# Breviarium historiae romanae 10.1

Eutropius, Breviarium historiae romanae, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eutropius/breviarium-historiae-romanae/10.1

Οἱ μὲν οὖν ἐπαύσαντο τῆς ἀρχῆς, Κωνστάντιος δὲ καὶ Γαλλέριος τὴν τῶν Αὐγούστων προσλαμβάνουσι προσηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν, ὥστε τὰς μὲν Γαλλίας καὶ τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν Ἰλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ τὴν Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλλερίῳ. καὶ χειροτονοῦνται παῤ αὐτῶν Καίσαρες δύο. ἀλλὰ Κωνστάντιος ἀρκεῖν ἡγούμενος αὐτῷ τὴν τοῦ Αὐγούστου καὶ προσηγορίαν καὶ τιμὴν μόνον μετεποιήθη τῶν ἐν Γάλλοις πραγμάτων τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ἀφείς, ἀνὴρ πάσης ἀρετῆς μέτοχος καὶ πάντας κοινότητι παρελθών. καὶ οἰκεῖον γὰρ ἡγούμενος πλοῦτον τὸν τῶν ὑπηκόων τὰς μὲν ἐκείνων συνεκρότει κτήσεις, τὰς δὲ βασιλικὰς παρὰ φαῦλον ἐποιεῖτο. φασὶ γοῦν αὐτὸν λέγειν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαι χωρίῳ. οὕτω δὲ μετρίαν εἶχε τὴν τῶν ἀναγκαίων παρασκευὴν ὡς ἐν τοῖς πολυανθρωποτέροις τῶν συμποσίων παρὰ τῶν ἰδιωτῶν αἰτεῖν ἀργυρᾶ τε σκεύη καὶ τὴν λοιπὴν ἀφθονίαν. τοσοῦτον δὲ ἦν αὐτοῦ παρὰ τοῖς Γάλλοις τὸ φίλτρον ὥστε αὐτῷ κατὰ τὴν γνώμην ἀνακινεῖσθαι τὰ τῶν ἀνθρώπων, μάλιστα ἐπειδήπερ ἐπίστευον αὐτοῦ χάριν τῆς τε δολερᾶς ἀγχινοίας Διοκλητιανοῦ καὶ τῆς φονικῆς Ἑρκουλίου θρασύτητος ἠλευθερῶσθαι. τελευτᾷ μὲν οὖν ὁ Κωνστάντιος ἐν Ἐβοράκῳ πόλει Βρεττανικῇ τρίτῳ καὶ δεκάτῳ τῆς βασιλείας ἔτει καὶ συναριθμεῖται τοῖς θεοῖς.

---

Eutropius, Breviarium historiae romanae, ed. Hans Droysen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2236.tlg001.local002/.
