# Breviarium historiae romanae 10.7

Eutropius, Breviarium historiae romanae, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eutropius/breviarium-historiae-romanae/10.7

Συνελόντι δὲ εἰπεῖν ἀρξάμενος μὲν τῆς βασιλείας τοῖς ἀρίστοις συνηριθμήθη τῶν βασιλευσάντων, τελευτῶν δὲ μόλις ἐξισώθη τοῖς μέσοις. καίτοι καὶ ῥώμῃ σώματος καὶ ἀρετῇ ψυχῆς οἷός τ̓ ἂν ἐγένετο διαλάμψαι: δόξης τε γὰρ ἐπεθύμει πολεμικῆς καὶ πρὸς ἀριστείαν ἦν ἕτοιμος. τύχη δὲ ἠκολούθει μὲν αὐτοῦ τοῖς ἐγχειρήμασι δεξιά, τὰς ἀρετὰς δὲ οὐκ ἔκρυπτεν, ἀλλ’ ἐκείνων ἐνομίζετο καὶ ταύτης ἦν. Σκύθας τοι κατεπολέμησε σπονδάς τε κατ’ ἐξουσίαν ἐποιήσατο: πολύς τε ἦν αὐτοῦ παρὰ τοῖς βαρβάροις λόγος, ὥστε τοὺς πλείστους ἀμοιβὰς ἐποφείλειν αὐτῷ νομίζειν. καὶ τῆς ἐλευθέρου παιδείας καὶ τῶν λογικῶν ἐπιστημῶν καὶ τοῦ παρὰ πάντων φίλτρου μήτε δωρεᾶς ὑπὲρ τούτου μητ̓ ἄλλης σπουδῆς μετὰ τοῦ σεμνοῦ φειδόμενος. τῶν φίλων δέ τισι μὲν ἠπίστει, τινὰς δὲ ἀναμφισβητήτως ἐθεράπευσεν οὐδεμίαν καταλιπὼν ὑπερβολὴν ἀλλὰ πλουσίους τε αὐτοὺς καὶ δυνατοὺς ἀποφαίνων.

---

Eutropius, Breviarium historiae romanae, ed. Hans Droysen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2236.tlg001.local002/.
