# Breviarium historiae romanae 2.27

Eutropius, Breviarium historiae romanae, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eutropius/breviarium-historiae-romanae/2.27

Μετὰ τούτους ὕπατὁ̣?ʼ γίνονται Γάϊος Λουτάτιος Κατοῦλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος. τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κατοῦλος τοίνυν τὰς πρὸς Ἄφρους ἐκλεξάμενος τριακοσίαις ναυσὶν ἐπ’ αὐτοὺς ἐχώρησεν, ἐκεῖνοι δὲ τετρακοσίαις ἀντεπαρετάξαντο. τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι οἱ δῆμοι συνέμιξαν. ἀλλὰ καὶ αὐτὸς ὁ Κατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν: τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ. συμμιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας τοσαύτην ἐπεδείξαντο Ῥωμαῖοι τὴν προθυμίαν, ὡς ἑξήκοντα μὲν ναῦς πολεμίας ἑλεῖν, πέντε δὲ καὶ εἴκοσι καὶ ἑκατὸν καταποντίσαι, δύο δὲ καὶ τριάκοντα χιλιάδας αἰχμαλώτων ἀνδρῶν λαβεῖν, τρισκαίδεκα δὲ διαχρήσασθαι καὶ πάντα δὲ τὸν πλοῦτον ʽἐτύγχανον γὰρ αὐτὸν ἐναποθέμενοι ταῖς ναυσὶ τῷ μεγέθει τοῦ στόλου πεποιθότες οἱ πολέμιοἰ ἑαυτῶν ποιήσασθαι. τῶν Ῥωμαίων δὲ αὐτῶν δυοκαίδεκα νῆες διεφθάρησαν. ὁ μὲν οὗν πόλεμος ὁ αὐτὸς συνέστη πρὸ ἓξ εἰδῶν Μαρτίων κατὰ τοὺς Ῥωμαίους. Ἄφροι δὲ παραχρῆμα τὴν εἰρήνην ἐπήγγειλαν: καὶ ταύτην ἔδοσαν οἱ Ῥωμαῖοι λαβόντες τοὺς αἰχμαλώτους τοὺς ὑπὸ τοῖς Ἄφροις ὄντας: ὧν δὲ αὐτοὶ κατεῖχον, προσκομιζόντων λύτρα τῶν Ἄφρων οὐκ ἐδέξαντο, ἀλλὰ καὶ αὐτοὶ προῖκα διαφῆκαν: εἰ δέ τινες ἦσαν ὑπὸ δεσπόταις ἐκ δημοσίας πράσεως γεγενημένοι, τούτων ἐψηφίσαντο τὰ τιμήματα καταβληθῆναι τοῖς ἐωνημένοις. καὶ οὐδὲ ταῦτα τοὺς Ἄφρους ἐζημίωσαν, ἀλλὰ τὸν ταμίαν τῶν δημοσίων χρημάτων ἀπαριθμῆσαι προσέταξαν.

---

Eutropius, Breviarium historiae romanae, ed. Hans Droysen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2236.tlg001.local002/.
