Ancient Greek · ~3 min
Book 4
Eutropius, Breviarium historiae romanae 4.10
Not analysed yet
Κἀντεῦθεν ὁ τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος ἑξακοσιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν. ὕπατοι δὲ χειροτονηθέντες Λούκιος Μάλλιος Κηνσωρῖνος καὶ Μάρκος Μανίλιος ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τῇ Καρχηδόνι προσεκάθηντο πολιορκοῦντες: ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας, τῶν δὲ ἱππέων Φαμέας. συνῆν δὲ τοῖς ὑπάτοις ἀρχήν τινα στρατιωτικὴν ἔχων Σκηπίων ὁ Σκηπίωνος ἔκγονος τοῦ κληθέντος Ἀφρικανοῦ: οὗ τοσοῦτον ἦν παρὰ τοῖς πολεμίοις δέος καὶ τοσοῦτον παρὰ τῆς ἀνδρείας θαῦμα ὡς βουλευομένου τε ἄριστα καὶ ἐπιτελοῦντος ἔργοις τὰ δοκοῦντα ὀξέως, ὥστε τοὺς ὑπάτους αὐτοὺς κοινωνὸν μὲν αὐτὸν καὶ βουλῆς καὶ ἐγχειρημάτων ἔχειν, αὐτῷ δὲ χρῆσθαι πρὸς τὰ πρακτέα, ἐπειδήπερ ἑώρων τοὺς πολεμίους τὴν πρὸς αὐτὸν ἐκκλίνοντας συμπλοκήν.