εὐδαιμονίαν συμπεπληρῶσθαι μὲν ἐκ τῆς ὅλης ἀρετῆς, τῆς τε ἠθικῆς καὶ θεωρητικῆς, δεῖσθαι δὲ τὴν πολτικὴν καὶ τὴς ἐκτὸς χορηγίας, ἱκανῆς οὔσης ὑπηρετεῖν ταὶς κατ’ ἀρετὴν ἐνεργείαις, δεῖσθαι δὲ καὶ βίου τελείου πρὸς τὴν δύμπασαν εὐθημοσύνην ἢεὐζωΐαν καὶ ὁπραυίαν. Πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ὁ χρόνος προϊὼν ἐλεγκτικὸς γίνεται τῶν τε ὡς ἀληθῶς εὐδαιμόνων καὶ τὼν ὑποκρινομένων εὐδαιμόνως ζὴν. τῶν γὰρ φύσιν ἐχόντων εὖ μεταβάλλειν ἢ καὶ δοκούντων μὲν εἶναι τόδε τι, μὴ ὄντων δέ, ὁχρόνος ἐλεγκτικός ἐστιν. ἔτι εἰ τέλειον ἡ εὐδαιμονία, τελειότερον δὲ τὸ μονιμώτερον, μονιμώτερον δὲ τὸ πλείω χρόνον εὐδαιμονῦσαν, τοῦτο δὲ εὐδαιμονέστερον, παντί που δῆλον ὅτι τὸ βραχύτατον χρόνον εὐδαιμονῆσαν ἐγγύς πώς ἐστι τῷ μὴ εὐδαιμονηκότι, ὥστε καὶ ἀτελὴς ἡ τοιαύτη εὐδαιμονία. δεῖται ἄρα καὶ βίου τελείου. ἀλλὰ καὶ ὅτι τὸ μακρὸν χρόνον νοερῶς ἐνεργῆσαν θεοπρεπέστερόν ἐστι τοῦ τὸν βραχὺν χρόνον ὡσαύτως ἐνεργήσαντος τῶν ὡμολογημένων ἐστίν, ὥστε καὶ τελειότερον. δεῖαιι ἄρα τελείου καὶ μακροκρονίου βίου. εἰ δέ τις ἐνίσταται λέγων, ὅτι τὸ εὐδαιμονεῖν ἐν τῷ νῶν ὅλον πάρεστι καὶ παντελὲς ὑπάρχει καὶ οὐδὲν ἐκ τῆς τοῦ χρόνου προσλαμβάνει παρατάεως, ὁ ταῦτα λέγων πρῶτον μὲν παρὰ τὴν συναίσθησιν ἡμῶν λέγει, εἶγει, εἶτα καὶ τὴν τῶν πλείστων ἢ καὶ σχεδὸν πάντων δόξαν. πάντες γὰρ τὸν ὅτι πολὺν χρόνον εὐδαιμονήσαντα ἀμείνονα πολλῷ φασι τοῦ ὡσαύτως μὲν ἐν ὀλίγῳ δὲ χρόνῳ ζήσαντος· ὥστε καὶ ἡ τοῦ χρόνου παράτασις δυναύξει τὴν εὐδαίμονα ξωήν, κἄν ἐν τῷ νῦν τῷ ἐνεστηκότι ὡσαύτως ἀμφότεραι ἐνεργῶσιν. ἕτι εἰ τὸν διὰ πολλῶν τῶν καλῶν ἔργων ἠγωνισμένον μᾶλλον εὐδαιμονίζομεν, ἐν δὲ τῷ πλείονι χρόωῳ καὶ πλείονα καλὰ πρᾶξαι δυνατόν, παντί που δῆλον ὡς δοντελεῖ πρὸς εὐδαιμονίαν ὁ μεακρὸς κρόνος καὶ τὸ τέλειον μῆκος τοῦ βίου. οὐ γὰρ ἔστιν ἐν ὀλίγῳ πάμπολλα καὶ μέγιστα πράττειν ἤ θεωρεῖν, ἅπερ λῶν, ἃ γράφειν περιττὸν ἄν εἴη, ὡς δεῖται καὶ μήκους βίου τελείου. ἐπεὶ οὖν τέλειός ἐστιν ἡ εὐδαιμονία καὶ οὐδὲν τῶν αὐτῆς ἀτελὲς ὑπάρχει, ἀνάγκη καὶ τὸν χρόνον τέλειον εἶναι, ἵνα μὴ κατὰ τοῦτον ἀτελής ὑπάρχῃ. 30 p. 1177b26 ‘O δὲ τοιοῦτος ἄν εἴη βίος κρείττων ἤ κατὰ ἄνθρωπον. Ἄνθρωπον ωῦν τὸν σύνθετον λέγει τὸν ἐκ ψυκῆς καὶ σώματος. Λέγει δὲ ὁ παρὼν λόγος, ὅτι ὁ θεωρητικὸς βίος καὶ ἡ νοερὰ ζωὴ ὑπὲρ τὴν πολιτιικήν ἐστιν εὐδαιμονίαν καὶ τὸν πολιτικὸν εὐδαίμονα, τὸν ἐν σχέσεει τυγχάνοντα πρὸς τὰ δεύτερα καὶ συμπλεκόμενον αὐτοῖς καὶ ἀσχολούμενον περὶ αὐτά. ὁ γὰρ νοερῶς ζῶς ξῶν οὐχ ᾖ ἄνθρωπος, ὁ ἀπὸ λόγου καὶ τοῦ πολυκεφάλου τῆς ἐπιθυμίας θηρίου καὶ τοῦ λεοντώδους τοῦ θυμοῦ μετὰ τοῦ σώματος ὤν, οὕτω βιώσεται, ἀλλ’ οὕτω διαβιοῖ, ᾖ θεῖόν τι ἐν αὐτῷ ὑ πάρχει, τουτέστιν ἀλλ’ ὡς χωρίσας αὑτὸν ἀπὸ τοῦ συνηρτημένου ζῴου καὶ ἑνώσας ἑαυτὸν πρὸς τὸ πρῶτον ἀγαθὸν καὶ τὴν ἀπ’ ἐκείνου κατιοῦσαν εἰς αὐτὸν ἔλλαμψιν. τοῦτο γάρ ἐστι τὸ νοερῶς ζῆν, τὸ ἀναφυγεῖν ἀπὸ τῆς περὶ τὴν ὕλην πτοίας ἐπὶ τὴν νοερὰν ἀκρώρειαν. καὶ ὅσον, φησί, διαφέρει ὁ ἐν ἡμῖν νοῦς τοῦ συνθέτου τούτου, τοῦ ἐκ ψυχῆς καὶ σώματος, τοσοῦτον καὶ ἡ νοερὰ ἐνέργεια αὐτοῦ τῆς πολιτικῆς εὐδαιμονίας. ἄλλην γὰρ ἀρετὴν τὴν πολιτικην εἶπεν εὐδαιμονίαν. εἰ δὴ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, τουτέστιν εἰ ὁ ἄσχετος νοῦς καὶ ἀνεπίστροφος θειότερός ἐστι τοῦ ἐν σχέσει καὶ πρὸς τὴν ὕλην ῥέποντος, καὶ ὁ βίος αὐτοῦ, ἡ κατὰ νοῦν ἐνέργεια, θειοτέρα τῆς ἀνθρωπίνης ζωῆς, τῆς πολικῆς εὐδαιμονίας. p. 1177b31 Οὐ χρὴ δὲ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα. Τινὲς μὲν Θεόγνιδός φασιν εἶναι τὴν γνώμην ταύτην, οἱ δὲ Σόλωνος. ὅ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ μὲν ὁ κυρίως καὶ μάλιστα καὶ ὄντως ἄνθρωπος ἦν ὁ συμπληρούμενος διὰ λόγου καὶ τῶν προκειμένων |αὐτῷ, δίκαιον ἦν πείθεσθαι τοῖς λέγουσι δεῖν ἀνθρώπινα φρονεῖν καὶ ἐν τῇ πολιτικῇ ἐμμένειν εὐδαιμονίᾳ. ἐπεὶ δ’ οὐ τοῦτο τὸ σύνθετόν ἐστιν ὁ ἀληθὴς ἄνθρωπος ἀλλὰ τὸ ἐν ἡμῖν θειότατον, ὁ νοῦς, δεῖ μὴ πείθεσθαι ἀλλ’ ἀπαθανατίζειν ἑαυτούς, ἤτοι χωρίζειν ἀπὸ τῆς πρὸς τὸ θνητὸν ζῷον ἐμπαθείας καὶ ἀπαθανατίζειν καὶ ἐξομοιοῦν ἑαυτοὺς τοῖς ἀθανάτοις, ταῖς νονταῖς δηλαδὴ καὶ ξνοεραῖς ὑπάρξεσιν. ἡ γὰρ τῷ ὄντγως ἀνθρώπῳ πρέπουσα εὐδαιμονία ἡ πρὸς θεόν ἐστιν ὁμοίωσις. ὁμοιοῦται δὲ θεῷ ὁ τῶν ἐνταῦθα ἀποστὰς καὶ τοῖς νοεροῖς ἐνδιατρίβων. ὥστε δεῖ πάντα ποιεῖν ὅσα συντελεῖ πρὸς τὸ ζῆν κατὰ νοῦν, ὅς ἐστι τὸ ἀκρότατον καὶ κράτιστον καὶ θειότατον τῶν ἐν ἡμῖν. ζῇ οὖν κατ’ αὐτόν, ὡς εἴρηται, ὁ περιλαμπόμενος ὑπὸ τῆς θείας αἴγλης ὑπερφρονησας τῶν ἔξω καὶ ἀπολύσας καὶ ἐλευθερώσας <ἑαυτὸν> ἀπὸ τῆς ἀσχέτου καὶ ἀκαθέκτου πρὸς τὸ σῶμα ῥοπῆς. εἰ γὰρ τῷ ὄγκῳ σμικρόν ἐστι, δυνάμει καὶ τελειότητι πολὺ μάλλον ὑπερέχει. τὸ σμικρὸν τῷ ὄγκῳ ταυτόν ἐστι τῷ ἀμεγέθες. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· οὐ χρὴ τὸ ἐν ἡμῖν θειότατον ὥς τι τῶν τυχόντων νομίζειν οὐδ’ εἰς τὴν ἀμέρειαν αὐτοῦ ἀφορᾶν καὶ παρορᾶν καὶ καταφρονεῖν ὡς εὐτελοῦς αὐτοῦ. οὐ γὰρ ὄγκῳ καὶ μεγέθεσιν ορίζειν χρὴ τὸ τίμιον καὶ τὸ δυνατόν, ἀλλ’ ἐν τῇ ἀμερείᾳ μᾶλλον καὶ τῷ ἀσωμάτῳ. τιμιώτεραι γὰρ καὶ δυνατώτεραι ἀσυγκρίτως αἱ νοεραὶ καὶ ἀσώματοι οὐσίαι πάσης σωματικῆς φύσεως. p. 1178a2 Δόξειε δ’ ἂν εἶναι καὶ ἕκαστον εἶναι τοῦτο. Ὥσπερ πόλις κυρίως ἐστὶ καὶ λέγεται τὸ κρατοῦν καὶ ἄρχον, οἷον ἐν μὲν τῆ δημοκρατουμέηῃ ὁ δῆμος (οὗτος γὰρ ἐν αὐτῇ τὸ κύριον) καὶ ἐν τῇ βασιλευομένῃ πόλις πάλιν ὁ βασιλεύς ἐστι καὶ λέγεται καὶ ἐν τῇ τυραννουμένῃ ὁ τύραννος, οὕτω καὶ ἄνθρωπος κυρίως ἐστὶν ὁ ἐν ἡμῖν νοῦς καὶ ἔστι κυρίως ὀ Ἀριστοτέλης καὶ Πλάτων ὁ τοῦ Ἀριστοτέλους νοῦς καὶ ὁ τοῦ Πλάτωνος, ὅτι τὸ ἐν ἑκάστῳ κύριον ὁ ἐν ἑκάστῳ νοῦς ἐστι καὶ τὸ ἄμεινον καὶ βέλτιστον. εἰ οὖν τοῦτο ἀληθὲς καὶ τὸ μακάριον ἡμῶν ἵδρυται ἐν τῷ νῷ [βίῳ] καὶ τῇ ζωῷ αὐτοῦ, τῇ θεωρίᾳ, τί δεῖ παρέντας τὸν οἰκεῖον βίον, τὸ οἰκεῖον ἀγαθόν, ἐπιδιώκειν τινὸς ἄλλου βίον, οἷον τὸν τοῦ πολιτικοῦ ἢ τοῦ ἀπολαυστικοῦ; τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει κράτιστον. ὅτι τὸ ᾠκειωμένον ἐκάστου τῇ φύσει κράτιστον καὶ ἄριστον καὶ ἥδιστόν ἐστιν ἐκείνῃ, εἴρηται πρότερον, ὅτε περὶ ἡδονῆς ἔλεγεν ἐν τῷ παρόντι βιβλίῳ, καὶ ἡμεῖς ἐκεῖσε περὶ τούτου εἴπομεν τὰ δυνατὰ ἡμῖν. δῆλον δὲ πάντως, ὅτι τὸ οἰκεῖον τῇ τοῦ ἵππου φύσει κράτιστόν ἐστι τῇ ἱππείᾳ φύσει καὶ φίλον· ὁμοίως καὶ τὸ τῇ τοῦ βοὸς φύσει ἥδιστόν ἐστι καὶ σωστικὸν τῇ τοῦ βοὸς φύσει καὶ τελειωτικόν. ἀλλὰ περὶ τούτων εἴρηταί μοι ἐν ἐκείνοις καὶ οὐ δεῖ παλιλλογεῖν. δῆλον δ’ ὡς καὶ τὸ οἰκεῖον τῇ τοῦ ἀληθτνοῦ ἀνθρώπου φύσει, κράτιστόν ἐστιν αὐτῇ καὶ ἄριστον καὶ ἥδιστον, καὶ τοῦτο προςήκει ζητεῖν καὶ εὑράσκειν, καὶ εὑρόντα σταθηρῶς καὶ ἀκλινῶς ἐμμένειν αὐτῷ, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν. ὅτι δὲ τῷ ἀληθινῷ, τῷ νοΐ ἡμων, ἡ νοερὰ ζωὴ καὶ ὁ θεωρητικὸς βίος ἐστὶν οἰκειότατον, πολλάκις ἠκούσαμεν. εἰ δὲ ὁ οἰκειότατος αὐτῷ βίος ὁ θεωρητικός ἐστιν, ὁ ἄρα κατ’ αὐτὸν ζῶν εὐδαιμονέστατός ἐστιν, ὁ δὲ κατὰ τὴν ἠθικὴν καὶ πραγματικὴν δεύτερος καὶ μετ’ ἐκεῖνον, διότι καὶ αἱ κατὰ τὴν ἠθικὴν ἀρετὴν ἐνέργειαι ἀνθρωπικαί εἰσι καὶ τοῦ πολιτικοῦ εὐδαίμονος. p. 1178a10 Δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν. Εἰπὼν ὅτι αἱ κατὰ τὰς ἠθικὰς ἐνέργειαι νθρωπικαί εἰσι (τοῦ συνεἶναι θέτου γάρ εἰσιν ἀνθρώπου ἐκ ψυχῆς καὶ σώψατος) τοῦτο διὰ τούτων συνίστησι, λέγων ὅτι καὶ τὰ δίκαια καὶ τὰ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ ἐν συναλλάγμασι καὶ χρείαις πρὸς ἀλλήλους πράττομεν, διατηροῦντες ἐν τοῖς πάθεσι τὸ πρέρπον. τὰ δὲ πάθη, οἶον ἡδοναὶ καὶ λῦπαι, τοῦ συνθέτου ἐκ ψυχῆς καὶ σώματος, ὥστε καὶ αἱ κατὰ τὰς ἠθικὰς ἀρετὰς ἐνέργειαι περὶ ἡδονὰς καὶ λύπας, ὡς μεμαθήκαμεν, οὖσαι τὸ πρέπον αὐταῖς ἐπάγουσαι καὶ ὅρον αὐταῖς ἐπιτιθεῖσαι τοῦ συνθέτου ἄν εἶεν, ὥστε καὶ ἀνθρωπικαί. ὅτι δὲ αἱ ἠθικαὶ ἀρεταὶ μετροῦσι τὰ πάθη, καὶ τοῦτο ἔμπροσθεν ἐμάθομεν. ἀπὸ μὲν γὰρ τῆς ἀνδρείας ὁρμῶμεν ἐπὶ τὰ ἀνδρεῖα καὶ θαρροῦμεν ὅπου δεῖ, καὶ φεύγομεν τὰ φοβερὰ ὅτε δεῖ καὶ ὅπως δεῖ, καῖ ὅλως μετροῦμεν δι’ αὐτῆς τοὺς φόβους καὶ τὰ θάρρη, ἀπὸ δὲ τῆς σωφροςύνης τὰς δι’ ἁφῆς λύπας καὶ ἡδονάς, καὶ τὰς μὲν αἱρούμεθα καὶ διώκομεν, τὰς δὲ φεύγομεν. ὅτι δὲ καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοπρέπεια μετρεῖ τὰς πράξεις, ἅς διὰ δόσεως καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, οὐκ ἀγνοοῦμεν, εἴ τι μεμνήμεθα τῶν περὶ ἐλευθεριότητος καὶ μεγαλοπρεπείας εἰρημένων τῷ φιλοςόφῳ τούτῳ. ἐμάθομεν δὲ καὸ τὴν μεγαλοψυχίαν καὶ φιλοτιμίαν ἐν τῇ συμμετρίᾳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει τὸ εἶναι ἔχειν, πρὸς δὲ τούτοις ὅτι καὶ ἡ μὲν πραότης ἐστὶν ἐπὶ τῷ τῆς ὀργῆς συμμέτρῳ, ἡ δὲ δικαιοςύνη σωστικὴ τῆς κοινωνίας |ἡμῖν, φύσει οὖσι πολιτικοῖς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, πᾶσαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι καὶ ποιήσεις ἀνθρωπικαί εἰσι παὶ δεύτεραι τῶν λουικῶν ἀρετῶν. ἔτι εἰ ἀγαθὸς ἄνθρωπος λέγεται καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτ’ ἐν ταῖς περὶ ταῦτα πράξεσιν ἀόριστος, εἴη ἄν καὶ οὕτω καταφανὲς τὸ τὴν ἠθικὴν ἀρετήν, ἧς ἀγαθοὶ λεγόμεθα, καὶ τὰς κατ’ αὐτὴν πράξεις ἀνθρωπικὰς ὑπάρχειν, εἴ γε τὰ πάθη, ὡς εἴρηται, τοῦ συνθέτου εἰσίν. p. 1178a14 Ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή. Καὶ διὰ τούτων τὸ αὐτὸ δεικνύει, λέγω δὴ τὸ τὰς ἠθικὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας ἐνθρωπικὰς εἶναι. εἰσὲ γάρ, φηςί, τινὲς φύσει σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι· τοῦτο δ’ αὐτοῖς ὑπάρχει ἀπὸ τοῦ σώματος, ἤτοι ἀπὸ τῆς ποιᾶς τοῦ σώματος κράσεως καὶ τῆς τῶν στοιχείων τοῦ σώματος συνδρομῆς καὶ συμπήξεως, ὥστε τοῦ συνθέτου εἰσὶ καὶ αἱ ἀπ’ αὐτῶν ἐνέργειαι. εἰπὼν δὲ ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, ἐπήγαγε καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή. ὥσπερ γὰρ οὐ πᾶσα ἡσονή, ὡς δέδεικται, πρότερον οὐ πάσῃ ἐνεργείᾳ ᾠκείωτο ἀλλὰ τῶν διαφόρων καὶ ἑτέρων τῷ εἴδει ἐνεργειῶν καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναὶ ἕτεραι τῷ εἴδει οὖσαι ἐσείχθησαν, οὕτω καὶ τοῖς πάθεσι, ταῖς ἡδοναῖς καὶ λύπαις, ἄλλοις ἄλλαι τῶν ἀρετῶν συνῳκείωνται. τῇ μὲν γὰρ ἑπομένῃ ἡδονῇ ταῖς δόσεσιν οἷς δεῖ οὐ πάσα ἀρετὴ ᾠκείωται, ἀλλ᾿ ἡ ἐλευθεριότης, καὶ τῇ ἑπομένῃ ἡδονῇ ταῖς κατὰ τὴν γεωμετρίαν ἀναλόγοις διανομαῖς οἰκεία ἀρετή ἐστιν ἡ δικαιοςύνη, ἀλλ᾿ οὐχὶ ἡ σωφροςύνη ἢ ἀνδρεία. εἰ δὴ αἱ ἠθικαὶ ἀρεταὶ τοῖς πάθεσιν ᾠκείωνται, τὰ δὲ πάθη κἀνθρωπικά, καὶ αἱ ἠθικαὶ ἄρα ἀρεταὶ τοῦ συνθέτου εἰσὶ καὶ οὐ τοῦ ὄντως ἀνθρώπου. p. 1178a16 Συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ καὶ αὕτη τῇ φρονήσει. Δείξας τὰς ἠθικὰς ἀρετὰς ἀνθρωπικὰς οὔσας, δείκνυσι καὶ τὴν φρόνησιν (αὕτη γὰρ ἀρετὴ οὖσα τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς δόξειεν ἂν εἶναι τοῦ νοῦ ἀρετὴ καὶ οὐ τοῦ συνθέτου), δείκνυσι δὴ καὶ ταύτην ὅτι μὴ τοῦ ὄντως ἀνθρώπου ἐστὶν ἀρετή, ἀλλὰ τοῦ συνθέτου. ὅ δὲ λέγει, δῆλον ἔσται ἀναμνήσασιν ἡμᾶς αὐτοὺς τῶν <ἐν> ἄλλοις ἀποδεδειγμένων. δέδεικται δὲ ὅτι ἀντακολουθοῦσιν αἱ λοιπαὶ, καὶ ἐν ᾧ ἂν μία τις ἐξ αὐτῶν ἐστιν, ἐξ ἀνάγκης ἐκείνῳ καὶ αἱ λοιπαὶ ἕπονται καὶ οὐκ ἐνδέχεται ἀνδρεῖον ὄντα τὴν ἠθικὴν ἀνδρείαν μὴ καὶ σώφρονα εἶναι καὶ φρόνιμον καὶ δίκαιον, ἢ σώφρονα ὄντα μὴ εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον καὶ φρόνιμον, ἢ φρόνιμον ἄντα μὴ τὰ δί9καια βούλεσθαι καὶ αἱρεῖσθαι καὶ τὰ σωφρονικὰ καὶ ἀνδρεῖα· ἀλλ᾿ ὃς ἂν ᾖ φρόνιμος, οὗτος εὐθὺς καὶ δίκαιός ἐστι καὶ σώφρων, καὶ ὁ δίκαιος φρόνιμος καὶ ἀνδρεῖος καὶ σώφρων. ἐπεὶ τοίνυν ἀντακολουθεῖν δέδεικται τὰς ἀρετὰς καὶ συνεζευγμένη ἐστὶν ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ, τουτέστιν τῇ ἠθικῇ ἀρετῇ, καὶ ἡ ἠθικὴ ἀρετὴ τῇ φρονήσει καὶ ἀλλήλαις, καὶ οὐκ ἐνδέχεται χωρίζεσθαι ἀπ᾿ ἀλλήλων, εἰσὶ δὲ αἱ ἠθικαὶ ἀρεταὶ ἀνθρωπικαί, εἴη ἂν καὶ ἡ φρόνησις τοῦ συνθέτου. ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν εἰπὼν ὅτι συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ καὶ αὕτη τῇ φρονήσει, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν εἴπερ αἰ μὲν τῆς φρονήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς. λέγει δὲ ἀρχὰς τὰ τελικὰ αἴτια, ὧν ἕνεκα πράττομέν τινα καὶ ποιοῦμεν. ὡς γὰρ ἰατροῦ τελικὸν αὔτιον καὶ τὸ οὗ ἕνεκα πάντα ποιεῖ καὶ πράττει, ὅσα ποιεῖ καὶ πράττει, ὑγίεια, καὶ οἰκοδόμου ἀρχὴ τελικὴ ἡ οἰκία καὶ στρατηγοῦ νίκη, σώφρονός τε ἡ τῶν παθῶν συμμετρία, οὔτω καὶ τῆς φρονήσεως, ὡς δέδεικται ὅτε περὶ ταύτης ἔλεγεν, οἱ κατὰ τὰς ἠθικὰς ἀρετὰς ὀρθοὶ σκοποὶ τέλη εἰσὶ καὶ αἴτια τῶν πραττομένων ἐκείνων ἔνεκα. ἔστι γὰρ ἡμῖν ἀπὸ τῆς ἠθικῆς ἀρετῆς τὸ ὀρθοδοξεῖν περὶ τὰ τέλη· τὸ γὰρ ὀρθῶς δοξάζειν ὅτι τόδε τι ἁγαθόν ἐστιν, οἷον τὸ μὴ ἀδικεῖν, τὸ τιμᾶν τόνδε τινά, τὸ ποιεῖν τὰ συμφέροντα τῇ τό λει, καὶ τόδε μέν έστι συμφέρον καὶ τόδε δίκαιον καὶ ποιητέον, τόδε δὲ ἀσύμφορον καὶ ἅδικον καὶ φευκτέον· τὸ γοῦν ὀρθῶς περὶ ταῦτα δοξάζειν καὶ μὴ ἀπατᾶσθαι μηδὲ νομίζειν τὸ μὴ ἀγαθὸν ὡς ἀγαθὸν ἀπὸ τῶν ἠθικῶν ἡμῖν ἀρετῶν πρόσεστιν, ἀπὸ δὲ τῆς φρονήσεως ἡ εὕρεσις τῆς ὕλης καὶ τῶν ὁργάνων καὶ πράξεων καὶ ποιήσεων, δι’ ὦ ὁ ὀρθὸς σκοπὸς καὶ τὸ τέλος γενήσεται. ἐπ[εὶ οὖν ἡ μὲν ἠθικὴ ἀρετὴ τοὺς ὀρθοὺς σκοποὺς ὑποδεικνύει, ἡ δὲ φρόνησις τὰ συντελοῦντα πρὸς τὴν τούτων λῆψιν καὶ ἐπιτυχίαν ἀνευρίσκει, συνεζευγμέναι ἅν εἶεν. ταῦτα μὲν οὕτως. ἔχει δὲ ἀσάφειαν <ἡ λέξις>διὰ τὸ ἐλλιπὲς εἶναι, ἡ λέγουσα τὸ δ’ ὀρθὸν τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν. εἵη δ’ ἅν τὸ πλῆρες τοιοῦτον· τὸ δ’ όρθὸν τέλος, ὅπερ ἡμῖς ὅτι ὀρθὸν καὶ ἀγαθὸν γνώριμόν ἐστιν ἀπὸ τῆς ἠθικῆς ἀρετῆς (άπὸ γὰρ ταύτης γνωρίζομεν, ὅτι ὀρθόν ἐστι), τοῦτο δὲ τὸ ὀρθὸν τέλος κατὰ τὴν φρόνησιν, τουτέστιν ἀπὸ τῆς φρονήσεως, ἐπικτώμεθα. ἡ φρότὸ συνηρτημέναι δὲ|αὐταῖς καὶ τοῖς πάθεσι τοιοῦτόν ἐστι· συνεζευγμέναι οὖσαι αἱ ἀρεταὶ τῇ φρονήσει καὶ ἡ φρόνησις ταῖς ἀρεταῖς καὶ οὐ μόνον ἀλλἠλαις συνεζευγμέναι ἀλλὰ καὶ τοῖς πάθεσιν, ἄ δὴ πάθη ἀνθρωπικὰ καὶ τοῦ συνθέτου εἰσίν, ἀνθρωπικαὶ καὶ αὖται ἅν εἶεν, ἥ τε φρόνησις καὶ αἱ ἀρεταί, καὶ ὁ βίος δὴ καὶ ἡ ζωὴ ἡ κατὰ τὰς ἠθικὰς ἀρετὰς καὶ τὴν φρόνησιν ἀνθρωπική ἐστι· τοῦ συνθέτου γάρ. ὁ δὲ τοῦ νοῦ βίος τοῦ ἀληθινοῦ καὶ ὅντως άνθρώπου καὶ ἡ νοερὰ ζωὴ κεχωρισμένη ἐστὶ τῶν τοῦ συνθέτου παθῶν, ὥστε ἡ κατὰ τὴν νοεραν ζωὴν τοῦ ἀληθινοῦ ἀνθρώπου εὐδαιμονία ἑτέρα ἅν εἵη τῆς πολιτικῆς εὐδαιμονίας. τὸ δὲ διακριβῶσαι δὲ μεῖζον τοῦ προκειμένου εἵρηκεν κἰνιττόμενος, ὅτι τῷ θεολόγῳ προσήκει περὶ αὐτῶν λέγειν. τῶν πρός τι γὰρ ὁ νοῦς (τῶν νοντῆν γάρ), ὡς καὶ ἡ αἵσθησις τῶν αἰσθητῶν, τῶν δὲ πρός τι ἡ αὐτὴ ἐπῖστήμη, τὸ δὲ περὶ νοητῶν λέγειν θεολογίας ἐστίν, ὥστε καὶ περὶ νοῦ ἐκείνης. p. 1178a23 Δόξειε γὰρ καὶ τῆς ἐκτὸς χορηγίας έπὶ μικρὸν ἥ ἔλαττον δεῖσθαι τῆς ἠθικῆς. Τὴν πολιτκὴν εὐδαιμονίαν διὰ τῆς ἠθικῆς ἐδήλωσε. τὸ δ’ ἐπὶ μικρὸν ταὐτόν ἐστι τῷ πανταπασιν ολίγης δεῖσθαι τῆς ἐκτὸς χορηγάς. εἰ δὲ μὴ πάντῃ, φησί, παντελῶς σμικρᾶς, ἀλλ’ οὖν ἐπίσης τῇ πολιτικῷ εὐδαίμονι χερῄζει τῶν ἐκτος· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἥ ἐπ’ ἔλαττον δεῖσθαι τῆς πολιτικῆς. οὐ γὰρ ὥσπερ ἡ πολιτικὴ πολλῶν χρῄζει τῶν ἐκτός, οὕτω καὶ ἡ θεωρητικὴ εὐδαιμονία, ἀλλ΄ ἦττον πολὺ δεῖται τῶν τοι- ούτων. τῶν μὲν γὰρ ἀνγκαίων, ὡς πρότερον εἴρηται (καὶ εἴρηταί μοι ἐκεῖ τὸ διὰ τί), ἐπίσης ἀμφότεροι χρῄζουσιν, εἰ καὶ μᾶλλον τοῦ θεωρητικοῦ ὁ πολιτικὸς διαπονεῖται περὶ τὰ ἀναγκαῖα καὶ ὅσα τοῖς ἀναγκαίοις ὅμοια μηδὲ πόρρω καθέστηκε. μικρόν τι γὰρ ἐπὶ τὸ πλέον τῶν ἀναγκαίων ἐκκλίνει ὁ πολιτικός. πρὸς μὲν τὴν τῶν ἀναγκαίων χρείαν ὀλίγον τι διαλλάττουσιν οὗτοι, πρὸς δὲ τὰς οἰκείας ἐνεργείας πολὺ καὶο ὅσον σχεδὸν τὸ ὂν τοῦ μὴ ὄντος. ὀ μὲν γὰρ θεωρητικός, ὡς πρὸς τὸ κατὰ νοῦν ἐνεργεῖν καὶ τοῖς νοητοῖς ἐνδιατρίβειν οὐδενὸς χρῄζει, ὥσπερ οὐδὲ τῇ ὑγιαινούσῃ ὄψει πρὸς τὸ ὀρᾶν τάδε τὰ γράμματα φωτὸς παρόντος χρεία τινός ἐστιν ἀλλ᾿ ἢ μόνον ἆραι τὰ βλέφαρα, εἰ τύχοι κεκλεισμένα ὄντα, οὔτως οὐδὲ του θεωτητικοῦ τινός ἐστι χρεία πρὸς ἐπίβλεψιν καὶ ἐπαφὴν της νοητῆς διακοσμήσεως, τῷ δὲ πολιτικῷ ὡς μὲν ἐλευθερίῳ χρεία χρημάτων, εἰ μέλλει πράττειν τὰ ἐλευθέρια· ὁμοίως καὶ ὁ δίκαιος χρημάτων δεῖται, ὅπως ἀποδοίη τὸ κατ᾿ ἀξίαν ἑκάστῳ. ἀπὸ γὰρ τῶν πράξεων γνωρίζεται ὁ δίκαιος καὶ ὁ ἐλευθέριος, οὐ μὴ ἐκ τοῦ λέγειν, ὅτι ῾Βούλομαι τὰ δίκαια πράττειν καὶ τὰ ἐλευθέρια. ᾿πράττειν δὲ χωρὶς τῶν οἰκείων ταῖς πράξεσιν ὀργάνων ἀμήχανον. ὄργανα δὲ οἰκεῖα τῷ δικαίῳ καὶ ἐλευθερίῳ ὡς δικαίῳ καὶ ἐλεθερίῳ τὰ χρήματα. ὡς δ᾿ ἀνδρεῖος δεῖται παρουσίας πολεμίων, ὡς δὲ φρόνιμος πάλιν ἑτέρων. εἰπὼν δὲ αἱ γὰρ βουλήσεις ἄδηλοι, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν προςποιοῦνται δὲ καὶ οἱ μὴ δίκαιοι βούλεσθαι δικαιοπραγεῖν, οὓς οὐκ ἂν εἴποιμεν δικαίους διὰ τὴν τοῦ βούλεσθαι προσποίησιν. ὅτι δὲ καὶ ὁ σώφρων τινῶν δεῖται, δῆλον· ἐλευθέριος γὰρ μάλιστα. ὁ γὰρ σωφρονῶν ὑπὸ παιδαγωγῷ τεταγμένος ἢ ἄλλῳ τινί, ὃν φοβούμενος ἢ αἰδούμενος ἀπέχεται τῶν ἐκ τῆς ἁφῆς ἡδονῶν, οὔπω δῆλός ἐστιν, εἰ σώφρων ὄντως ἐστίν. p. 1178 a 34 ᾿Αμφισβητεῖται δὲ πότερον κυριώτερον τῆς ἀρετῆς ἡ προαίρεσις ἢ αἱ πράξεις. Εἰπὼν ὅτι ἀπὸ τῶν πράξεων γνωρίζονται ὁ σώφρων, ὁ ἀνδρεῖος, ὁ δίκαιος, ὁ φρόνιμος, ἐπειδὴ πολλοὶ σωφρονοῦσιν ἵνα τύχωσι, φέρε εἰπεῖν, ἀρχιερωςύνης, ἄλλοι δὲ δικαιοπραγοῦσιν, ἵνα τύχωσιν ἀρχῆς πολιτικῆς, καὶ ἕτεροι δι ἄλλο τι μὴ ὄντες κατὰ ἀλήθειαν σώφρονες ἢ δίκαιοι, ἐλείπετο δὲ ἐναρέτους εἶναι τοὺς βουλομένους τὰ ἀνδρεῖα καὶ σωφρονικά, ὅπερ μόνον τοῦτο οὐκ ἀρεκῖ, ἠμφισβητεῖτο δικαίως. καὶ οἱ μὲν τῇ βουλήσει ὥριζον τὴν <ἀρετὴν> καὶ σπουδαῖον ἔλεγον τὸν βουλόμενον, οἱ δὲ τῇ πρά- ξει, δέον ἀμφότερα συμμῖξαι, ὡς ἐν ἀμφοῖν οὔσης τῆς ἀρετῆς. δίκαιος γὰρ ὄντως ἐστὶν ὁ βουλόμενος καὶ πράττων τὰ δίκαια, καὶ σώφρων ὡσαύτως τως καὶ ἀνδρεῖος. εἰ οὖν ἐν ἀμφοῖν ἡ ἀρετή, πρὸς δὲ τὸ πράττειν χρημάτων χρεία, δεήσει ἄρα καὶ τῷ δικαίῳ καὶ τῷ ἐλευθερίῳ χρημάτων, καὶ ὅσῳ ἂν μείζους αἱ πράξεις ὦσι καὶ καλλὶους, τοσούτῳ χρεία πλειόνων αὐτῷ. τῷ δέ θεωρητικῷ οὐ μόνον οὐ συντελοῦσι πρὸς τὸ ἐνεργεῖν ἀλλὰ καὶ μᾶλλον ἐμπόδιον τυγχάνουσιν ὄντα. πρὸς μὲν γὰρ τὴν κατὰ νοῦν ἐνέργειαν ἀνενδεής ἐστιν, ἐπεὶ δὲ ἄνθρωπός ἐστιν, ἤτοι ἐπειδὴ ἔτι συνήρτηται αὐτῷ τὸ σῶμα καὶ ἀνθρώ|ποις συζῇ, δεήσεται καὶ τούτων πρὸς τὸ ἀνθρωπεύεσθαι, ἤτοι τὰ καθήκοντα πράττειν πρὸς τοὺς φοιτῶντας εἰς αὐτόν. p. 1178 b 7 Ἡ δὲ τελεία εὐδαιμονία ὅτι θεωρητική τίς ἐστιν ἐνέργεια, καὶ ἐντεῦθεν ἂν φανείη. Καὶ ταῦτα δεικτικά ἐστι τοῦ ὅτι ἡ τελεία εὐδαιμονία ἐν τῇ τῶν ἀρίστων ἵσταται γνώσει. ἄριστα δὲ ὅτι τὰ θεῖά ἐστι, πρὸς ἁπάντων ἀνωμολόγηται. εἰ οὖν τὸ μέγιστον καὶ τυειότατον ἀγαθὸν τοῖς ἀνθρώποις τὸ εὐδαιμόνως ζῆν ἐστι (τοῦτο δὲ ἐν θεωρίᾳ ὂν δέδεικται καὶ διὰ τῶν προκειμένων λέξεων δειχθήσεται), ἡ τελεία εὐδαιμονία ἐν γνώσει καὶ θεωρίᾳ τῶν ἀρίστων εἴη ἄν, ἀλλ’ οὐκ ἐν πράξει καὶ ποιήσει ὡς ἡ πολιτική. δείκνυσι δὲ τοῦτο τὸν τρόπον τοῦτον· ἐν ᾧ τῷ θείῳ τὸ εὐδαιμονεῖν καὶ ἡ μακαριότης ἐστίν, ἐν τούτῳ καὶ ἡμῖν, ὡς δυνατὸν τοῦτο. τῷ δὲ θεῷ τὸ εὐδαιμονεῖν καὶ ἡ μακαριότης ἐν θεωρίᾳ, καὶ ἡμῖν ἄρα τὸ κυρίως εὐδαιμονεῖν ἐν θεωρίᾳ. ὅτι δὲ ἐνέργεια θεοῦ καὶ μακαριότης ἐν θεωρίᾳ καὶ οὐ πράξει ἢ ποιήσει, δέδεικται μὲν φιλοσόφως ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά, δείκνυσι δὶ καὶ νῦν ἐνδόξως λέγων ‘πάντες ὑπειλήφαμεν καὶ πιστεύομεν τὸ θεῖον ζῆν καὶ ἐνεργεῖν’. πᾶσα δὲ ἐνέργεια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική. εἰ οὖν μήτε πράττει μήτε ποτεῖ τὸ θεῖον ἐνεργοῦν, λείπεται τὸ τρίτον ἡ θεωρία. ἀλλὰ μὴν κρατίστη καὶ ἀρίστη καὶ ἀκροτάτη ἡ τοῦ θεοῦ ἐνέργεια καὶ ἡ συγγενὴς ἄρα ἡμῶν ἐνέργεια τῇ τοῦ θεοῦ ἐνεργείᾳ ἀρίστη καὶ ἀκροτάτη καὶ τελεία ἡ θεωρία ἐστίν. ὅτι δὲ ἡ τοῦ θεοῦ ἐνέργεια οὐκ ἐν πράξει οὐδὲ ἐν ποιήσει ἢ ἐν πολιτικῇ εὐδαιμονίᾳ ἀλλὰ θεωρίᾳ ἐστί, δείκνυσι λέγων· αἱ ἠθικαὶ ἀρεταὶ πᾶσαι τῶν παθῶν εἰσιν, ὡς δέδεικται, μετρηταί· τὰ δὲ πάθη οὔκ εἰσιν ἐν θεῷ, ὥστε οὐδὲ αἱ ἠθικαὶ ἀρεταί· οὐδὲ δεῖται αὐτῶν, ὥστε οὐδὲ δατὰ τὴν ποιτικὴν εὐδαιμονίαν εὐδαίμων ἐστί. τί γὰρ ἂν δέοιτο τὸ θεῖον δικαιοσύνης; εἰ γὰρ δικαιοσύνη ἐστὶ τὸ κατὰ ἀναλογίαν ἀνταλλάττεσθαι καὶ ἀμοιβὰς ποιεῖσθαι τάς τε παρακαταθήκας ἀποδιδόναι, γελοῖον ἂν φανείημεν ἡμεῖς τε καὶ ἐκεῖνος, ἡμεῖς μέν, εἰ τοιαῦτα περὶ θεοῦ ὑπολαμβάνοιμεν, ἐκεῖνος δέ, εἰ τοι- ούτοις ἐνασχολεῖται. τί δ’ ἂν δέοιτο ἀνδρείας, ᾧ μηδέν ἐστι δειν μηδὲ φοβερόν; τί δὲ ἐλευθεριότητος; ἄτοπον γὰρ εἴ τις αὐτῷ παρεῖναι βομίζοι χρήματα καὶ νόμισμα καὶ δόσεις τούτων καὶ λήψεις, οἷς δεῖ διδόναι καὶ ἀφ’ ὧν λαμβάνειν. τί δὲ σώφρων ἐστίν; ἢ βαφὺς καὶ φορτικὸς ὁ ἔπαινος, τὸ λέγειν ὡς ἐπιθυμεῖ μέν, κρατεῖ δὲ καὶ οὐκ ἄγεται πρὸς τῆς ἐπιθυμίας· μῶμος γὰρ αὐτῷ μᾶλλον καὶ οὐκ ἔπαινος τοῦτο. τί γᾶρ ἄν οὕτως ἔχων διαφέρει τῶν ἐγκρατῶν καὶ καρτερικῶν; διαιροῦσιν οὖν ἡμῖν πάσας τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας μικραὶ καὶ ἀνάξιοι φαίνονται νονται τῆς θείας φύσεως. ἀλλὰ μῆν ζῆν φαμεν τὸ θεῖον καὶ ἐνεργεῖν· οὐ γὰρ δὴ καθεύδειν ὡς τὸν Ἐνδυμίωνα. θεωρία ἄρα ἡ τούτου ἐστῖν ἐνέργεια μακαριότητι καὶ τιμιότητι καὶ κάλλει διαφέρουσα τῶν ἀνθρωτικῶν, ἤτοι τῶν τῆς πολιτικῆς εὐδαιμονίας ἐνεργειῶν. καὶ ἡ τοῦ ἀνθρώτου ἄρα ἐνέργεια τοῦ ἀληθινοῦ καὶ ὄντως ἀνθρώπου ἡ συγγενεστάτη τῇ τοῦ θεοῦ ἐνεργείᾳ μακαριωτάτη καὶ τελειοτάτη καὶ εὐδαιμονικωτάτη· δευτέρα δὲ ταύτης καὶ πολλοστὴ ἡ ἀνθρωπικὴ ἡ πολιτική. p. 1178b24 Σημεῖον δὲ καὶ τὸ μὴ μετέχειν τὰ λοιπὰ ζῷα εὐδαιμονίας, τῆς τοιαύτης ἐνεγργείας ἐστερημένα. Τοιαύτην ἐνέργειαν τὴν θεωρίαν λέγει, ἤτοι τὴν νοερὰν ζωὴν καὶ γνῶσιν τῶν ἀρίστων καὶ θείων. Λέγει δὲ ὡς συλλεξαμένους τὰ παραλελειμμένα καὶ ὧν προσυπακούειν ἔξωθεν χρή, ὄτι κατὰ μὲν τὰς τῶν ἄλλων φιλοσόφων Ἐπικουρείων τε καὶ τῶν ὔστερον Στωικῶν περὶ εὐδαιμονίας ὑπολήψεις δύναταί τις εὐδαιμονίαν μεταδιδόναι καὶ τοῖς ἀλόγοις ζῴοις, κατ’ ἐμὲ δὲ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους ὄσοι τὴν εὐδαιμονίαν ἐν ονερᾷ ζωῇ ἱστῶνμεν, ἀδύνατον κατὰ ταύτην εὐδαιμονεῖν τὰ ἄλογα τῶν ζῴων, ἐστερημένα νοῦ καὶ ζωῆς λογικῆς. ὅτι δὲ δυνατὸν κατὰ τοῦς Ἐποκούρου τροφίμους καὶ τοὺς Στωικοὺς μετέχειν εὐδαιμονίας καὶ τὰ ἄλογα ζῷα, διὰ τούτων ἄν τις παραστήσειεν· εἰ τὸ εὐπαθεῖν εὖ ζῆν ἐστι κατ’ Ἐπίκουρον, τὸ δὲ εὖ ζῆν ταὐτόν ἐστι κατ’ Ἐπίκουρον καὶ Στωικοὺς τῷ εὐδαιμονεῖν, τὸ εὐπαθεῖν ἄρα εὐδαιμονεῖν ἐστιν· ὑπάρχει δὲ τοῖς ἀλόγοις ζῴοις τὸ εὐπαθεῖν, ὤστε καὶ τὸ εὐδαιμονεῖν. πάλιν, εἰ τὸ κατὰ φύσιν διάγειν κατὰ τοὺς Στωικοὺς εὖ ζῆν ἐστι, τὸ δὲ εὖ ζῆν καὶ κατ’ αὐτοὺς καὶ κατ’ Ἐπίκουρον εὐδαιμονεῖν ἐστι, τὸ κατὰ φύσιν ἄρα διάγειν εὐδαιμονεῖν ἐστιν· ἀλλὰ μὴν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις τὸ κατὰ φύσιν διάγειν ἀπὸ γενέσεως μέχρι τῆς ἀκμῆς· εὐδαιμονεῖν ἔστι ἄρα τὰ ἄλογα ζῷα. ὅτι δὲ τὸ εὐπαθεῖν καὶ |διὰ τὸ εὐπαθεῖν τὸ εὖ ζῆν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις, δῆλον ἀπὸ τὼν μουσικῶν ζῴων. εἰ γὰρ μὴ κατά φύσιν ἔζη, οὐκ ἂν ἀπεπλήρου τὸ οἰκεῖον ἔργον ᾄδοντα συνεχέστατα. μουσικῖς γὰρ αὐτοῖς οὖσι τὸ κατὰ φύσιν ἔργον ἐστὶν ᾠδή· τοῦτο δὲ ποιοῦντα καὶ ᾄδοντα κατὰ φύσιν ζῇ. τοῦτο δὲ ἦν τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν κατὰ τὴν Στοάν. ὅτι δὲ καὶ αὐτὸ τὸ ᾄδειν εὐπαθούντων ἐστί, δείκνυσιν ἡ συνεχεστάτη ἐνέργεια. οὐδέν γὰρ τῶν ζῴων λυπούμενον οὐχ ὅτι συνεχῶς ἀλλ’ οὐδαμῶς ὅλως ᾄλει. τὸ γὰρ ᾄδειν οὐ λυπουμένων ἀλλ’ εὐπαθούντων ἢ κατὰ φύσιν διαγόντων ἐστί. πάλιν, εἰ τὸ εὐδαιμονεῖν ἐστι κατὰ τοὺς Στωικοὺς τὸ ἔσχατον τῆς φυσικῆς ὀρέξεως, ἐφ’ ὃ ἐλθοῦσα ἡ φύσις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἔχει, οὗ τυχοῦσα πλέον οὐθὲν ἐπιποθεῖ πλὴν τοῦ κατέχειν αὐτὸ τὸ οἰκεῖον ἀγαθὸν αὐτῇ καὶ μὴ ἀπολλύναι, τοῦτο δὲ ὑπάρχει καὶ τοῖς ἀλόγοις, μετέχει ἄρα καὶ τὰ ἄλογα ζῷα εὐδαιμονίας. τί δ’ ἐστὶ τὸ τέλος τῆς φυσικῆς ὀρέξεως; ἢ δηλονότι ἡ ἀκμὴ οὖσα τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς, κινήσεων οὐσῶν ἀμφοτέρων καὶ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς καὶ ἀντικειμένων ἀλλήλαις, τῆς μὲν ἐπιδόσεως ὡς ἀρχῆς, τῆς δὲ παρακμῆς ὡς τέλους καὶ ὡς τῆς μὲν ἐπιδόσεως ἀγούσης εἰς τὸ ὄν, τῆς δὲ παρακμῆς ἐπὶ τὸ μὴ ὄν. ἀλλὰ μὴν δεῖ τῶν ἐναντίων κινήσεων εἶναί τι μεταξύ, τὴν στάσιν ἀνομοίαν οὖσαν ταῖς ἐφ’ ἑκάτερα κινήσεσι. τὸ γὰρ ἀνόμοιον τῶν κινήσεων στάσις. αὑτη δὲ ἡ στάσις ἡ μεταξὴ τῆς ἐπιδόσεως καὶ τῆς παρακμῆς λέγεται τῶν φυσικῶν γεννημάτων ἀκμὴ καὶ τέλος εἶναι τῆς φύσεως, ὃ καὶ λαβοῦσα ἡ παράγουσα φύσια τὰ φυσικὰ σώζειν πειρᾶται καὶ κατέχειν ὡς οἰκεῖον ἀγαθόν. ἡ δ’ ὑποκειμένη φύσις, ἡ ὕλη, ἀπόλλυσι τὸ ὅλον, οὐ στέγουσα τὴν φύσιν τὸ εἶδος. ἔστι γὰρ φύσις καὶ ἡ ὑποκειμένη ὕλη, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει ἐμάθομεν, ἔστι δὲ φύσις καὶ τὸ εἶδος, ἔστι δὲ φύσις καὶ ἡ τὴν ὕλην ἀλλοιοῦσα καὶ κινοῦσα ἐπὶ τὴν τοῦ εἴδους λῆψιν. τῆς μὲν οὖν τοιαύτης εὐδαιμονίας, ὡς λέγομεν, μετέχει καὶ τὰ ἄλογα ζῷα, τῆς δὲ ἐν νοερᾷ ζωῇ καὶ τῇ τῶν θειοτάτων γνώσει ὁριζομένης οὐδαμῶς. μόνος γὰρ τῶν ἐπὶ γῆς ἁπάντων ζῴων ὁ ἄνθρωπος ἔχει τὸ ζητεῖν παρ’ ἑαυτοῦ περὶ τῆς τῶν θείων φύσεως καὶ διαλαμβάνειν καὶ λέγειν, ὁποία τίς ἐστιν ἡ τούτων οὐσία, καί τινα διὰ τῆς νοήσεως αὐτῶν ὁμοιότητα πρὸς αὐτὰ λαμβάνει. καὶ ταῦτα μὲν περὶ τῶν πραγμάτων. κατίδωμεν δὲ καὶ τὴν λέξιν. δείξας ὅτι θεοῦ ἐνέργεια θεωρία ἐστίν (αὐτὸς γάρ ἐστι τὸ νοοῦν· αὐτὸς τὸ νοούμενόν φησιν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά·) καὶ ἐπαγαγὼν ‘καὶ τῷ ὄντως δὴ καὶ ἀληθινῷ ἀνθρώπῳ ἡ ταύτῃ συγγενεστάτη’, ἐπιφέρει σημεῖον δὲ τοῦ τὴν νοερὰν ζωὴν εὐδαιμονίαν οὖσαν μὴ εἶναι τοῦ συνθέτου, τοῦ πολιτικοῦ, ἀλλὰ τοῦ ὄντως καὶ ἀληθινοῦ ἀνθρώπου· σημεῖον δὲ τούτου τὸ μὴ μετέχειν τῆς τοιαύτης εὐδαιμονίας μηδὲν τῶν ἀλόγων ζῴων. οὐ μετέχει δέ, διότι μηδὲ τῆς τοιαύτης, ἤτοι τῆς νοερᾶς, ἐνεργείας. οὐκ ἐνεργεῖ δὲ νοερῶς, ὅτι ἀμοιρεῖ νοῦ, ὅς ἐστιν ὁ ἀληθινὸς ἄνθρωπος. p. 1178b25 Τοῖς μὲν γὰρ θεοῖς ἄρας ὁ βίος μακάριος, τοῖς δ’ ἁνθρώποις, ἑφ’ ὅσον ὁμοίωμα τι. Εἱ τὸ μακάριον ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων ἑστί τοῖς μὲν ἑνδελεχῶς ἁεὶ θεωροῦσι, μακάριος ἀεὶ ἐνεργείᾳ ἄρας ὁ Βίος, τοῖς δ’ ἀωθρώποις, ὄτε μὲν ἐωεργοῦσι, μακάριος ἐωεργείᾳ, ὄτε δὲ μὴ θεωροῦσι δυωάμει μακάριος. τὸ δὲ ἐφ’ ὄδον ὀμοίωμά τι τῆς τοιαύτης ἐνεργείας τοιοῦτον ἄν εἴη. νοεῖ τὸ θεῖον ἑαυτὸ καὶ ἔκει ἑαυτό· τὸ γάρ νοούμενον ἔχεται ὑπὸ τοῦ νοοῦντος καὶ ἔστιν αὐτὸ τὸ νοοὺν καὶ νοούμενον καὶ ἔχον καὶ ἐχόμενον. νοεῖ δ’ αὐτὸ καὶ ἔχει καὶ ὁ θεωρητικὸς εὐδαίμων, ὁ ἤδη θεωρῶν καὶ ἤδη ἐνεργῶν, ἁλλ’ οὐχ ὡσαύτως. οὑ γάρ ὤσπερ νοεῖ τὸ θεῖον ἐαυτὸ οὔτω καὶ καὶ ὁ θεωπητικός ἀωτιλαμβάωεται αὐτοῦ καἰ νοεῖ αὐτό, ὤστε ἠ νόησις καί ἠ κατάληψις τοῦ θεωρητικοῦ εὐδαίμονος ὀμοίωμά τι καί ἴωδαλμά ἐστι τῆς τοῦ θεοῦ νοήσεως, καθ’ ἢν νοεῖ ἐαθτόν. εἰ δέ τοῦτο, δήλον ὄτι καὶ τὸ μακάριον τοῦ θεωρητικοῦ εὐδαίμονος ὄμοιόν τι τῇ τοῦ θεοῦ μακαριότητι, ἀλλ’ οὑ ταὐτόν. ἑφ’ ὄσον δὴ διατείνει ἡ θεωρία, καὶ εὐδαιμονία. ἤ τὸ λεγόμενόν ἐστιν, ὄτι ὄσα τῶν ζῴων ἔλλογά ἐστι καὶ νοῦς ἐστιν ἐν αὐτοῖς δυωάμενος νοερῶς ζῆν, ταῦτα καὶ εὐσαιμονεῖν δύναται τὴν θεωρητικὴν εὐδαιμονίαν εὐδαιμονεῖν, ἤ λέυοι ἄν ὄτι ἐπίσης ἐστὶν ἡ θεωρία καὶ ἡ εὑδαιμονία, καὶ διὰ τοῦτο ἐφ’ ὄσον ἄν χρόνον διατείνῃ ἡ ἑωέργεια, τοσοῦτον καὶ ἡ εὐδαιμονία. εἱ γάρ σύνδρομός ἑστιν ἡ εὐδαιμονία τῇ ἐωεργείᾳ, εἱ ἑξ ὠρῶν, εἰ τύχοι, ἑστίν ἡ ἑνέργεια, τοσούτων ἔσται καὶ ἡ εὑδαιμονία καὶ οὔτε πλειόνων οὔτε ἑλαττόνων. ὥστε τοῖς μὲν ἀεὶ ἐωεργοῦσι συναίδιον ἔσται καὶ τὸ εὐσαιμονεῖν τῇ ἀιδίῳ ἑωεπγείᾳ, τοῖς δ’ ἄλλοις, ὄσος ἄν εἴη ὁ χρόνος ἑν ᾦ ἐνεργοῦσι, τοσαύτη ἔσται καὶ ἡ εὐδαιμονία, οὑ Κατὰ συμβεβηκὸς ἁλλὰ κατὰ θεωρίαν, ἄλλο τι δημαινόμενον τοῦ κατὰ συμβεβηκὸς διὰ τούτων ἡμῖν παραδούς. δημαίνοι δ’ ἄν τὸ συμβεβηκὸς τοῦτο τὸ ἁτελές· καὶ εἴη ἄν τὸ λεγόμενον, οὑ κατά τήν ἀτελῆ εὐδαιμονίαν, τὴν πολιτικὴν ἤ τὴν ἑν παιδιᾷ τοῖς δυνάσταις καὶ τυράννοις καὶ τοῖς τοιούτοις εὐδαιμονιζομένοις ὁριζομένην ἁλλά κατὰ τὴν θεωρίαν, ἤτοι τήν ἁπλῶς καὶ κυρίως εὐσαιμονίαν. ἥ λέγοι ἄν οὐ κατὰ δυμβεβηκὸς ἀωτὶ τοῦ ‘οὑ δι’ ἄλλο τι ἔσονται εὐδαίμονες, ἁλλὰ δι’ αὐτήν τὴν θεωρίαν καὶ τὴν περὶ τὰ ἁεὶ ὡσαύτως ἔχοντα δια|τριβήν’. ὡς γὰρ ὀ στεφανωθαίς σιά τὴν τοῦ πατρὸς ἁρετὴν ἤ δημοσίας τυχὼν τροξῆς οὑ δι’ ἑαυτὸν ἔτυχε τῆς τιμῆς, ἁλλὰ διὰ τὸν πατέρα καὶ κατὰ συμβεβηκός, ὁ δὲ ἁριστεύσας καὶ στεφάνου τυχὼν δι’ ἑαυτὸν ἑστεφάνωτο καὶ οὑ κατὰ συμβεβηκός, οἶον διὰ τὸ υἰὸν εἶναι ἁριστεύσαντα, οὄτω καὶ ἡθεωρία καθ’ αὑτήν ἐστιν εὐδαιμονία καὶ ὁ θεωρητικὸς κατὰ ταύτην εὐδαίμων, ἀλλ’ οὐ δι’ εὐγένειαν ἢ πλοῦτον ἤ τι τοιοῦτον. p. 1178b33 Δεήσει δὲ καὶ τῆς ἐκτὸς εὐμημερίας ἀνθρώπῳ ὄντι. Πολλάκις ἐκισημαίνεται τοῦτο διά τε τὸν Πλάτωνα μὴ δεῖσθαι ὅλως λέγοντά τινος τὸν ὡς ἀληθῶς καὶ μὴ κατὰ συμβεβηκὸς εὐδαίμονα καὶ διὰ τὸ ῥευστὸν καὶ εὐπαθὲς τοῦ σώματος ἡμῶν· δεῖται γὰρ ὑγιαίνειν. τίς γὰρ νοςῶν καὶ ὑπὸ τῆς νόσου σφόδρα ἐνοχλούμενος δὐναται σχολάζειν ; δεῖται δὲ καὶ τροφῆς. οὐ γάρ ἐστιν ἁποῦν ἡμῶν τὸ σῶμα. καὶ εἴρηταί μοι περὶ τούτων τὰ δέοντα πρότερον, καὶ οὐ δεῖ πόλιν μηκύνειν. λέγει δ’ ἐκτὸς εὐημερίας οὐτὸ πλῆθος τῶν δούλων καὶ χρημάτων καὶ κτημάτων πολλοὺς ἀριθμούς, ἀλλ’ εὐημερίαν λέγει τὴν ὑγείαν καὶ τὴν τῶν ἀναγκαίων εὐπορίαν καὶ τούτων τοσούτῳ, ὅσῳ ἀνθρωπεύεσθαι. οὐ μήν, φησί, πολλῶν καὶ μεγάλων. εἰ μὲν γὰρ ἀδύνατον ἦν εὐδαιμόνως ζῆν δίχα τοῦ πλήθους καὶ μεγέθους τῶν ἐκτὸς ἀγαθῶν, ἔδει ἂν αὐτῷ τῶν τοιούτων, ἐπεὶ δὲ καὶ χωρὶς τῆς τούτων ὑπερβολῆς δύναται μακαρίως ζῆν, οὑ πολλῶν αὐτῷ τούτων χρεία. οὐ γὰρ ἐν τῇ ὑ περβολῇ τὸ αὔταρκες οὐδ’ ἡ κρίσις, τουτέστιν οὐδὲ τὴν αὐτάρκειαν δεῖ κρίνειν ἐκ τῆς τῶν χρημάτων ὑπερβολῆς. ἐπισφαλῶς γὰρ καὶ ἡμαρτημένως κρίνει ὁ λέγων, ὅτι αὐτάρκης ἐστὶν ὁ πάνυ πολὺν πλοῦτον περιβεβλημένος. οὑδ εὐδαιμονικὰς πράξεις δεῖ λέγειν τὰς ἀπὸ τῶν πλῆθος ἐχόντων πλούτου πραττομένας· δυνατὸν γὰρ καὶ τοῖς ὀλίγοις καλῶς χρῆσθαι καὶ ἀπὸ ὀλίγων πράττειν τὰ καλά, καὶ μάλιστα τὰς ἀρίστας ἐνεργεῖν ἐνεργείας τοῦ νοῦ. . ὅτι δὲ καὶ ἀπὸ τῶν μετρίων δύναταί τις [ράττειν τὰ καλά, δῆλον· οἱ γὰρ ἀδῶται (οὖτοι δ’ εἰσὶν οἱ τὰ μέτρια κεκτημένοι καὶ μὴ δυναστεύοντες μηδ’ ἀρχὰς ἔχοντες) μᾶλλον πράττουσι τὰ ἐπιεικῆ τῶν δυναστῶν καὶ πλουσίων. μᾶλλον γὰρ ξενοδοχοῦσι καὶ πενήτων ἐπιμελοῦνται καὶ ναοῖς ἐνασχολοῦνται καὶ μᾶλλον τὰ τῶν ἐλευθερίων ἐνεργοῦσιν. εἰ δὲ οὖτοι, πολλῷ μᾶλλον ὁ θεωρητικὸς εὐδαίμων καὶ νοερῶς ζήσεται μέτρια εκετημένος καὶ τὰ κατ’ ἀρετὴν ἀπὸ τούτων πράξει, ἐπειδὰν ἀνθρωπεύηται. ἱκανὸν οὖν, φησί, τοσαῦθ’ ὑ πάρχειν, τουτέστιν ἱκανόν ἐστι τῷ εὐδίμονι τοσῦτα ὑπάρχειν αὐτῷ. ἀρκεῖ γὰρ αὐτῷ ἡ τῶν μετρίων ὕπαρξις. δύναται γὰρ πράττειν τὰ κάλλιστα καὶ ἀπ’ αὐτῶν οὐκ ἀφαιρεθήσεται διὰ τὴν ὀλιγότητα τὸ μακάριον, ὅτι μηδ’ ἐν πλήθει ἡ μακαριότης ὁρίζεται. ὅτι δὲ οὐκ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς ἀγαθῶν τὸ εὐδαιμόνως ζῆν ἐστιν ἀλλ’ ἐν τῇ ἐπιεικεῖ τούτων χρήσει, καὶ πολλῶν καὶ ὀλίγων ὄντων, μαρτύρεται καὶ τὸν Σόλωνα λέγοντα εὐδαίμονα οὐ τὸν πολλῶν καὶ μεγάλων εὐποροῦντα ἀλλὰ τὸν ἐν ἀμφοτέροις ὄντα, τῷ τε μέτρια κεκτησθαι καὶ πράττειν τὰ κάλλιστα καὶ ζῶντα σωφρόνως. εἶπε δὲ τὸ σωφρόνως ἀντὶ τοῦ καὶ κατὰ πάσας ζῶντα τὰς ἀρετάς. p. 1179a13 Ἔοικε δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυναστὴν ὑπολαμβάνειν τὸν εὐδαίμονα. Ἔθος Ἀριστοτέλει μετὰ τὰς ἀποδείξεις εἰ πλείονα πίστιν τῶν πραγμάτων ἐπάγειν καὶ τὰς τῶν σοφῶν δόξας καὶ τὰς τῶν πολλῶν αὐτοφυεῖς συγκαταθέσεις. ὅταν γὰρ ταῖς περί τινων ἐπιχειρήσεσι συμφωνῶσι καὶ αἱ τῶν σοῶν περὶ ἐκεῖνα δόξαι καὶ αἱ τῶν πολλῶν φῆμαι, παναληθῆ τὰ συναγόμενα ὑπὲρ τῆς εκείνων συστάσεώς εἰσι. δείξας οὖν ὅτι οὐκ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς ἀφαθῶν ἐστι τὸ εὐδαιμονεῖν, ἀλλ’ ἐν τῇ πρὸς θεὸν ἐγγύτητι, ἐπήγαρε πρὸς πλείω πειθῶ καὶ τὰς τῶν σοφῶν δόξας, τόν τε Σόλωνα καὶ τὸν Ἀναξαγόραν. λέγει δὲ ὁ Ἀναξαφόρας μηδὲν εἶναι θαυμαστόν, εἰ τοῖς πολλοις ἄτοπος καὶ κακοδαίμων νομίζομαι. κακοδαίμονα γὰρ τὸν Ἀναξαγοραν οἱ πολλοὶ ἐκάλουν ὡς μὴ πολ|λῶν εὐποροῦντα, καίτοι πλουσιώτατον ὄντα τὴν θεωρίαν καὶ τῷ ὄντι εὐδαιμονέστατον. ἀλλ’ οἱ πολλοὶ ἐπισφαλῶς <τὴν εὐδαιμονίαν> ἐν τῷ πλήθει τῶν χρημάτων τιθέμενοι, τὸν δ’ Ἀναξαγόραν ὁρῶντες μέτρια κεκτημένον, κακοδαίμονα καὶ ἄτοπόν τινα ἐδυσφήμουν. οὐ δεῖ, φησίν, ὁ Ἀναξαγόρας, θαυμάφειν, ὅτι με οἱ πολλοὶ κακαδαίμονα κρίνουσι. κρίνουσι γὰρ τοὺς εὐδαίμονας τοῖς ἐκτὸς ἀγαθοῖς, ἀνεπαίσθητοι τῶν ὄντως ἀγαθῶν ὄντες. ταῦτα εἰπὼν λέγει, ὅτι αἱ τῶν σοφῶν περὶ εὐδαιμονίας δόξαι τοῦ τε Σόλωνος καὶ Ἀναξαγόρου σύμφωνοί εἰσι τοῖς ἐμοῖς λόγοις, τοῖς λέγουσι μὴ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς εἶναι τὸ εὐδαιμονεῖν μηδ’ ἀπὸ τούτων δεῖν κρίνειν τὸν εὐδαίμονα ἀλλ’ ἀπὸ τῆς ὅλης ἀρετῆς χαρακτηρίζειν αὐτόν. πίστιν μὲν οὖν καὶ τὰ τοιαῦτα ἔχει τινά. τοιαῦτα λέγει τούς τε κατασκευάζοντας λόγους, ὅτι οὐκ ἔστιν εὐδαιμόνως ζῆν ἐν τῷ ἄρχειν ἐθνῶν καὶ πολεων πολλῶν καὶ θαλάσσης ἀπλέτου, ἀλλ’ ἐν τῷ μέτρια κεκτῆσθαι, πράττειν δὲ τὰ κάλλιστα καὶ βέλτιστα. τούς τε οὖν λόγους τούτους λέγει τοιαῦτα καὶ τὰς τῶν σοφῶν δόξας. ἔχουσι μὲν δή, φησί, καὶ οἱ λόγοι καὶ αἱ δόξαι τῶν σοφῶν τὸ πιθανόν, τὸ δ’ ἀληθὲς ἀπὸ τῶν εργων ἐν τοῖς πρακτοῖς κρίνεται. εἰ γάρ τις λέγει εὐδαίμονα τὸν μέτρια κεκτημένον καὶ τὰ ἄριστα μεταδιώκοντα καὶ λέγων μηδέν τι πλέον ἔχει τῶν ἀναγκαίων, πράττει τε τὰ κάλλιστα καὶ βέλτιστα καὶ τῆς θεωρίας ὁλικῶς ἀντέχεται, πείθεσθαι δεῖ τούτῳ καὶ ἀληθέστατον καὶ αὐτὸν καὶ τοὺς λόγους αὐτοῦ λέγειν· εἰ δὲ λέγει μὲν οὕτω, πράττει δὲ τάναντία ὦν λέγει, συνάγων πάντοθεν χρυςὸν καὶ ἄργυ- ρον καὶ λοιπὴν ἄλλην κτὴσιν, ψεύστην τὸν τοιοῦτον καὶ γόητα ἀποφαίνεσθαι ὡς μὴ συμφωνούντων ὧν λέγει οἷς πράττει. ἡ μὲν οὖν τῶν λεγομώνων δύναμις αὕτη· τὸ δὲ λόγους ὑποληπτέον ταὐτόν ἐστι τῷ φωνὰν ὑποληπτεον κενὰς εἰς ἀέρα χεθείσας, μᾶλλον δὲ εἰ χρὴ σαφέστερον εἰπεῖν, ψόοφους ἀνάρθρους καὶ παντάπασιν ἀσήμους. p. 1177a22 Ὁ δὲ κατὰ νοῦν ἐνεργῶν καὶ τοῦτον θεραπεύων καὶ διακείμενος ἄριστα καὶ θεοφιλέστατος ἔοικεν εἶναι. Θεοφιλέστατός ἐστιν ὃν φιλεῖ ὁ θεός· θεοφιλὴς γὰρ ὁ φίλος θεῷ. δείξας τὸν θεωρητικὸν εὐδαίμονα ἄριστον καὶ βέλτιστον καὶ αὐταρκέστατον καὶ τἄλλα ὅσα εἴρηται, δείκνυσιν αὐτὸν καὶ δεοφιλέστατον λέγων, εἰ ἐπιμελεῖται ἀνθρώπων τὸ θεῖον καὶ προνοεῖται τούτων, ὥστερ δοκεῖ τοῖς λιστα τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ. τὸ δ' ἄριστον καὶ συγγενέστατον τῷ θεῷ ὁ νοῦς ἡμῶν ἐστιν. ἐπιγηθεῖ μὲν γὰρ τὸ θεῖον πᾶσι τοῖς αὑτοῦ ποιήμασι καλοῖς οὖσι λίαν, μάλιστα δὲ τῶ νῷ ὡς συγγενεστάτῳ. συγγενὴς δ' οὐ τὴν οὐσίαν ἀλλ' ὡς δυνάμενος εἰς ἑαυτὸν νεύειν καὶ ὁρᾶν ἐαυτὸν καὶ διὰ τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς καὶ συννεύσεως ἀνατείνεσθαι πρὸς τὸ θεὶον τοίνυν ἐστὶν ὁ νοῦς ἑκάστου ἡμῶν τῷ θεῷ κατὰ τὴν τῆς ἐνεργείας γενὴς τοίνυν ἐστὶν ὁ νοῦς ἑκάστου ἡμῶν τῷ θεῷ κατὰ τὴν τῆς ἐνεργείας ὁμνοιότητα. κἀκεῖνος γὰρ ἑαυτὸν νοεῖ καὶ ἡμεῖς ἑαυτούς, ὅταν ὑπεράνω τῆς φαντασίας γενώμεθα. εἰ οὖν συγγενὴς ἡμῶν ὁ νοῦς τῷ θεῷ, εὔλογον ἀγαπᾶν τὸν θεὸν τοὺς ἀγαπῶντας καὶ τιμῶντας τὸ συγγενὲς αὐτοῦ καὶ ἀντευποιεῑν. ἀγαπᾷ δὲ τὸν συγγενῆ τοῦ θεοῦ νοῦν ὁ τὴν ὅλην ἀρετὴν ἐγκολπωσάμενος, φυγὼν τὰς πολυειδεῖς ὀρέξε καὶ τὰς συντρόφους αἰσθήσεις σεις ὡς τὴν διάνοιαν ἀπατώσας καὶ τὰς φαντασίας ὡς μορφωτικὰς καὶ ὡς μεριστὰς καὶ ὡς ποικιλίαν ἀμήχανον ὅσην ἐπεισαγούσας, ἀποστραφείς τε τὰς δόξας ὡς ποικίλας καὶ αὐτὰς καὶ εἰς τὰ ἐκτὸς φερομένας καὶ τῇ αἰσθήσει καὶ τῆ φαντασίᾳ συμμεμιγμένας (πᾶσα γὰρ δόξα μετ' αἰσθήσεως ἀλόγου καὶ φαντασίας ἐνεργεῖ) ἀναδραμών τε εὶς ἐπιστήμην καὶ νοῦν, μετὰ δὲ ταύτην ἐπὶ τὴν νοερὰν ζωὴν καὶ τὰς ἁπλᾶς ἐπιβολάς, ἐν ᾧ γενόμενος τὰς ἐκεῖθεν ἐλλάμψεις εἰσδέχεται καὶ ψωτὸς ἀχράντου πληροῦται. τίς δὲ ἡ ἀντευτοιΐα, ἣν τὸ δεῖον ἀντευποιεῖ τοὺς δεραπεύοντας τὸν συγγενῆ νοῦν αὐτῷ; ἡ τρανοτέρα τοῦ φωτὸς ἔλλαμψις τῆς γνώσεως αὐτοῦ καὶ ἡ τελειοτέρα συναφὴ πρὸς αὐτὸ καὶ ἡ ἐποπτεία τῶν νοερὼν διακόσμων. <θεοφιλὴς ἄρα ὁ σοφός. >εἰ γὰρ ἡμεῖς φιλοῦμεν τοὺς άγαπῶντας τοὺς ἡμῶν παῖδας ἢ συγγενεῖς, πῶς οὐ δεὶ τὸν πανάγαθον θεὸν φιλεῖν τοὺς ἀγαπῶντας τὸ συγγενὲς αὐτῷ; εἰπὼν δὲ ὅτι δεοφιλής ἐστιν ὁ σοφὸς διὰ τὸ ἀγαγόητα πᾶν τὸ συγγενὲς αὐτοῦ, σαφηνίζων, τίς ἐστιν ἡ τιμὴ αὕτη καὶ ἀγάπη, ἐπήγαγε καὶ ὀρθῶς και καλῶς πράττοντας, ὡς εἰ ἔλεγε ‘τὸ ἀγαπᾶν τὸν νοῦν οὐδέν ἐστιν ἔτερον εἰ μὴ τὸ εὐπραγεῖν καὶ κατὰ πάσας ἐνεργεῖν τὰς ἀρετάς, τὰς ἐν πράξει καὶ λόγῳ.’ ὅτι δὲ ταῦτα πάντα τῷ σοφῷ ὑπάρχει, οὐκ ἄδηλον. ταῦτα πάντα λέγει ὅσα περὶ εὐδαιμονίας εἶπε, τὸ αὐταρκες, τὸ ἄτρυτον, τὸ ἐπιμελεισθαι τοῦ οἰκείου νοῦ, τὸ θεοφιλὲς καὶ τἄλλα ὅσα εἰρηκε. ταῦτα δὴ ὑπάρξοι ἂν ἴσως καὶ τῷ πλιτικῷ εὐδαίμονι ζῶντι κατὰ τὴν ἠθικὴν ἀρετήν, ἀλλὰ μάλιστα καὶ ἀναντιρρήτως ὑπάρχει τῷ ζῶντι νοερῶς, ὥστε ὁ μὲν πολιτικὸς εἴη ἂν θεοφιλὴς καὶ εὐδαίμων, ὁ δὲ θεωρητικὸς θεοφιλέστατος καὶ εὐδαιμονέστατος. |p. 1179a33 Ἆρ’ οὖν εἰ περὶ τούτων καὶ τῶν ἀρετῶν, ἔτι δὲ περὶ φιλίας καὶ ἡδονῆς ἱκανῶς εἴρηται. Πληρώσας τὸν περὶ τὰς ἡθικὰς καὶ λογικὰς ἀρετὰς σύμπαντα λόγον διὰ τῶν προκειμένων λέξεων καὶ τῶν ἐχομένων αὐτοῦ, ἀναπείθειν ἡμᾶς πειρᾶται πρὸς τὴν κατ’ αὐτὰς ἐνέργειαν. οἱ γὰρ λόγοι μόνοι καὶ ἡ διὰ τῶν Λεγομένων αὐτῶν γνῶσις μόνη οὔτε εὐδαίμονας οὔτε πολιτικοὺς οὔτε θεωρητικοὺς ἀποτελεῖν δύνανται, ἀλλὰ πάμπαν ἀδρανεῖς εἰσι καὶ ἀνίσχυροι· προτρέφασθαι μὲν γὰρ πρὸς τὰς πράξεις τοὺς ἐλευθερίους καὶ καλῶς τραφέντας καὶ ἀναχθέντας τῶν νέων ἰσχύοσιν, εἰς εὐδαιμονίαν δἐ ἀγαγεῖν καὶ τὴν ταύτης τεῦξιν ἀδυνατοῦσι. καλῶς δὲ τρέφονται καὶ ἀνάγονται οἱ ἐν ἀρίστῃ πόλει διάγοντες. τοιαύη δ’ ἐστὶν ἡ νόμοις σπουδαιοτάτοις χρωμένη καὶ ἔθεσιν ἐπιεικέσι πολιτευομένη. εἰ δὲ τὸ τέλος τῶν ἀνθρωπίνων ἀγαθῶν τὸ ἄριστον τὸ εὐδαιμόνως ζῆν ἐστι, τοῦτο δὲ δίχα τῶς τῶν ἀρετῶν κτήσεως λαβεῖν ἀδύνατον, κτήσασθαι δὲ ταύτας καὶ ὅλως σπουδαῖον γενέσθαι οὐκ ἐνδέχεται τὸν ἐν πόλει διατρίβοντα μοχθηροῖς νόμοις καὶ ἔθεσι χρωμένῃ, εὔλογόν ἐστιν, ἵνα μὴ λέγωμεν ἐναγκαῖον, εἰπεῖν περὶ πολιτειῶν, τίνες τε ἡμάρτηνται καὶ τίνες ὀρθῶς πολιτεύονται καὶ τίς τῶν ὀρθῶς πολιτευομένων ἡ ἀρίστη καὶ τίνας ἔχειν νόμους δεῖ. ὁ μὲν οὖν σύμπας τῶν ἐντεῦθεν μέχρι τέλους τοῦ βιβλίου σκοπὸς καὶ ἡ προαίρεσις αὕτη, λέγω δὲ δεῖξαι, ὅτι ἀναγκαῖόν ἐστι μετὰ τὴν τῶν παςῶν ἀρετῶν πραγματείαν, <ἥτις ἐστὶν ἡ προκειμένη>, πολιτείας τε γράφαι καὶ περὶ νόμων εἰπεῖν, ποῖοι ποίᾳ ἁρμόξουσι καὶ ποῖοι σώζειν αὐτὴν δύνανται καὶ ποῖοι φθείρειν, ὥστε δεῖ τὸν βουλόμενον τέλειον ἔσεσθαι τὴν ἀνθρωίνην φιλοσοφίαν, σοφίαν, ἤτοι πολιτικὸν εὐδαίμονα, μετὰ τὰ βιβλία ταῦτα τὰς πολιτείας αὐτοῦ ἐφεξῆς τούτοις οὔσας ἀναγινώσκειν. καὶ περὶ μὲν οὖν τούτων ταῦτα. τὰ δὲ τῶν λέξεων οὕτως ἄν ἔχοι. ἆρα, φηςίν, ἐπειδὴ περὶ τῶν ἀρετῶν ἱκανῶς εἴρηται τοῖς τύποις, τουτέστι καθόλου καὶ ὡς ἀρχόμενος τοῦ βιβλίου εἶπε, παχυλῶς (ἐκ γὰρ τῶν ἐνδεχομένων καὶ ὡς ἐπὶ τὸ πολὺ τοὺς λόγους συνεπεραίνετο), ὑποληπτέον τέλος ἔχειν καὶ οὐδενὸς ἄλλου χρῄζομεν πρὸς τὸ εὐδαιμονῆσαι πλὴν τοῦ ἀναγνῶναι τὰ βιβλία, ἤ καθάπερ δεικνύντος ὧν λόγων τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή, ὥσπερ τοῦ δεικνύντος ὅτι ὁ ἥλιος μείζων τῆς γῆς, ἀλλὰ πρᾶξις καὶ ποίησις, οὐκ ἀρκεῖ συνιέναι τῶν λεγομένων, ἀλλὰ καὶ τῶν πράξεων ἀντέχεσθαι καὶ τῶν ἔργων ἀνάγκη. εἰ οὖν καὶ ἐπὶ τῶν ἄλλων, ὧν τὸ τέλος οὐκ ἔστι ψιλὴ γνῶσις, ἀλλὰ πρᾶξις τοὺς λόγους αἱρούμεθα διὰ τὴν πρᾶξιν, τῶν δὲ περὶ ἀρετῆς λόγων τὸ τέλος πρᾶξίς ἐστι, πειρατέον πράττειν ὅσα ἡμῖν ὑφηγεῖται. τί γὰρ σεμνὸν τὸ γνῶναι, τί ἐστιν ἀνδρεία ἤ δικαιοςύνη, τῷ μὴ μέλλοντι τὰ ἀνδρεῖα καὶ δίκαια πράττειν; τὸ μὲν λεγόμενον τοιοῦτον, τὸ δὲ τῆς λέξεως, τὸ ἤ εἴπερ ἄλλως ἀγαθοὶ γινόμεθα, οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘εἰ μὲν ἀπὸ τῆς τῶν ἀρετῶν χρήσεως γινόμεθα ἀγαθοί, χρηστέον αὐταῖς, εἰ δέ τινα ἄλλον τρόπον, ἐκεῖνον ζητητέον· πάντως δὲ χρηστέον ἐκείνοις, δι’ ὧν ἀγαθοὶ ἐσόμεθα.’ p. 1179b4 Εἰ μὲν οὖν ἦσαν οἱλόγοι αἰτάρκεις ποιῆσαι ἐπιεικεῖς. Εἰ μὲν οὖν ἤρκει μόνη ἡ τῶν λόγων ἀκρόασις καὶ ἡ σύνεσις τῶν λεγομένων πρὸς καλοκαγαθίαν, μισθοὺς πολλοὺς καὶ μεγάλους, ὥς φησι Θέουνις, ἔφερον καὶ ἐδίδουν τοῖς γράφουσιν ἠθικὰς πραγματείας ἐξωνούμενοι αὐτάς. νῦν δὲ προτρέψαι μέν, ὡς εἴρηται, καὶ ῥοπήν τινα ποιῆσαι πρὸς καλοκαγαθίαν δύνανται, ***ἐπάγει καὶ τίνας δύνανται κινῆσαι πρὸς τὰς κατ’ ἀρετὴν πράξεις, ὅτι μὴ πάντας ἀλλὰ τοὺς ἐλευθερίους τῶν νέων. λέγει δὲ νῦν ἐλευθερίους τοὺς μὴ δεδουλωμένους τρουφαῖς καὶ ἀκολαςίαις ἀλλὰ τοὺς καλῶς ἀχρέντας ὑπὸ παιδαγωγῶν ἤ συγγενῶν καὶ διὰ τῆς ἐπιεικοῦς ταύτης ἀγωγῆς εὐπειθεῖς ὄντας καὶ εὐκινήτους ἐπὶ τὰς κατ’ ἀρετὴν πράξεις. τοὺς μὲν δὴ τοιούτους τῶν νένω δύνανται προτρέψασθαι καὶ ἦθος αὐτῶν μετὰ τῶν πράξεων εὐγενὲς καὶ ἀληθῶς φιλόκαλον, κατακώχιμον ὑπάρχον ἐκ τῆς ἀρετῆς. λέγει δὲ νῦν ἀρετὴν οὐ τὰς κυρίως ἀρετάς, σωφροςύνην ἀνδρείαν δικαιοςύνην, ἀλλὰ τὴν γινομένην διάθεσιν ἤ ἕξιν αὐτοῖς ἀπὸ τῆς βελτίστης ἀγωγῆς καὶ ἐπιεικοῦς ἀνατροφῆς, καθ’ ἥν ἀνήχθησαν παρὰ τῶν παιδαγωγῶν ἤ τῶν πατέρων ἤ τινος τῶν συγγε|νῶν. τὸ δὲ κατακώχιμον σημαίνει καὶ τὸ πλῆρες, οἷον ὁ δεῖνα κατακώχιμός ἐστι σοφίας, καὶ τὸ ἐχόμενον καὶ κεκρατημένον, οἷον ὁ δεῖνα κατακώχιμός ἐστι ταῖς ἀρεταῖς· δηλοῖ καὶ τὸ ὑπεῖκον καὶ εὐπειθές, ὃ νῦν σημαινόμενον ἔλαβε τοῦ κατακωχίμον, καὶ λέγει ὅτι τὸ γεγονὸς ἦθος εὐάγεγον καὶ εὐπειθὲς ἕπεσθαι τοῖς καλῶν λεγομένοις· γεγονὸς δὲ τοιοῦτον ἐκ τῆς ἀρετῆς, ἤτοι τῆς καλλίστης ἀγωγῆς, δύνανται οἱ λόγοι παρορμῆσαι ἐπὶ τὰς πράξειςς καὶ σὺν ταῖς πράξεσιν εὐγενὲς καὶ φιλόκαλον ἀποτελέσαι καὶ ποιῆσαι φιλεῖν τὰ καλὰ καὶ σπεύσειν ἐπὶ τὴν κτὴσιν αὐτῶν. οἱ γὰρ πεπαιδευμένοι καὶ ἐθισθέντες ἀπέχεσθαι τῶν κακῶν ἅμα τε τῶν εἰσηγουμένων τὰ χρηστὰ λόγων ἀκούουσι καὶ τρέχουσιν ἐπ᾿ αὐτά, τοὺς δὲ πολλοὺς ἀδουνατεῖ πρὸς καλοκαγαθίαν προτρέψασθαι· δυσπειθεῖς γὰρ οὗτοι, φαύλως γὰρ ἀναχθέντες καὶ μηδεμίαν ἔννοιαν ἔχοντες τοῦ καλοῦ οὐδ᾿ ἀκούειν ὑπομένουσι τῶν ἐπὶ τὰ καλὰ πᾶρακαλούντων, μὴ ὅτι γε πείθεσθαι. πρὸς γὰρ τὰ πάμπαν ἡμῖν ἄγνωστα ἢ οὐδ᾿ ὅλως ἀγόμεθα ἢ σὺν βίᾳ. διὸ οἱ μὲν καλῶς ἀναχθέντες <πρὸς τῆς καλῆς ἀγωγῆς αἰδήμονες ὄντες πειθαρχοῦσιν> (αἰσχύνονται γὰρ μὴ τοῖς καλῶς λεγομένοις ἔτεσθαι καὶ τῶν κακῶς ἀπέχεσθαι), οἱ δὲ πολλοὶ κἂν ἀπιστῶσί ποτε τῶν κακῶν, νεύσωσι δὲ πρὸς τὰ καλά, οὐ δι᾿ αἰσῶ τοῦτο πράττουσιν, ἀλλὰ διὰ φόβον ἢ τιμωρίας τὰς ἀπὸ τοῦ νόμου. οἱ γὰρ πάθει συχῶντες οὐκ αἰδοῦνται· ἀναισχύντως δὲ διώκουσι τὰς ἐμπαθεῖς καὶ ζῳώδεις ἡδονάς, φεύγουσι δέ, ὡς πολλάκις εἴρηται, τὰς ἐναντίας λύπας. οἱ γὰρ φίλοινοι διώκουσι μὲν τὰς ἀπὸ τοῦ πίνειν ἡδονάς, φεύγουσι δὲ τὰς ἀπὸ τοῦ μὴ πίνειν λύπας. καὶ ἁπλῶς οἱ φαῦλοι πάντες δι᾿ ἄγνοιαν τοῦ καλοῦ καὶ τοῦ ὡς ἀληθῶς ἠδέος τὰς σωματικὰς ἀκρατῶς διώκουσιν ἡδονάς. ὅτι δὲ ὡς ἀληθῶς ἡδοναὶ αἱ κατ᾿ ἀρετὴν ἐνέργειαι, μυριάκις εἴρηται. τοὺς οὖν οὕτω, φησί, κακῶς διακειμένους καὶ τὰς ἐμπαθεῖς ἠδονάς εἴρηται. διώκοντας οὐδεὶς ἂν λόγῳ μεταρρυθμίαειε καὶ τῆς πρὸς τὰ φαῦλα ῥοπῆς ἀπάξειεν. ἀδύνατον γὰρ ἢ χαλεπὸν τοῦς ἐκ μακροῦ χρόνου φαύλοις ἔθεσι κατειλημμένους μεταστῆσαι τῆς κακίας. ὅπου γὰρ καὶ πάντων ὑπαρχόντων, οἷον ἀνατροφῆς σπουδαίας, ἀγωγῆς δεμνῆς, αἰδοῦς, πειθοῦς, οὐ πάντῃ ῥᾴδιον μετασχεῖν τῆς ἀρετῆς, ἀγαπῴημεν ἂν εἰ τῆς ἀρετῆς τύχοιμεν. καὶ τίς μηχανὴ πάντων τῶν ἐναντίων προςόντων μετασχεῖν αὐτῆς; p. 1179b20 Γίνεσθαι δ᾿ ἀγαθοὺς οἴονται οἱ μὲν φύσει, οἰ δὲ ἔθει, οἱ δὲ διδαχῇ. Τὸ μὲν οὖν μαθεῖν τὰς τῶν ἀρετῶν φύσεις καὶ κοινωνίας αὐτῶν καὶ διαφοράς, ἔτι τε κτήσασθαι τῷ ἔθει, ἐφ᾿ ἡμῖν ὄντως ἐστὶ καὶ τῆς ἡμετέρας βουλήσεως καὶ προαιρέσεως, τὸ δὲ φύσει γενέσθαι σώφρονας, δικαίους, φρονίμους οὐχ ἡμῶν ἀλλὰ δῶρον θεοῦ λ άλλιστον καὶ τιμιώτατον. τὸ μὲν οὖν τῆς φύσεως οὐχ ἡμῶν, δῶρον δὲ δεῖον, τὸ δ᾿ ἐθίζειν ἑαυτοὺς ἥδεσθαι οἷς δεῖ καὶ λυπεῖσθαι ἡμῶν. καὶ ἰσχύει τὸ τοιοῦτον ἔθος ἀγαθοὺς ποιῆσαι ἡμᾶς. ὁ δὲ λόγος καὶ ἡ διδαχὴ οὐκ ἐν ἅπασιν, ὡς εἴρηται, ἐσχύει, ἀλλ᾿ ἐν τοῖς προειργασμένοις τοῖς ἔθεσι, τουτέστι τοῖς προηυτρεπισμένοις ὑπὸ τῆς ἐπιεικοῦς ἀγωγῆς. δεῖ οὖν ἡμᾶς προευτρεπίσαι πρὸς ὑποδοχὴν τῶν λεγομένων ὥσπερ γῆν. ὡς γὰρ αὕτη προεργασθεῖσα καρποφορεῖ, μὴ προεργασθεῖσα δὲ ἀκανθοφορεῖ καὶ φθείρει τὸν καταβεβλημένον καρπόν, οὕτω καὶ ἡ ψυχὴ ἡμῶν, εἰ μὴ προθεραπευθῇ καὶ ἀπορρίψῃ τὴν ψευδοδοξίαν, ἢ οὐ προσδέξεται τὴν ἀλήθειαν, ἢ εἴπερ ἄρα καὶ συμβῇ τοῦτο, ματαίως γενήσεται. λόγῳ οὖν μοχθηρὸς οὐχ ὑπείκει, μόνῃ δὲ βίᾳ καὶ ἀνάγκῃ. καὶ ὁρᾷς ὅπως τούτων ἃ φθάσας προεῖπον αἰνίττεται, λέγω δὴ τὸ δεῖν πολιτείας ἐκδοῦναι διαλαμβανούσας, πῶς ἂν οἱ πολῖται διάγοντες ἀγαθοὶ γένοιντο. δεῖ δὴ τὸ ἦθος προϋπάρχειν πως οἰκεῖον ταῖς ἀρεταῖς, ἤτοι ἐπιτήδειον δέξασθαι τοὺς τῶν αρετῶν λόγους, καὶ δεξάμενον τηρῆσαι, ὥσπερ τις προειργασμένη γῆ καὶ καρπὸν πολὺν ἀνενεγκεῖν. ἔσται δὲ τοιοῦτον τὸ ἦθος ἐκ τῆς ὀρθῆς ἀγωγῆς. ὀρθῶς δ᾿ ἀχθῆναι χαλεπόν ἐστι τὸν μὴ ὑπὸ νόμοις ὀρθῶς ἔχουσι καὶ πολιτε τοιαύτῃ τραφέντα. τὸ γὰρ σωφρόνως ζῆν μὴ ἡττᾶσθαί τε ἡδοναῖς, αἷς μὴ δεῖ, οὐχ ἠδὺ τοῖς πολλοῖς, ἐπίλυπον δέ. ἄχθονται γὰρ ἀποτυγχάνοντες τῶν ἡδέων. διὸ δε[]ι νόμους τετάχθαι προστάττοντας τὴν ἀγωγὴν εὐθὺς ἐκ βρέφους τὴν ἐπιτήδεια ποιήσουσαν τὰ ἤθη αὐτῶν μὴ δυσχεραίνειν ἐν ταῖς τῶν φαύλων ἡδονῶν ἀποτυχίαις. εἰ δὲ τοῦτο δεῖ, ἀναγχαῖόν ἐστι πολιτείας ἐκδοῦναι καὶ νόμους. εἰπὼν δὲ ῾διὸ νόμους χρὴ τετάχθαι᾿, ἐπήγαγεν οὐκ ἔσται γὰρ λυπηρὰ συνήθη γινόμενα. ἀναγκαζομένων γὰρ ὑπὸ τῶν νόμων καὶ τῶν νομοφυλάκων πράττειν τὰ καλὰ καὶ ἀντέχειν πρὸς τὰς ἡδονάς, οὐκ ἔσται τὸ καρτερεῖν αὐτοῖς ἐπίλυπον ἤδη ἐθισθεῖσι φέρειν γενναίως. οὐδὲν γὰρ σύνηθες λυπηρόν. |p. 1180 a 1 Οὐχ ἱκανὸν δ᾿ ἴσως νέους ὄντας τροφῆς καὶ ἐπιμελείας τυχεῖν. Ὃ λέγει τοιοῦτόν ἐστιν· οὐ χρεία νόμων ἐστὶν ἐκείνων μόνον τῶν διακελευομένων περὶ παίδων ἀγωγῆς, ἀλλὰ καὶ τῶν διαγορευόντων, τίνα δεῖ πρ; 1αττειν ἀνδρωθέντας. δῆλον γὰρ ὡς ἄλλα μὲν ἐπιτηδευτὰ νέοις οὖσι καὶ ἄλλα ἀνδράσι καὶ ἕτερα παρακμάσασι. τοιούτων τε οὖν χρεία νόμων, καὶ ἔτι πῶς τὸν ἅπαντα βίον διοδευτέον. οἱ πολλοὶ γὰρ ἀνάγκῃ μᾶλλον καὶ ζημίᾳ πειθαρχοῦσιν ἢ λόγῳ. διὸ δεῖ νόμων τῶν ἀναγκαζόντων ζημίαις εὐπραγεῖν καὶ φεύγειν τὰς κακοπραγίας. καὶ διὰ τὸ τοὺς πολλούς, φησί, πειθαρχεῖν ζημιουμένους καὶ κολαζομένους, ἀρέσκει, φησί, τὸ τοὺς νομοθέτας προσγράφειν ἐν τῷ νόμῳ ‘ταῦτα μὲν παρακεέύομαι τοὺς πολίτας πράττειν τοῦ καλοῦ χάριν καὶ τοῦ γενέσθαι σπουδαίους, εἰ δὲ ἀπειθοῖεν, κολαζέσθωσαν διὰ μὲν τήνδε τὴν ἀπίθειαν τήνδε τὴν κόλασιν, διὰ τήνδε δὲ τήνδε. ὃς δ’ἄν καὶ τιμωρούμενος ἀνίατος μένῃ, φευγέτω <ἐκ> τῆς πόλεως.’ Δεῖ οὖν, φησί, τοὺς φαύλους μαστίζειν ὡς ὄνους (τούτους γὰρ εἶπεν ὑποζύγια. ὃν γὰρ μὴ παιδεύει λόγος, παιδευέτω μάστιξ) καὶ λυπεῖν τοὺς φαύλους λύπας, αἳ ἐναντιοῦνται ταῖς ἀγαπωμέναις ἠδοναῖς. Τὰ γὰρ ἐναντία τῶν ἐνατίων ἰάματα, οἶον εἴ τις χαίρει ὑβρίζων, μὴ λυπεῖν αὐτὸν ζημίᾳ ἀλλὰ τῷ κωλύειν μὴ ὑβρίζειν, ὁμοίως καὶ τὸν ταῖς μέθαις χαίροντα τῷ ἀπείρμειν οἴνου. Ρ. 1180 a 14 Eἰ δ’οὖν καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν τραμφῆναι καλῶς δεῖ. Καὶ ταῦτα περὶ τοῦ δεῖν νόμους κεῖσθαι λέγει παρακαλοῦντας τοὺςμ μέν εὐπειθεῖς πρὸς ἀρετήν, ἀναγκάζοντας δὲ τὰ σκληρὰ καὶ ἀντιβαίνοντα τῶν ἡθῶν ἀπέχεσθαι τῶν φαύλων, ἀντέχεσθαι δὲ τῶν βελτιστων. ἔστι δὲ λόγος ὤν ἀπὸ φρονήσεως καὶ νοῦ. Τὰ δ’ἄλλα ἐν μέςῳ κεῖται, συνάγοντα τὸ δεῖν κεὶσθαι νόμους περὶ τῆς τῶν παίδων ἀγωγῆς καὶ τῶν ἄλλων ἁπάντων. ἔστι δ’ὡς συλλαβοῦσιν εἰπεῖν, ὃ λέγει διὰ τῶν κειμένων λέξεων τοιοῦτον. ἐπεὶ τῆς ἀνθρωπίνης καὶ πολιτικῆς σοφίας τὸ σκοπιμώτατον τέλος ἐστὶ γενέσθαι τοὺς πολίτας ἀγαθοὺς καὶ ευδαιμόνως ζῆν, τοῦτο δὲ γίνεται ἐκ τοῦ τραφῆναι καὶ ἀναχθῆναι καλῶς καὶ μὴ πράττειν φαῦλον μηδὲν μήθ’ἑκόντα μήτ’ἄκοντα (ἄκοντες γὰρ πρὰττουσι τὰ κακὰ οἱ ἐξαπατηθέντες πρὸς τινων φαύλων <ἡλικιωτῶν καὶ> πρὸς τὰ κεὶρονα παρασθρέντες), τὸ δ’οὕτω καλῶς τρέφεσθαι γίνεται τοῖς κατὰ νοῦν τὸν βίον διανύουσι, δεόμεθα νοῦ, ὄπως ταῖς ἐκείνου ὑποθήκαις καὶ προστάγμασιν ἑπόμενοι κάλλιστα διάγοιμεν. ἔθος δὲ τῷ Ἀριστοτέλει πάντα τὸν ὑπερέχοντα ἤ κατὰ τἐχνην ἤ φρόνησιν ἤ ἐμπειρίαν ἤ πρόγνωσιν ἤ εὕρεσιν τῶν καλῶν καὶ συμφερόντων ὀνομάζειν νοῦν. Δεόμεθα οὖν πρὸς τὸ καλοὶ κἀγαθοὶ γενέσθαι νοῦ. ἀλλ’ὁ μὲν πατρικὸς νοῦς, ἤτοι ὁ πατὴρ ἐκοάστου, δύναται μὲν ὑφηγεῖσθαι τὰ καλά, εἰ μήπου φαῦλός ἐστι καὶ τῶν ἀγεληδόν ἰόντων, καὶ πείθειν τοὺς καλῶς ἀγομένους ὑμιεῖς ἐπὶ τὴν πρὰξιν ἰέναι, εἰς δὲ τὰ φαῦλα τῶν ἡθῶν ἄναλκίς ἐστι καὶ σαθρὸς καὶ οὑκ ἔχει τὸ ἀναγαῖον, ἤτοι τὸ βίαιον,ὡς ὁ νόμος. Τὸ γὰρ φυσικὸν φίλτρον ἀφαιρεῖται τὴν πρὸς τὸν υἱόν βίαν. Καὶ τί δεῖ λέγειν τόν πατερα; ὅλως γὰρ εἶς ἀνήρ ἀναγκάζειν οὐ δὐναται πόλεως ὅλης παῖδας ὅλους, εἰ μήπου βασιλεὴς βασιλεὺς ἤ τύραννός ἐστι. καὶ οὖτοι τοῦτο δύνανται ποιεῖν διὰ περιουσίαν δυνάμεως. άλλ’ ἐπεὶ οὐ πᾶσαι αἱ πόλεις βασιλεύονται ἥ τυραννοῦνται, δεῖ νόμων. πᾶς γὰρ νόμος ἕχει δύναμιν άναγκαστικήν, λόγος ὥν ἀπό τινος φρονήσεως καὶ νοῦ καὶ παράλληλα θεὶς τὴν φρόνησιν καὶ τὸν νοῦν. ἐξέμπειρίας γὰρ μακρᾶς συλλέγεται ἡ φρόνησις καὶ ὁ νοῦς ὁ περὶ τὰ πρακτά. καὶ εἶπεν ὅτε περὶ φρονήσεως ἕλεγε, ὅτι δεῖ τοὺς τῶν ἐμπείρων καὶ γηραιῶν λόγους ὡς ἀρχὰς ἀποδέχεσθαι. ἕχουσι γὰρ ἐκ τῆς πείρας ὅμμα, λέγων ὅμμα τὴν φρόνησιν, ἐξ ἦς προορᾶν δὐνανται τὸ συμφέρον. πείθονται οὖν τοῖς νόμοις οἱ ἅνθρωποι πιστεύοντες, ὡς οἱ νομοθετήσαντες ἐξ ὅμματος τὰ καλὰ καὶ συμφέροντα δυναμένου προορᾶν τοὺς νόμους τεθείκασι. p. 118a22 Καὶ τῶν μὲν ἀνθρώπων ἐχθραίνουσι τοὺς έναντιουμένους ταῖς ὁρμαῖς. Εἰπὼν ὅτι ἑνὸς ἀνθρώπου πρόσταξις τὸ βίαιον οὐκ ἕχει οὐδ’ ἀναγκάζειν δύναται, ὡς δηλονότι τῶν |πολλῶν τοῦτο ποιεῖν ἰσχυόντων, διὰ πειθοῦς ἅγειν ἐπὶ τὰς βελτίους τῶν ἐνεργειῶν. τὸ γὰρ κυρώς βιάζεσθαι τὸ λόγοις πείθειν ἐστὶν ἀλλ’ αὐ μάστιξι καὶ παντοίαις κακώσεσιν· οἱ γὰρ κολαζόμενοι καὶ ποικίλως κακούμενοι μᾶλλον ἀντιπίπτουσι καὶ ἀντιβαίνουσιν, οὐ μὴν ὑπείκουσι· τοῦτό τε καὶ ὅτι οὐδεὶς ἅκων καὶ λυπούμενος πράττων τι κατορθοῖ τὸ πρακτόν, ὥστε οὐδ’ ἀγαθὸς γένοιτ’ ἄν ποτε ὁ τὰ καλὰ βίᾳ πράττων, ἀλλ’ ὁ λόγῳ πεισθεὶς ὅτι δεῖ ἀρετὴν διώκειν καὶ τὰ κατ’ ἀρετὴν πράττειν καὶ φεύγειν τὴν κάκωσιν, οὖτος δηλαδὴ καὶ ἑκὼν πράξει τὰ καλὰ καὶ πράππων ἀγαθὸς ἕσται. ἀλλὰ διὰ τί ἐχθραἰνουσι τούς ἐναντιουμένους τιουμένους ταῖς ὁρμαῖς καὶ κωλύνοτας ἐπὲ τὰ σφίσιν ἡδέα φέρεσθαι; ἥ ὅτι κακῶς ἀναχθέντες καὶ τὰ φαῦλα διὰ τὴν μοχθηρὰν ἀνατροφὴν ἀγαθὰ νομίζοντες ὑπολαμβάνουσι φθόνω καὶ μίσιε κωλύσεθαι παρὰ τῶν ἐναντιουμένων ἀλλ’ οὐ στοργῇ τινι καὶ ἀγάτῃ. οὐδεὶς γὰρ φιλῶν κωλύει τὸν φιλούμενον καὶ ἀπάγει τῶν ἀγαθῶν. τοὺς μὲν κωλύοντας άνθρώπους καὶ ἀναχαιτίζοντας ἀπὸ τῆς πρὸς τὰ φαῦλα φορᾶς μισοῦσιν ὡς φθονοῦντας. ὁ δὲ νόμος ἀνεπανθής ἐστιν αὐτοῖς διὰ τἀνατία. οὕτε γὰρ ὅτι ὡς φθρνῶν νῶν οὕτε ὅτι ὡς μισῶν αὐτοὺς ὁ νόμος ταῦτα προστάττει ὑπονοεῖν δύνανται. πῶς γὰρ ὁ πρὸ πεντακοσίων χρόνων, εἰ τύχοι, τεθείς; διὸ καὶ φυσικῶς δύνανται συλλογίζεσθαι καὶ λέγειν ‘ἥ γὰρ φθονῶν ἥ μισῶν ἡμᾶς ὁ νομοθέτης ταῦτα γέγραφεν, ἥ τὸ συμφέρον ἡμῖν πργματευόμενος; ἀλλὰ μὴν οὐ φθονῶν. πῶς γὰρ τοὺς μήπω γεννηθέωτας μηδ’ ὅτι γεννηθήσονται γινώσκων; ὥστε τὸ συμφέρον σκοπούμενος καὶ τῶν τότε ὅντων καὶ τῶν ἐφεξῆς ἐσομένων πάντων τοὺς νόμους τούτους γέγραφε.’ διὰ ταῦτ’ οὖν άνεπαχθής ἐστιν ὁ νόμος. p. 1180a24 Ἐν μόνῃ δὴ τῇ Λακεδαιμονίων πόλει μετ’ ὀλίγων ὁ νομοθέτης ἐπιμέλειαν δοκεῖ ποιεῖσθαι. Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστιν· εἰ μὲν ἔκειντο νόμοι ἐν ταῖς πόλεσι προστάσσοντες, πῶς δεῖ τῶν νέων ἐπιμελεῖσθαι, ὅπως καλοὶ κἀγαθοὶ γένοιντο, καὶ κείμενοι ὀρθῶς εἶχον καὶ μὴ ὅλως ἢ κατά τι διημαρτημένως, οὐδὲν ἂν ἔδει πλέον ἐπιζητεῖν ἀλλ’ ἐκείνοις ἀρκεῖσθαι. ἐπεὶ δὲ τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἐν μόνῃ τῇ Λακεδαιμονίων πολιτείᾳ καί τισιν ὀλίγαις ἄλλαις πόλεσι (καὶ ἐρεῖ, τίνες αὗται, ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῶν Πολιτειῶν βιβλίῳ), ἐπεὶ οὖν ἐν μόνῃ τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ μετ’ ὀλίγων ἄλλων πόλεων ὁ νομοθέτης προστάττει, πῶς ἂν οἱ παῖδες ἐπιμεληθεῖεν, τουτέστι παιδείας τύχοιεν, ἐν δὲ ταῖς ἄλλαις ἐξημέληται, ὡς καὶ ἐν ταύτῃ τῇ τοῦ μεγάλου Κωνσταντίνου, καὶ ζῇ ἕκαστος ὡς βούλεται καὶ τὸν οἰκεῖον ἀνάγει παῖδα, ὡς θέλει, νόμων μηδένα λόγον ἔχοντες, ὡς οἱ παρ’ ‘Ομήρῳ ἐν τῇ Ὀδυσσείᾳ Κύκλωπες, θεμιστεύων, ἤτοι βασιλεύων, παίδων καὶ γυναικός (νόμος γὰρ ἐκείνοις ἦν τὸ οἰκεῖον βούλημα), ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δεῖ ἡμᾶς περὶ τούτων εἰπεῖν καὶ γράψαι πολιτείας. ἡ γὰρ τῶν Λακεδαιμονίων καὶ Κρητῶν καὶ τῶν ἄλλων, ὡς δείξει ἐν ταῖς Πολιτείαις, ἡμαρτημέναι πᾶσαί εἰσι καὶ οἱ κείμενοι ἐν ταύταις νόμοι οὐ σμικρᾶς δέονται τῆς διορθώσεως. ταῦτα εἰπὼν ἐπιφέρει κράτιστον μὲν καὶ βέλτιστόν ἐστι νόμους κεῖσθαι ὀρθῶς ἔχοντας <καὶ> κοινὴν ἐπιμέλειαν ποιεῖσθαι τῶν παίδων, ἀμεληθείσης δὲ τῆς κοινῆς ἐπιμελείας ἢ τῷ μὴ κεῖσθαι τοὺς τοῦτο πράττοντας νόμους ἢ κεῖσθαι μέν, παρορᾶσθαι δὲ ἀμελείᾳ τῶν ἀρχόντων τῆς πόλεως, προςήκει προθύμως ἕκαστον ἐπιμελεῖσθαι τῶν σφετέρων παίδων καὶ φίλων, ὅπως καλοὶ κἀγαθοὶ ἀπεργασθεῖεν. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰς ἀρετὴν συμβάλλεσθαι. συμβάλλεται δ’ εἰς ἀρετὴν καὶ συνεργεῖ ὁ τὰ καλὰ τιθεὶς ὑπ’ ὄψιν καὶ διδάσκων, ὅτι τόδε μὲν βλάπτει διὰ τόδε, τόδε δὲ ὠφέλιμόν ἐστι, κἂν μὴ δοκῇ. διὰ τόδε· καὶ πρὸς τούτοις εἰς ἀρετὴν συνεργεῖ ὁ διδοὺς ἔχων τῷ μὴ ἔχοντι ὧν χρῄζει εἰς τὴν τῆς ἀρετῆς καὶ τῆς ἠθικῆς καὶ τῆς λογικῆς κτῆσιν. δεῖ οὖν, φηςί, συνεργεῖν, εἰ δὲ μὴ δύναται, προαιρεῖσθαι δ’ οὖν καὶ βούλεσθαι βοηθήσειν καὶ συνεργήσειν, εἰ δυνήσεταί ποτε. p. 1180a32 Μάλιστα δ’ἂν τοῦτο δύνασθαι δόξειεν ἐκ τῶν εἰρημένων νομοθετικὸς γενόμενος. Νομοθετικὸν λέγει τὸν ἔχοντα νοῦν ἐκ λόγων καὶ πείρας, προβλεπτιδὴ κὸν τῶν καλῶν καὶ δικαίων καὶ συμφερόντων τῇ τε πόλει πάςῃ καὶ χωρὶς ἑκάστῳ. ὃ δὲ λέγει ἐστίν, ἐκ τῶν εἰρημένων καὶ ἐξ ὦν εἴπομεν δῆλον γέγονε τοῖς νοεῖν δυναμένοις τὰ ῥηθέντα, ὅτι ἐκεῖνος δύναται τοῖς ἰδίοις παιςὶ συμβάλλεσθαι, ὅστις ἐστὶ νομοθετικός. ἢ εἴη ἂν λέγων, ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν, ὅτι ὅς ἐστι νομοθετικὸς δύναται γινώσκειν ποδαποὺς μὲν νόμους δεῖ θέσθαι περὶ τῆς κοινῆς τῶν |παίδων ἐπιμελείας καὶ παιδεύσεως καὶ ποίους περὶ τῶν εἰς ἄνδρας φθασάντων ἐπιτηδευμάτων καὶ ποίους ἐν ἅπαντι τῷ βίῳ καὶ τίνας πρὸς τὸ συμφέρον ἰδίως ἑκάστῳ καὶ τίνας πρὸς τὸ ὠφέλιμον πάντων τῶν πολιτῶν, ἀνδρῶν καὶ γυναικῶν. ὅτι δὲ ἄλλοι μὲν ἁρμόζουσι τῇ δημοκρατουμένῃ πόλει καὶ ἕτεροι τῇ ἀριστοκρατουμένῃ καὶ ἄλλοι τῇ τιμοκρατουμένῃ καὶ ἄλλοι τῇ βασιλευομένῃ, καὶ τίνες ἕκαστοι τούτων εἰσίν, ἐρεῖ ἐν ταῖς Πολιτείαις. ὅτι δὲ καὶ ἐκ μὲν τῶν ἐπιεικῶν νόμων ἀγαθοὶ γίνονται οἱ κατ’ αὐτοὺς ζῶντες, ἐκ δὲ τῶν φαύλων φαῦλοι, καὶ τοῦτο δῆλον. τὸ δὲ διακρίνειν δύνασθαι, τίνες τῶν νόμων ἐπιεικεῖς καὶ τίνες φαῦλοι, τοῦ νομοθετικοῦ ἐστιν, ὡς καὶ ἰατροῦ τὸ χωρίζειν τὰ νοσώδη ἀπὸ τῶν ὑγιεινῶν. ταῦτα εἰπὼν λέγει δυνάμει, πρὸς μὲν τὸ ἀγαθοὺς ἢ φαύλους γενέσθαι τοὺς πολίτας μεγάλα συντελοῦσιν οἱ νόμοι· τὸ δὲ γεγράφθαι ἢ ἀγράφους ὑπάρχειν, οὐδέν τι συμβάλλεται. αἱ γὰρ πράξεις δύνανται πρὸς καλοκαφαθίαν ἢ κακίαν, ἀλλ’ οὐ τὸ γεγράφθαι ἢ μὴ γεγράφθαι τὰ ποιητέα ἢ μὴ ποιητέα. ἄγραφοι δ’ ἂν εἶεν νόμοι τὰ κοινὰ ἔθη. οὐδὲ δὴ δι’ ὦν εἶς ἢ πολλοὶ παιδευθήσονται. πρὸς μὲν τὸ σπουδαίους γενέσθαι τοὺς πολίτας μέγα τι συμβάλλεται ἡ τῶν νόμων ἐπιείκεια καὶ ὀρθότης, καὶ τοῦτο δεῖ σκοπεῖν τὸ ἀναμαρτήτους τυγχάνειν. τὸ δὲ σκοπεῖσθαι, φησί, πότερον ὁ δυνάμενος νόμος ἕνα ποιῆσαι ἀγαθὸν δύναται καὶ πολλοὺς τοιούτους ἀποτελέσαι, καὶ πότερον ὁ πολλοῖς ὠφέλιμος καὶ ἑνὶ τοιοῦτός ἐστι, τοῦτο οὐδὲν διαφέρει. ὀρθὸς γὰρ ὢν καὶ πάντῃ ἄπταιστος ταὐτὸν ποιήσει ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς τεχνίταις καὶ ἐπιστήμοσιν. ὡς γὰρ ἐκείνων ὁ δυνάμενος ἕνα διδάξαι καὶ ἀπαρτίσαι μουσικὸν ἢ ἰατρὸν δύναται καὶ πολλούς, καὶ ἔμπαλιν ὁ πολλοὺς καὶ ἕνα, οὕτω καὶ νόμος ὁ δυνάμενος ἕνα σπουδαῖον ἀποτελέσαι δύναται καὶ πολλούς, καὶ ἔμπαλιν. ὥσπερ γὰρ ἐν ταῖς πόλεσιν ἰσχύει τὰ νόμιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν οἰκίαις οἱ πατρικοὶ λόγοι. ζητητέον πῶς πρὸ ὀλίγου εἰπὼν μηδὲν ἰσχύειν τὰς πατρικὰς προστάξεις, νῦν φησιν ἐπίσης τοῖς νόμοις καὶ τοῖς ἔθεσιν ἐσχύειν. καὶ ῥητέον ὅτι περὶ τῶν πολλῶν καὶ μοχθηρῶς ζώντων εἶπεν ἐκεῖν μηδὲν ἰσχύειν, ἐνταῦθα δὲ περὶ τῶν καλῶς ἀναγομένων τοῦτο λέγει. ἢ ῥητέον ὅτι οὐκ εἶπεν ἐκεῖ μηδαμῶς ἰσχύειν, ἀλλ’ ὅτι οὐκ ἔχουσιν ἰσχυρόν, λέγων ἰσχυρὸν τὸ ἀναγκαστικὸν καὶ βίαιον. οὐδεὶς γὰρ τὸν υἱὸν διὰ τὴν φυσικὴν στοργὴν βιάζεται καὶ κολάζειν ἐπῑχειρεῖ ὡς ὁ νόμος, ἀλλὰ ποὺ ἔλαττον τὰς ἐπιτιμήσεις ἐπιφέρει. οὐδ’ αὖ τὸν πατέρα τις ὡς τὸν νόμον ὑποπτήσσει καὶ δέδοικε. ὥστε οὐκ ἰσχώει τοῦ πατρὸς ἡ πρόσταξις, ὡς νόμος ἰσχύει μέντοι. Καὶ τοῦτο μέν τοιοῦτον. Παραινοῦσι δ’ αἱ προκειμέναι συλλαραὶ μὴ τὸ πᾶν τὴς τὼν οὐκείων παίδων ἀγωγῆς ἀναρτᾶν τῇ κοινῇ τῶν παίδων ἐπιμελείᾶ, ἀλλὰ καὶ ἠμὰς αὐτοὺς τερὶ ταύτην δπουδάζειν καὶ ποιεῖν ἐπιτηδειοτάτους καὶ δεκτικοὺς καὶ τῶν κοινῶν παιδευμάτων. ὡς οὖν ἐν ταῖς πόλεσιν ἰσχύουσιν οἱ νόμοι καὶ τὰ ἔθη, οὕτω καὶ οἱ ᾶτρολπὸ λόγοι ἐν οἰκίᾳ πρὸς τὴν τῶν καλῶν ἀντίληψιν. Αἰδεῖται γὰρ ὁ υἱὸς μὴ πείθεσθαι τῷ πατρὶ καὶ ταῦτα σπουδαίῳ ὄντι καὶ τῶν καλῶν ἐργάτῃ. Διά τε οὖν τοῦτο δύνανται οἱ τοῦ πατρὸς λόγοι καὶ διὰ τὴν δυγγένειαν καὶ διὰ τὰς εὐεργεσίας. Πᾶς γάρ τὸν εὐεργέτην αἰδεῖται· οὐδεἰς γάρ εὐερυετούμενος ὑποπτεύσειεν ἄν τὸν εὐεργέτην, ὡς φθονῶν ἢ μιδῶν ἀπάγει αὐτὸν ἐκ τῶν δοκούντων αὐτῷ καλῶν, μὴ ὄντων δὲ καλῶν. πεειθόμεθα οὖν τοῖς συγγενέσι καὶ εὐεργέταις ὡς φιλοῦσιν ἡμᾶς. Δυγγενέστατιος δὲ πάντων ὁ πατήρ, ἀλλὰ καὶ εὐεργετικώτατος. Τὸ γὰρ τὼν ἀγαθᾶων μέγιστον τὸ εἶναι παρὰ τῶν πατέρων ἡμῖν. p. 1180b7 Ἔτι δὲ καὶ διαφέρουσιν αἱ καθ’ ἕλαστπμ παιδεῖαι τῶν κοινῶν. Καὶ διὰ τούτων τοὺς πατέρας προτρέπει μὴ ἀρκεὶσθαι παῖς κοιναῖς ἐπιμελείαις ἀλλὰ καὶ αὐτοὺς συνεισφέρειν τὸ οὐκεῖον. Καὶ εἴη ἄν τῶν λεγομένων ἡ δύναμις· δεῖ τοὺς πατέρας τὸ τοῦ νόμου ἔλλειμα ἀναπληροῦν· ὁ μὲν γὰρ νόμος τῶν καθόλου, αἱ δὲ πράξεις τῶν καθ’ ἕπεται πολὺ τὸ ἄριστον ἐχόντων. ὡς γὰρ ἐπὶ τῆς ἰατρικῆς οὐκ ἀεὶ ἕπεται τοῖς καθόλου, ἀλλ’ ἔστιν ἐφ’ ὦν παρορᾷ καὶ ἄλλα μὲν λέγει ὁ καθόλου λόγος, ἄλλα δ’ ὁ ἰατρὸς ποιεῖ διά τινα περίπτωσιν, οὕτως οὐδὲ τὸ τοῦ νόμου δεῖ πρόσταγμα δι’ ὅλου γίνεσθαι. ὁ μἐν γὰν γὰρ νόμος λέγει, ‘ξένος εἰ ἀνέλθοι ἐπὶ τεῖκος, πολεμίων κύκλῳ τῆν πόλιν τηρούντων, θανάτῳ τελευτάτν.’ ἀλλ’ οὐδεὶς εὖ φρονῶν ἀνελεῖ τὸν ἀνελθόντα ξένον καὶ ἀριστείσαντα. Πάλιν ὁνόμος φησί, δεῖν τὸν κλέψαντα τιμωρεῖν, άλλ’ οὐ τὸν τοῦτο ποιήσαντα διὰ μεγάλην ἀνάγκην καὶ ἐσχάτην ἀπορίαν καὶ μήτε δυνάμενον δουλεύειν μήτε πρός τινων ἐλεούμενον, οὐδεὶς ἄν κολάσειεν, εἰ μὴ μαίωεται. ἀλλὰ καὶ ὁ λόγος τῆς ἰατρικὴς καθόλου φηςὶ τῷ ἐπὶ σήψει πυρέττοντι ἡσυκίαν καὶ ἀστίαν συμγέρειν, ἀλλ’ ὅμως εὑρίσκεταί τις, ᾦ τὸ ἀσιτείν οὐ συμφέρει. Τί οὖν μαυ,αστὸν καὶ τὸν νόμον λέγειν, δεῖν πάντα παῖδα οὑτωςὶ ἀνάγειν καὶ παιδεύειν, εὑρεθῆναι δέτινας μὴ φέροντας τὴν τοιαύτην ἀγωγὴν ἤ τὰς τοιαύτας στρατιωτικάς στρατιωτικὰς συνασκήσεις, οἶαι αἱ τῶν Λακεδαιμονίων ἱστόρηνται, γυμνοῦς μαχαίραις κατακεντοῦντες ἀλλήλους; τούτους οὖν τίς ἄν ἐπιχειρήσειεν ούτωςὶ τὰ πολεμικὰ ἐκπαιδεύειν; Οὐδεὶς οἶμαι. ἀλλὰ τὸν κοινόν νόμον καὶ τὴν κοινήν ἐπι|μέλειαν ἀφείς, ἐπὶ τὴν δύμμετρον καὶ κατάλληλον αὐτῶν τῇ φήσει βαδιεῖται. Προὸς ταύτην δὲ ἀφί- ξεεται ὁ τὴν φύσιν αὐτοῦ ἐπιστάμενος. ἐπίσταται δὲ ὁ πατὴρ σπουδαῖος ὤν, τίνων μὲν ἀντέχεσθαι δὐναται καὶ πρὸς ποῖα τῶν μαθημάτων εὐφυῶς ἔχει, πρὸς ποῖα δὲ ἀνεπιτήδειός ἐστι καὶ πόσον ἀνεπιτήδειος, οἷον εἰ τριάκοντα ‘Οομηρικοὺς ἀποστοματίξειν δύναται καὶ μηδὲν πλέον, μὴ ἀναγκάζειν αὐτὸν ἐπέκεινα τῶν τριάκοντα ἀποδιδόναι, εἰ δὲ πεντήκοντα, μὴ πλέον τούτων. διαφέρουσιν οὖν αἱ καθ’ ἕκαστα παιδεῖαι τῶν κοινῶν. καὶ δεῖ μὴ μόνον τὸ καθόλου γινώσκειν, ὅτι συμφέρει παντὶ παιδὶ τόδε τι καὶ πάντα παῖδα διδακτέον τόδε τι, ἀλλὰ καὶ τὸ πρέπον ἑκάστου φύσει καὶ πρὸς τί ἐπιτήδειοί εἰσι, καὶ πρὸς ἐκεὶνο ἄγειν τὸν μὴ δυνάμενον κατὰ τὴν καθόλου τοῦ νόμου προστάξιν ἐκπαιδεύεσθαι. τοῦτο δὲ τίς ἂν τοῦ παρτὸς μᾶλλον δυνήσεται ποιεῖν ; ὅτι δὲ οὐ πάντα ὑπὸ τὸ καθόλου τάττειν δεῖ, δηλοῦσιν οἱ πυκτικοί. οὐδὲ γὰρ ὁ πυκτικὸς πᾶσι τοῖς πυκτεύουσι τὴν αὐτὴν περιτίθησι μάχην, ἀλλὰ τῷ μὲν μείζονα καὶ χαλεπωτέραν καὶ ἐν πλείονι χρόνῳ, τῷ δὲ ἐλάττονα καὶ ἐν ἐλάττονι χρόνῳ. p. 1180b11 Ἐξακριβοῦσθαι δὲ δόξειεν ἂν μάλιστα τὸ καθ’ ἕκαστον ἰδίας τῆς ἐπιμελείας γινομένης. Τὸ καθ’ ἕκαστον ἀντὶ τοῦ εἶς ἕκαστος εἴρηται. λέγει δὲ ὅτι ἀκριβέστερος ἂν γένοιτο, φέρε εἰπεῖν, πύκτης ὁ τυγχάνων ἰδίας ἐπιμελείας, ἤτοι ὁ τὰς συμμέτρους αὐτῷ μάχας καὶ τῇ οἰκείᾳ φύσει πρεπούσας μαχόμενος. καὶ γὰρ καὶ γυμναστὴς μᾶλλον ἂν ὑγιῆ φυλάξειεν ὃν συμμέτρως γυμνάζει τοῦ πολὺ πλέον ἢ ἔλαττον τὰ γυμνάσια προστάττοντος, καὶ γραμματικὸν μᾶλλον ἂν ἀκριβῆ ποιήσειεν ὁ προστάττων ἀποστοματίζειν ἃ δύναται τοῦ πλείονα κατὰ πολὺ ἢ ἥττονα προστάττοντος· καὶ αἀγαθὸν δὴ καὶ σπουδαῖον μᾶλλον ἂν ἀποτελέσειεν ὁ τὰς συμμέτρους κατ’ ἀρετὴν ἐνεργείας ἑκάστῳ ἐνεργεῖν ἐπιτάττων. ὁ δ’ ἀπλῶς πᾶσι τὰς αὐτὰς μάχας περιτιθεὶς ἢ τὰ αὐτὰ γυμνάσια γυμνάζων ἢ ἀπαγγέλλειν ἀναγκάζων οὐκ ἄν ποτε πάντας ἢ τοὺς πυκτεύοντας ἢ τοὺς γυμναζομένους ἢ μανθάνοντας ἀκριβεῖς περὶ τὴν πυκτικὴν ἢ τὴν γραμματικὶν ἀποτελέσειε. καὶ οὐ τοῦτο λέγει Ἀριστοτέλης, οἶον ἔστω ἐπὶ τῶν γραμματικῶν ὅτι καὶ οἱκ εὐφυεῖς καὶ οἱ ἀφυεῖς τὰ σὐμμετρα ταῖς οἰκείαις φύσεσι μανθάνοντες ἐπίσης ἀκριβεῖς γεωήσονται γραμματικοὶ καὶ ἐν ἴσῳ χρόνῳ. δῆλον γὰρ ὅτι οἱ εὐφυέστεροι καὶ θᾶττον ἂν φθάσωσιν εἰς τὴν ἀκρίβειαν καὶ ἀκριβέστεροι γενήσονται. ἀλλ’ ὅ λέγει τοιοῦτόν ἐστιν· ὁ ἀφυὴς δεὀντως ἐπιμελόμενος ἐλθοι ἂν εἰς τὴν ἀκρίβειαν καὶ τὴν τελειότητα ὅσης ἐστὶν ἡ φύσις αὐτοῦ χωρητική, εἰ δὲ μὴ τύχοι τῆς προσηκούσης ἐπιμελείας, οὐκ ἂν τύχῃ τῆς τοιύτης ἀκριβείας ἢ τελετότητος. δεῖ ἄρα τὴν ἑκάστου φύσιν γινώσκειν καὶ ἐπάγειν τὸ οἰκεῖον αὐτῇ. p. 1180b13 Ἀλλ᾿ ἐπιμεληθείη μὲν τοῦ καθ᾿ ἕνα ἄριστα καὶ ἰατρὸς καὶ γυμναστής. Διττὴ φέρεται ἡ γραφή, ἡ μὲν ἔχουσα τοῦ καθ᾿ ἕνα, ἡ δὲ τοῦ καθ᾿ ὅλου. εἰπὼν δὲ ὅτι ἐξακριβοῖ μὲν ὁ τὸ καθόλου εἰδώς, λέγει ὅτι μάλιστα ἂν ἐπιμεληθείη ἂν ἑνὸς ἑκάστου ὁ τὸ καθόλου εἰδώς. ἀπὸ γὰρ τοῦ καθόλου δύναται μάλιστα γνωρίζειν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ καθ᾿ ἕκαστον. ὁ γὰρ εἰδὼς τί συμφέρει πάσῃ θερμῇ καὶ ξηρᾷ φύσει, οἶδε καὶ τί ταύτῃ τῇ μερικῇ, καὶ ὁ εἰδὼς τί πάσῃ παιδικῇ ἡλικίᾳ συμφέρει ἐπιτήδευμα ὡς ἐπὶ τὸ πολὺ οἶδε καὶ τί ἑκάστῳ παιδί. καὶ ὃ μὲν λέγοι ἂν διὰ τῆς ἐχούσης γραφῆς ἀλλ᾿ ἐπιμεληθείη ἂν τοῦ καθ᾿ ἕνα, τοῦτό ἐστιν. ἡ δὲ λέξις ἡ τὸ καθόλου εἰδὼς τὶ πᾶσιν ἐλλιπής ἐστι· λείπει γὰρ τὸ συμφέρει, καὶ δεῖ προσυπακούσαντας αὐτοῦ ποιῆσαι τὸ ὅλον τοιοῦτον ῾ὁ τὸ καθόλου εἰδὼς τί πᾶσι συμφέρει. ᾿ὅτι δὲ αἱ ἐπιστῆμαι τὰ κοινὰ διδάσκουσιν, ἴσμεν ἅπαντες οἱ ταύτας μετιόντες. ἡ γὰρ ἰατρικὴ οὐ διδάσκει τί συμφέρει Σωκράτει, ἀλλὰ τί πάσῃ κράσει ὁποία ἡ Σωκράτους, οἷον πάσῃ θερμῇ καὶ ξηρᾷ, καὶ τί παντὶ γέροντι, ἀλλ᾿ οὐ τί Παρμενίδῃ. ὁ μὲν οὖν τὸ καθόλου εἰδὼς ἐπιμεληθείη ἂν καὶ τοῦ καθ᾿ ἕνα. ἀλλὰ καὶ ἕνα τινὰ τοῦ καθόλου ἀγνοοῦντα οὐδὲν κωλύει ἐπιμεληθῆναί τινος ἑνὸς ἐκ πείρας εἰδώς, τίνα τε τὰ ὠφελοῦντα αὐτὸν καὶ τίνα τὰ βλάπτοντα. καὶ εἰσί τινες μᾶλλον ὠφελοῦντες αὑτοὺς τῶν ἰατρῶν ἐκ πείρας γινώσκοντες τὰ σώζοντα αὑτούς, ὥστε καὶ ὁ πατὴρ ὁ γινώσκων ἐκ πείρας τὸν υἱὸν ποῖν τῶν γυμνασίων ὠφελοῦσι, μᾶλλον ἂν γυμνασειε τοῦ γυμναστοῦ. διοίσει δὲ ὁ τοιοῦτος τοῦ τὸ καθόλου εἰδότος, ὅτι ὁ τὸ καθόλου εἰδὼς πολλοὺς ἂν ἰάσαιτο καὶ πολλοὺς ἂν ἀμέμπτως γυμνάσειεν, οὗτος δὲ έκεῖνον μόνον ἃν ἐκ πείρας οἶδεν, ὅτι πρὸς τῶν τοιούτων ὠφελεῖται, βλάπτεται δὲ παρὰ τῶν τοιούτων. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῆς τῶν παίδων ἀγωγῆς ὁ τὸ καθόλου, ἤτοι τὸν νόμον, εἰδὼς ἐπιμεληθείη ἂν πολλῶν, ὁ δὲ λοιπὸς ἑνὸς ὃν οἶδε τίσι τε πειθήνιός ἐστι καὶ πρὸς τίνα ἀνεπαχθῶς ἄγεται καὶ τίσιν |ἀπειθεῖ καὶ ἀπεχθῶς διάκειται καὶ διὰ τίνων λόγων καὶ πράξεων ἐπ᾿ αὐτὰ πέφυκε φέρεσθαι. πρὸς μὲν οὖν τὴν ἔχουσαν γραφὴν τοῦ καθ᾿ ἕνα ταῦτα, πρὸς δὲ τὴν τοῦ καθόλου λέγοι ἄν ῾ὁ εἰδὼς τὸ καθόλου περὶ παίδων ἢ ἀκμαζόντων ἢ καὶ πάντων τῶν πολιτῶν νόμον ἐπιμεληθείη ἂν καθόλου πάντων. ᾿ὥστε δεῖ τὸν βουλόμενον θεωρητὴν ἤτοι τεχνικὸν γενέσθαι ἐπὸ τὸ καθόλου βαδίζειν, ἤτοι τοὺς τὸ καθόλου διδάσκοντας λόγους, οἷον ὅτι παντὶ πυρέττοντι ἐπὶ σήψει τόδε τι συμφέρει. ἐπὶ τούτους τε οὖν τοὺς καθόλου λόγους βαδιστέον καὶ ἐπὶ τοὺς νόμους τῷ βουλομένῳ ἐπιμέλειαν ποιεῖσθαι τῆς ὅλης πόλεως. τὸ δὲ καὶ γνωριστέον ὡς ἐνδέχεται λέγοι ἄν ὅτι δεῖ οὕτως αὐτὰ γινώ σκειν, ὡς οὐκ ἀεὶ κατὰ τὰ ὑπ’ αὐτῶν λεγόμενα χρὴ πράττειν, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ὅτι μηδὲ τὰ ὑποκείμενα ἀεὶ ὡσαύτως ἔχουσι. p. 1180b23 Τάχα δ’ ἄν καὶ τῷ βουλομένῳ βελτίους δι’ ἐπιμελείας ποιεῖν εἴτε πολλοὺς εἴτε ὁλίγους. Ὥσπερ γὰρ ὁ γραμματικὸς τὴν τέχνην καὶ ὁ πύκτης καὶ ὁ ἰκτρὸς δύναται πολλοὺς καὶ ὀλίγους, ὁ μὲν γραμματικοὺς ἀποτελεῖν, ὁ δὲ πύκτας, ὁ δὲ ὑγιεῖς, οὕτω καὶ ἀγαθοὺς πολίτας καὶ πολλοὺς καὶ ὀλίγους ποιεῖν ἰσχύει ὁ τὸ καθόλου, ἤτοι τοὺς νόμους, εἰδὼν τοὺς ὀρθῶς κειμένους, ὥστε τῷ βουλομένῳ ἀγαθοὺς πολίτας ἀποτελεῖν πειρατέον νομοθετικῷ γενέσθαι. λέγει δὲ νομοθετικὸν τὸν δυνάμενον τιθέναι νόμους ὀρθοὺς καὶ ἀπταίστους. ὅτι δὲ ὁ τοῦτο ποιεῖν δυνάμενος δύναται καὶ τῶν κειμένων νόμων διακρίνειν τοὺς ἀρίστους καὶ μὴ τοιούτους, οὐκ ἄδηλον. οὐ γάρ ἐστι τοῦ τυχόντος διαθεῖναι, ἤτοι κρῖναι, εἰ καλῶς ἤ μὴ καλῶς οὗτος ὁ νόμος ἔχει, ἀλλὰ τοῦ εἰδότος. λέγει δὲ εἰδότα τὸν πολιτικὸν σοφὸν καὶ τὴν ἀνθρωπίνην σοφίαν σοφόν. τοιοῦτος δ΄ ἐστίν, ὡς ἐν ταῖς Πολιτείαις ἐρεῖ, ὁ εἰδὼς πόσα εἴδη πολιτειῶν, καὶ τί τὸ διημαρτημένον καὶ τίς ἡ ἀρίστη πολιτεία καὶ τίνα τὰ σώζοντα ἑκάστην καὶ τίνα τὰ φθείροντα, καὶ ποία φθειρομένη εἰς ποίαν μεταβάλλει, οἷον ἡ τῆς δημοκρατίας φθορὰ πότερον εἰς τιμοκρατίαν μεταβαίνει ἤ εἰς ἀριστοκρατίαν. οὗτος οὖν ἐστιν ὁ πολιτικός· ὁ δ’ αὐτὸς καὶ νομοθετικός. μέρος γὰρ ἡ νομοθετικὴ τῆς πολιτικῆς. τὸ δὲ ὥσπερ ἐπὶ ἱππικῆς τοιοῦτόν ἐστιν· ὥσπερ ὁ ἕχων τὴν ἱππικὴν τέχνην δύναται καλοὺς κἀγαθοὺς τοὺς ἵππους ἀποτελεῖν, οὕτω καὶ ἀγαθοὺς ποιεῖν δύναται ὁ ναμοθετικός. p. 1180b28 Ἆρ’ οὖν μετὰ τοῦτο ἐπισκεπτέον πόθεν ἤ πῶς νομοθετικὸς γένοιτ’ ἄν. Τὸ ἆρ’ οὖν ἀποφαντικόν ἐστι. λέγει δέ, ὅτι ἐπεὶ τοῦ νομοθετικοῦ ἐστι τὸ καλοὺς κἀγαθοὺς ἀποτελεῖν πολίτας, δεῖ ἰδεῖν τίσι διδασκάλοις χρηστέον εἰς τὸ νομοθετικοὺς γενέσθαι, καὶ πῶς, ἤτοι ἐκ ποίων ἐπιτηδευμάτων γενοίμεθα ἄν νομοθετικοί. καὶ τοῦτο ἐπήγαγεν εἰπών, ὅτι καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτως ἕξει καὶ τῆς νομοθετικῆς. ὡς γὰρ γραμματικοὶ καὶ ἰατροὶ καὶ μουσικοὶ γινόμεθα παρὰ τῶν εἰδότων, οὕτω καὶ νομοθετικοὶ ἐσοίμεθα ἂν παρὰ τῶν πολιτικῶν. ἢ οὐχ ὅμοιον φαίνεται ἐπὶ τῆς πολιτικῆς καὶ τῶν λοιπῶν ἐπιστημῶν καὶ δυνάμεων; δυνάμεις ἐκάλουν οἱ παλαιοὶ τὰς ἐπιχειρούσας τέχνας εἰς τἀναντία, οἷον ῥητορικὴν διαλεκτικήν, ἐπιστήμας δὲ τὰς μὴ τοιαύτας, οἷον ἀριθμητικὴν γεωμετρίαν φυσικήν. ὃ δὲ λέγει, οὐκ ἀρεσκόμενος λέγει. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν ταῖς Πολιτείαις τοῦ πολιτικοῦ εἶναι τὸ νομοθετεῖν. ἀλλ’ ὃ λέγει ἐπισκώπτων τοὺς διδάσκειν τὰ πολιτικά, παντάπασι δ’ ἀγνοοῦντας τίς ἐστιν ἡ πολιτικὴ τέχυη. καὶ εἴη ἂν δυνάμει λέγων ‘κατὰ μὲν αὐτὴν τὴν ἀλήθειαν καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ ἀκολουθίαν τὸ νομοθετεῖν οὐδενός ἐστι πλὴν τοῦ πολιτικοῦ, κατὰ δὲ τοὺς σοφιστὰς τοὺς ἑαυτοὺς ἀνακηρύττοντας πολιτικούς, μὴ ὄντας δέ, ἀλλὰ δημεραστὰς καὶ δημοκόλακας, οὐκ ἔστι τοῦ πολιτικοῦ τὸ νομοθετικοὺς ἀποτελεῖν.’ οἱ γὰρ μὴ ὄντες πολιτικοὶ οὐδὲ νομοθετικοί, οἱ δὲ μὴ ὄντες νομοθετικοὶ οὐδὲ νομοθετικοὺς ἀποτελεῖν δύνανται, ὥστε οἱ σοφισταὶ πολιτικοὶ μὴ ὄντες νομοθετικοὺς οὐκ ἂν ποιήσειάν ποτε. ὅτι δὲ οὐ πολιτικόν ἐστι τὸ σοφιστικὸν φῦλον, προβιβάζει καὶ συνίστησιν ἀπὸ τῶν ἐπιστημῶν καὶ κυνάμεων, λέγων ‘ὁ ἐν αὐταῖς εἰδὼς ἅμα τε διδάσκει ἣν οἶδε τέχνην καὶ ἐνεργεῖ κατ’ αὐτήν, οἷον ὁ ζῳγράφος οὐ διδάσκει μόνον ἀλλὰ καὶ ζῷα γράφει καὶ ὁ ῥήτωρ διδάσκει τε καὶ λόγους ῥητορικοὺς ἐκφέρει καὶ ὁ ἰατρὸς ἰατρούς τε ἀποτελεῖ καὶ ὑγιάζει, καὶ πᾶς ἁπλῶς ὁ εἰδώς τι διδάσκει τε ὃ οἶδε καὶ ἐνεργεῖ κατὰ τὴν τέχνην. τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφισταί, |πράττουσι δ’ οὐδαμῶς, ὥστε ἀγνοοῦσιν. εἰ γὰρ ᾔδεσαν, καὶ ἔπραττον. πράττουσι δὲ οἱ πολιτευόμενοι νῦν, οἷον Δημοσθένης, Αἰσχίνης, ἀλλ’ οὐδ’ οὗτοι εἰδότες, τίς ἐστιν ἡ πολιτική, ἀλλὰ δυνάμει τινί, ἤτοι ἐμπειρίᾳ καὶ ἀλόγῳ τριβῇ, καὶ οὐ διανοίᾳ καὶ τέχνῃ πολιτικῇ. p. 1181 a 3 Οὔτε γὰρ γράφοντες οὔτε λέγοντες περὶ τῶν τοιούτων. Εἰπὼν ὅτι οἱ νῦν πολιτευόμενοι πράττουσι τὰ πολιτικὰ οὐκ ἐκ τοῦ ἔχειν τὴν πολιτικὴν ἐπιστήμην ἀλλ’ ἐξ ἐμπειρίας, πίστιν τούτου κομίζει τὸ μήτε λέγειν μήτε γράφειν τι περὶ αὐτῶν, ἤτοι τῶν πολιτικῶν ἔργων. εἰ γὰρ πολιτικά ἐστι τὰ ὄντως καλὰ καὶ ὄντως δίκαια καὶ ὄντως συμφέροντα, ταῦτα δ’ ἐστὶ τὰ κατ’ ἀρετὴν καὶ ἐξ ἀρετῶν πραττόμενα, οὗτοι δὲ οἱ νῦν πολιτευόμενοι ἀγνοοῦσι τὴν φύσιν τῶν ὡς ἀληθῶς καλῶν καῖ δικαίων καὶ συμφερόντων, ὡς καὶ ὁ Πλάτων ἐν τῷ Γοργίᾳ ἔδειξε, πῶς δύνανται περὶ αὐτῶν λέγειν ἢ γράφειν; καίτοι, φησί, κάλλιον ἦν αὐτὰ γινώσκειν ἢ λόγους γράφειν δικανικοὺς καὶ δημηγορικούς, ἤτοι συμβουλευτικούς, δείξας οὖν διὰ τούτων ἀγνοοῦντας τὰ πολιτικά, δείκνυσι τὴν ἄγνοιαν αὐτῶν καὶ ἐκ τοῦ μηδένα υἱὸν ἢ φίλον διδάξαι αὐτοὺς τὴν πολιτικὴν τέχνην. σημεῖον γὰρ ἐναργέστατον τοῦ μὴ εἰδέναι τὴν πολιτικὴν τέχνην. σημεῖον γὰρ ἐναργέστατον τοῦ μὴ εἰδέναι τὴν πολιτικὴν ἐπιστήμην τὸ μηδένα διδάξαι καὶ πολιτικὸν ποιῆσαι ἢ υἱὸν ἢ φίλον. οὐδὲν γὰρ ἄλλο μεῖζον ἂν ἀγαθὸν καταλελοίπασι ταῖς πόλεσι τῶν υἱῶν ἢ τῶν φίλων πολιτικῶν γεγονότων. εἰ οὖν ᾔδεσαν τὰ πολιτικά, ἐδίδαξαν ἂν τοὺς υἱεῖς καὶ φίλους· οὐ διδάσκουσι δέ· ἀγνοοῦσιν ἄρα. p. 1181a9 Οὐ μὴν μικρόν γε ἔοικεν ἡ ἐμπειρία συμβάλλεσθαι. Τὸ μὲν κυριώτατον τοῦ κυβερνᾶσθαι καλῶς τάντα τὰ τῆς πόλεως παρὰ τῶν προϊσταμένων τὸ ἔχειν ἐστὶ τὴν πολιτικὴν ἐπιστήμην. ὅμως ἡ ἐμπειρία μεγάλα συμβάλλεται, ὡς καὶ ἰατρικῆς καὶ τῶν ἄλλων, ὧν τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή, ἀλλὰ τὸ ἔργον αὐτῶν ἀποτελεῖται διὰ λόγον καὶ πράχεως. εἰπὼν δὲ μεγάλα συμβάλλεσθαι τὴν ἐμπειρίαν, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἐγίνοντο ἄν διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ μὴ συνεβάλλετο πρὸς τὰς πολιτικὰς πράξεις ἡ ἐμπειρία, οὐκ ἔν ἐγίνοντο διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικοί. οἱ γὰρ τὸν λόγον καὶ τὴν πεῖρον ἔχοντες τῶν πολιτικῶν μάλλόν εἰσι πολιτικοὶ τῶν μόνον τὸν λόγον ἐχόντων. ἀλλὰ καὶ οἱ πλείω χρόνον διατρίψαντες ἀλόγως ἐν τοῖς πολιτικοῖς καὶ πλείω πεῖραν σχόντες τῶν πραγμάτων πολιτικώτεροί εἰσι τῶν ἄλλων τῶν ἥττονα χρόνον πολιτευσαμένων καὶ ἥττονα πεῖραν συλλεξαμένων. ὥστε δεῖ καὶ ἐμπειρίας τῷ ἐφιεμένῳ πολιτικῷ πολιτικῷ γενέσθαι. οὐδαμῶς ἄρα πολιτικόν ἐστι τὸ τῶν σοφιστῶν γένος μήτε ἔμπειρον ὂν τὰ π[ολιτικὰ μήτε εἰδός, τίς ἐστιν ἡ πολιτικὴ ἐπιστήμη. τῶν δὲ δοφιστῶν οἱ ἐπαγγελλόμενοι λίαν φαίνονται πόρρω εἶναι τοῦ διδάξαι. οἱ μὲν οὖν πολιτευόμενοι δύνανται μετρίως στερούμενοι πόρρω λίαν εἰσὶ τοῦ διδάσκειν, οἷος ὁ Πρόδικος, ὁ Ἱππάς, ὁ Γοργίας καὶ οἱ λοιποὶ πάντες οἱ τῆς νεολαίας λυμαντῆρες. ὅτι δὲ ἀγνοοῦσιν οἱ σοφισταί, τίς ἐστιν ἡ πολιτική, δῆλον ἐκ τοῦ λέγειν ὅτι ἡ πολιτικὴ καὶ ἡ ῥητορικὴ ταύτόν ἐστιν ἢ ἡ ἀρικθμητικὴ καὶ ἡ μαθηματική. οὔτε οὖν, εἰ ἐγίνωσκον τίς εστιν ἡ πολιτική, τὴν αὐτὴν τῇ ῥητορικῇ ἔλεγον αὐτήν, οὔτε πλημμελῶς ἀπεφαίνοντο ῥᾳδίαν εἶναι τἠν νομοθεςίαν. τίνα γάρ, φασί, δυσχέρειαν ἕχει τὸ νόμους τιθέναι; εἶναι τὴν νομοθεσίαν. ὁ ἐκείνων φησὶ λόγος, συναγαγεῖν τοὺς εὐδοκιμοῦντας τῶν νόμων καὶ ἐξ αὐτῶν ἐκλέξασθαὶ λόγος, συναγαγεῖν τοὺς εὐδοιμοῦντας τῶν νόμων καὶ ἐξ αὐτῶν ἐκλέξασθαι ξασθαι τοὺς ἀρίστους. ἀλλ᾿ ,ὦ σοφιστά, τὸ ἐκλέξασθαι τίς ἐστιν ὁ ἅριστος καί τίς ὁ ἐφεξῆς καί τίς ὁ ἐχόμενος πολλῆς δεῖται συνέσεως καὶ τῆς ὄν- τως πολιτικῆς ἐπιστήμης, ὥσπερ καὶ μουσικῆς διακρῖναι τὰ σύντονα τῶν μελῶν τῶν μὴ τοιούτων· καὶ οὐ μόνον ἐπὶ μουσικῆς ἀλλὰ καὶ καθόλου ἐν ἄπασιν οἱ ἔμπειροι· λέγει λέγει δὲ νῦν ἐμπείρους καταχρώμενος τοὺς περὶ ἕκαστα ἐπιστήμονας καὶ τεχνίτας. ἐν ἅπασιν οὖν οἱ ἔμπειροι κρίνουσιν ὀρθῶς τὰ ἔργα, καὶ δι’ ὧν ὴ πῶς ἐπιτελεῖται. ὁ γὰρ ὢν ἰατρὸς οἶδε τί ἐστιν ὑγεία καὶ δι’ ὧν φαρμάκων καὶ δι’ οἵας διαίτης ἐπιγίνεται καὶ τὸν τρόπον τῆς |χρήσεως, ἀλλ’ οὐχ ὁ τυχών. ὁμοίως καὶ ὁ γραφικὸς γινώσκει τίς ἐστιν ἀρίστη εἰκὼν καὶ τίς ἡμάρτηται καὶ κατὰ ποῖον μέρος, τοῖς δ’ ἀπείροις καὶ ἀτέχνοις ποιῆσαι μὲν ἢ πρᾶξαι τὸ ἔργον ἀδύνατον, ἀγαπητὸν δ’ αὐτοῖς ἐστι γνῶναι, εἰ καλῶς ἢ μὴ καλῶς εἴργασται. οὕτω καὶ οἱ μὴ ὄντες πολιτικοὶ θέσθαι νόμους οὐκ ἂν δυνηθεῖεν, ἴσως δὲ δρῖναι, ὅτι ὅδε καλῶς ἔχει, συμβήσεται αὐτοῖς. p. 1181a23 Οἱ δὲ νόμοι τοῖς πολιτικοῖς ἔργοις ἐλίκασι. Ὁ νόμος οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ νομοθετήσας αὐτόν, ὥσπερ πάλιν νομοθέτης ᾗ νομοθέτης ὁ νόμος. διὸ νόμον τὸν νομοθέτην εἶπε νῦν· καὶ τοῦτο ἐδήλωσεν εὐθὺς εἰπὼν πῶς οὖν ἐκ τούτων νομοθετικὸς τένοιτ’ ἄν; ὁμοίως καὶ ἔργα αὐτοὶ οἱ ἐργαζόμενοι. ἡ γὰρ εἰὼν κὐτός ἐστιν ὁ ξῳγράφος, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ᾗ ζῳγράφος. ὁμοίως καὶ τὰ πολιτικὰ ἔργα αὐτός εἰσιν ὁ πολιτικὸς ᾗ πολιτικός. ἐπεὶ οὖν οἱ νόμοι τοῖς πολιτκοῖς ἐοίκασι πράγμασιν, αὐτὰ δὲ καλῶς ἐργάζεται τῇ πολιτικῇ ἐπιστήμῃ καὶ τῇ πείρᾳ καὶ πολιτικός ἐστιν ἀληθῶς ὁ ἀμφοτέροις τῇ πολιτικῇ ἐπιστήμῃ καὶ πείρᾳ κεκοσμημένος, ὥστε καὶ νομοθετικός εἴη ἂν οὐχ ὁ συναγαγὼν τοὺς ἀρίστους νόμους, κᾔν δοθῇ τοῦτο, λέγω δὴ τὸ δυνηθῆναι δίχα συνέσεως ἀθροῖσαι τοὺς τοιούτους, ἀλλ’ ἔσται νομοθετικὸς ἀληθὴς ὁ πεῖραν ἅμα καὶ τέχνην ἔχων τῆς πολιτικῆς. ὡς καὶ ἐπὶ τῆς ἰατρικῆς, φηςίν, ὁρῶμεν. οὐ γὰρ ὁ συναγαγὼν τὰ ἐατρικὰ βιβλία καὶ ἀνεγνωκὼς αὐτὰ δύναται τὰ ἰκτρικὰ πράττειν· καίτοι λέγουσιν, ὅτι ὅδε μὲν νοσεῖ, πᾶς ὁ νοσῶν ἢ ὁμοιομερὲς νόσημα νοσεῖ ἢ ὀργανικόν, ἀλλὰ τόδε μὲν οἷον ὀργανικὸν οὐ νοσεῖ διὰ τάδε καὶ τάδε, ὁμοιομερὲς ἄρα, καὶ τοῦτο ἢ τόδε ἢ τόδε ἢ τόδε, ἀλλὰ μὴν οὐ τόδε οὐδὲ τόδε ὅδε νοσεῖ διὰ τάδε καὶ τάδε· τόδε ἄρα· ἀλλὰ μὴν τόδε θεραπεύεται, εἰ τύχοι, καὶ διὰ κενώσεως τῆς ἀπὸ φλεβῶν καὶ διὰ καθάρσεως καὶ ἱδρώτων· καὶ ταῦτα διελθόντες καὶ τὸν τρόπον τῆς θεραπείας εἰπόντες ἀγνοοῦσι τὸ ποιητέον, εἴτε φλέβα δεῖ τεμεῖν ἢ ἱδρῶτα κινῆσαι ἢ γαστέρα λαπάξαι. ὁ δὲ ἅμα τῷ λόγῳ καὶ τὴν πεῖραν ἔχων εὐθὺς πράττει, εἰδὼς τί δεῖ πρᾶξαι νῦν καῖ τί μή. καὶ ἔστιν ἡ εἰρημένη τῶν νοσημάτων διαίρεσις καὶ τῶν ἰαμάτων τοῖς μὲν ἐμπειρικοῖς καὶ τοῖς λογικοῖς ἅμα ὠφέλιμος, τοῖς δὲ μόνα τὰ βιβλία ἀνεγνωκόσιν οὐδαμῶς. ὡς οὖν ἐπὶ τῆς ἰατρικῆς οὕτω καὶ ἐπὶ τὼν νόμων καὶ πολιτειῶν ἔχοι ἂν ὡς συναγωγῇ τῶν τοιούτων· τοῖς μὲν εὐφυεστέροις καὶ ὄμμα κριτικὸν ἔχουσιν ἐκ πείρας τῶν καλὼς ἢ μὴ καλῶς γεγραμμένων χρήσιμος ἂν ἡ συλλογὴ γένοιτο, τοῖς δ' ὅλως ἀπείροις τῶν πολιτικῶν ἔργων ἄχρηστος, οὐδ' ὑπάρξον ἂν αὐτοῖς τὸ κρῖναι περὶ τούτων καλῶς, εἰ μήπου ἔκ τινος τύχης, ὡς καὶ θησαυροῦ εὕρεσις. p. 1181b12 Παραλιπόντων οὖν ἀνερεύνητον τῶν προτέρων περὶ νομοθεσίας. Ἐπεί, φησίν, οἱ πρὸ ἡμῶν παραλελοίπασιν εἰπεῖν περὶ νόμων καὶ πολιτειῶν, τῶν ἀρίστων δηλαδή, αὐτοὺς ἡμᾶς δεῖ περὶ τούτων ἐπισκέψασθαι. δέδωκε (πολλοὶ γάρ, οὓς ἱστορεῖ ἐν ταῖς Πολιτείαις, καὶ νομοθέται γεγόνασι καὶ πολιτείας ἔγραψαν, ἀλλὰ καὶ Πλάτων αὐτός), ἀλλ' ὃ λέγει ἐστὶν ὅτι, ἐπεὶ μηδεὶς τῶν πρὸ ἡμῶν ἠκριβώσατο ταῦτα, ἀλλὰ πάντες τῆς ἀληθοῦς πολιτείας καὶ ἀρίστης τὴν φύσιν ἠγνόησαν, πειραθῶμεν αὐτοὶ εἰπεῖν τὸ βέλτιον. τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω δεῖξαι πολλῶν ἁμαρτημάτων γεμούσας τὰς ἐκδεδομένας καὶ νομοθεσίας ὑπό τε Πλάτωνος καὶ τῶν ἄλλων. δείξει δὲ τοῦτο ἐν ταῖς ἑαυτοῦ Πολιτείαις. καὶ ὅλως, φησί, πειρατέον εἰπεῖν ἐστιν ἡ πολιτεία καὶ πότερον πολλαχῶς ἢ μοναχῶς ἡ πολιτεία λέγεται, ὅπως ὅσον ἐπὶ τῇ ἐμῇ δυνάμει, φησί, τελειωθῇ ἡ ἀνθρωπίνη καὶ πρακτικὴ φιλοσοφία. τὸ γὰρ εἰς τοὺς πρὸ ἐμοῦ ἧκον ἀτελές ἐστι. p. 1181b15 Πρῶτον μὲν οὖν εἴ τι κατὰ μέρος εἴρηται καλῶς ὑπὸ τῶν προγενεστέρων, πειραθῶμεν ἐπελθεῖν. Ὁρᾷς ὅπως τῇ παρούσῃ πραγματείᾳ περὶ ἀρετῶν συνεχής ἐστιν ἡ περὶ τῶν πολιτειῶν· ἃ γὰρ |ἐκείνη ἱστορεῖ καὶ διδάσκει, νυνὶ προδιαγράφει, δὴ θεασάμενοι, ὀψόμεθα καὶ τὸ τοῦ ἀνδρὸς φιλόσοφον. οὐ γὰρ εἶπε πρῶτον μέν, εἴ τι φαύλως καὶο μὴ καλῶς τοὺς ἐλέγχους ἐπιφέρει τοῖς κακῶς εἰρημένοις οὐ δι’ ἀπέχθειαν ἢ φιλαυτίαν ἀλλὰ τὴν τῆς ἀληθείας σωτηρίαν, δεῖ, φηςί, συναγαγεῖν τὰ τῶν προγενεστέρων καὶ συναγαγόντας τὰς ὑπ’ ἐκείνων ἐκδοθείσας πολιτείας ἰδεῖν τὰ ποῖα φθείρει καὶ σώζει ἑκάστην αὐτῶν. δείξει γὰρ εὐθὺς τὰς τοῦ Πλάτωνος ἐπισκεπτόμενος πολιτείας, ὅτι τινὰ ἃ λέγει γίνεσθαι ἐπὶ τῷ σώζεσθαι πόλιν ἀναιρετικὰ μᾶλλόν εἰσι πολιτείας, οὐ σωτήρια. εἶτα φησί· μετὰ τοῦτο θεωρητέον, τίνες τῶν νῦν πολιτειῶν καλῶς πολιτεύονται καὶ ποῖαι φαύλως. ταῦτα εἰπὼν ἐπιφέρει· καὶ τί τὸ ὄφελος ἐκ τῆς τοιαύτης θεωρίας, ὅτι τὸ μαθεῖν τίς ἡ ἀρίστη πολιτεία, καὶ πῶς ἑκάστη ταχθεῖσα, <οἷον πῶς ἡ δημοκρατία ταχθεῖσα> καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη ἀρίστη ἔσται. ὡς γὰρ δείξει ἐν ταῖς Πολιτείαις, πλείω εἴδη δημοκρατιῶν εἰσι καὶ τούτων τὰ μὲν βελτίω, τὰ δὲ χείρονα· ποίοις οὖν χρωμένη ἀρίστη ἔσται καὶ ἀκατάλτος. ὁμοίως καὶ βασιλεία πῶς ἔχουσα διαμενεῖ ἐς ἀεί· ὁμοίως καὶ ἀριστοκρατεία καὶ τιμοκρατεία. Ὧδε μὲν τέλος ἔχουσι καὶ αἱ εἰς τὸ Κάππα σχολαί. ταῦτα κατὰ τὴν ἐμὴν δύναμιν· εἰ δέ τις ἔχει κρείττονα καὶ καλλίονα λέγειν, κατασπάζομαι. καὶ εἴη ἄν, ὦ δέσποτα καὶ δημιουργέ, ὁ σταυρωθεὶς δι’ ἄφατον φιλανθρωπίαν ὑπὲρ ἡμῶν καὶ φίλων ὀ πανάριστος καὶ διδασκάλων οὗτος ὁ σεπτότατος ἐμοί· καὶ τὰ μὲν ἐμὰ ἔστωσαν ‘Ηφαίστῳ τροφή, τὰ δ’ ἐκείνου ἐς ἀεὶ ψυχαῖς φιλοκάλοις καὶ θεοειδεστάτοις.