Ancient Greek
Book 1
Eutropius, Breviarium historiae romanae 1.13
Not analysed yet
Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν Ῥωμαίων ἀγανακτοῦντι, καὶ δεινὰ πάσχειν ὑπὸ τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ ὁ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.