Ancient Greek · ~5 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.20
Not analysed yet
Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ’ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ’ ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐημερίας, αἰτίαν τ̓ ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῇ στρατιᾷ τὰ τοῦ πολέμου λάφυρα; κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης. κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώμην καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς: καταφεύγοντες δὲ. εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς εἰρημένης κρίσεως διάγων. καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεος, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίῳ. τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κάμιλλος: παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρημένοι ʽσίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοἰ, πάντα ἀναλαβὼν τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθη τε δεύτερος Ῥωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.