# Apodemiae Pauli 165

Euthalius Diaconus, Apodemiae Pauli, 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euthalius-diaconus/apodemiae-pauli/165
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/euthalius-diaconus/apodemiae-pauli/165

ΛΠΩΝΙΜΙΑΙ ΠΑΥΛΟΥ ΤΟΥ ΑΗΟΣΤΟΣΩν Ἀπὸ Δαμασκοῦ ἤρξατο, καὶ ἀνῆλθεν εἰς Ἰερουσαλήμ. Ἐκεῖθεν εἰς Ταρσόν. Κἀκεῖθεν εἰς Ἀντιόχειαν. Καὶ πάλιν εἰς Ἱερουσαλὴμ, καὶ πάλιν δεύτερον εἰς Ἀντιόχειαν. Κἀκεῖθεν ἀφορισθεὶς μετὰ Βαρνάβα εἰς τὴν ἀποστολὴν κατῆλθεν εἰς Σελεύκειαν Γ-α εἰς Κύπρον, ἔνθα καὶ Παῦλος ἤρξατο καλεῖσθαι. Εἶτα εἰς Πέργην, εἶτα εἰς Ἀντιόχειαν τῆς Πισιδίας. Εἶτα εἰς Ἰκόνιον. Εἶτα εἰς Λύστραν, καὶ Δέρβην τῆς Λυκαονίας. Εἶτα εἰς Παμφυλίαν. Εἶτα εἰς Πέργην. Εἶτα εἰς Ἀττάλειαν. Εἶτα πάλιν τρίτον εἰς Ἀντιόχειαν τῆς Συρίας. Εἶτα πάλιν τρίτον εἰς Ἱερουσαλὴμ, διὰ τὴν περιτομήν. Εἶτα πάλιν τέταρτον εἰς Ἀντιόχειαν. Εἶτα διῆλθε τὴν Συρίαν καὶ τὴν Κιλικίαν. Εἶτα πάλιν δεύτερον εἰς Δέρβην καὶ Αύστραν, ἔνθα Τιμόθεον περιέτεμεν. Εἶτα εἰς Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν. Εἶτα εἰς Μυσίαν. Εἰτα εἰς Τρωάδα. Κἀκεῖθεν εἰς Νεάπολιν. Εἰτα εἰς Φιλίππους τῆς Μακεδονίας. Εἶτα διελθὼν τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἧλθεν εἰς Θεσσαλονίκην. Εῖτα εἰς Βέροιαν. Εἶτα δεύτερον εἰς Ἀντιόχειαν τῆς Πισιδίας. Εἶτα εἰς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν Εἶτα πάλιν δεύτερον εἰς Ἔφεσον. Εἶτα διελθὼν τὴν ΜΙακεδονίαν, ἦλθεν εἰς Ἐλλάδα. Κἀκεῖθεν διελθών τὴν Μακεδονίαν, ἦλθε πάλιν δεύτερον εἰς ΦιλίπόοαλΚαὶ ἀπὸ Φιλίππων εἰς Τρωάδα, ἔνθα τὸν Εὕτυχον ἥγειρε πεσόντα. Εἶτα εἰς τὴν Ἄσσον. Εἰτα εἰς Μιτυλήνην. Εἶτα εἰς τὰ ἀντικρὺ Χίου. Εἶτα εἰς Σάμον. Κἀκεῖθεν εἰς Μίλητον. Ἐκεῖθεν μεταπεμψάμενος τοὺς ἐν Ἐφέσῳ, ὡμίλησεν αὐτοῖς. Εἰτα εἰς Κῶν. Εἶτα εἰς Ῥόδον. Κἀκεῖθεν εἰς Πάταρα. Κἀκεῖθεν εἰς Τύρον. Εἶτα εἰς Πτολεμαΐδα. Κἀκεῖθεν εἰς Καισάρειαν. Κἀκεῖθεν ἀνῆλθε τέταρτον πάλιν εἰς Ἱερουσαλήμ. Κἀκεῖθεν παρεπέμφθη εἰς Καισάρειαν. Καὶ λοιπὸν δέσμιος ἐπὶ Ῥώμην, οὕτως ἀπὸ Καισαρείας, ἦλθεν εἰς Σιδῶνα. Κἀκεῖθεν εἰς Μύρα τὴς Λυκίας. Εἶτα εἰς Κνίδον. Κἀκεῖθεν πολλὰ παθὼν, ἠλθεν εἰς τὴν νῆσον, ἔνθα ἡ ἔχιδνα καθήψατο τῆς χειρὺς αὐτοῦ,

---

Euthalius Diaconus, Apodemiae Pauli. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003927.
