Ancient Greek · ~2 min
Εὐτοκίου εἰς τὸ β τῶν ἰσορροπικῶν Ἀρχιμήδους.
Eutocius, Commentarius in libros de planorum aequilibriis Εἰς τὸ έ.
Not analysed yet
Καὶ ἐπεὶ παραλληλόγραμμόν ἐστι τὸ ΘΖΗΙ |Ἐπεὶ γὰρ ἴσαι εἰσὶν αἱ ΚΖ, ΛΗ, ἴσων γάρ εἰσι τμημάτων διάμετροι, καὶ ἴσον ἀπέχουσαι τοῦ Β△ ἄξονος καὶ ὁμοίως διῄρηνται ὑπὸ τῶν Θ, Ι κέντρων, ἔστιν ὡς ἡ ΚΘ πρὸς ΘΖ, ἡ ΛΙ πρὸς ΙΗ καὶ ἐναλλάξ καὶ διὰ τοῦτο ἴση ἐστὶν ἡ ΘΖ τῇ ΙΗ. Ἔστιν δὲ καὶ παράλληλος· παράλληλοι γάρ εἰσιν πᾶσαι αἱ διάμετροι τῆς παραβολῆς παραλληλόγραμμον ἄρα ἐστὶ τὸ ΘΖΗΙ.