# Commentarius in dimensionem circuli 52

Eutocius, Commentarius in dimensionem circuli, Εἰς τὸ γ΄ θεώρημα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eutocius/commentarius-in-dimensionem-circuli/52

Ἔτι δίχα ἡ ὑπὸ ΚΕΓ τῇ ΕΛ· ἡ ΕΓ ἄρα τρὸς ΓΛ μείζονα λόγον ἔχει ἤπερ τὰ δχογ L΄ πρὸς ρνγ | Πάλιν γὰρ διὰ τὴν διχοτομίαν τῆς γωνίας ἐστὶν ὡς ἡ ΚΕ πρὸς ΕΓ, ἡ ΚΛ πρὸς ΛΓ· καὶ συνθέντι ὡς συναμφότερος ἡ ΚΕ, ΕΓ πρὸς ΕΓ, ἡ ΚΓ πρὸς ΓΛ· ἐναλλὰξ ὡς συναμφότερος ἡ ΚΕ, ΕΓ πρὸς ΓΚ, ἡ ΕΓ πρὸς ΛΓ. Καὶ ἔστιν ἡ μὲν ΚΕ βτλθ δ΄ καὶ ἔτι μορίου τινός, ἡ δὲ ΕΓ βτλδ δ΄ καὶ ἔτι μορίου τινός· συναμφότερος ἄρα ἡ ΚΕ, ΕΓ μείζων ἐστὶν ἢ δχογ L΄. Καί ἐστιν ἡ ΚΓ ρνγ· συναμφότερος ἄρα ἡ ΕΚ, ΕΓ πρὸς ΚΓ μείζονα λόγον ἔχει ἤπερ δχογ L΄ πρὸς ρνγ. Ὡς δὲ συναμφότερος ἡ ΚΕ, ΕΓ πρὸς ΚΓ, οὕτως ἡ ΕΓ πρὸς ΓΛ· καὶ ἡ ΕΓ ἄρα πρὸς ΓΛ μείζονα λόγον ἔχει ἤπερ δχογ L΄ πρὸς ρνγ.

---

Eutocius, Commentarius in dimensionem circuli, ed. Charles Mugler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4072.tlg002.local001/.
