Ancient Greek
Book 1
Eutropius, Breviarium historiae romanae 1.18
Not analysed yet
Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων των μετεβάλετο εἰς ἑτέραν ἀρχὴν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τό πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν: ἀλλ’ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.