Ancient Greek · ~2 min
Book 1
Eutropius, Breviarium historiae romanae 1.6
Not analysed yet
Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος: οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σωμάτων ἀριθμῷ καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε: θεάτρων τε ἐνεστήσατο τέρψιν Ῥωμάνην καλέσας τὴν θέαν: ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχῃ, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῇ Ῥώμῃ. πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε. τείχη τε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας: καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παῤ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.