Ancient Greek · ~2 min
4.23 to 4.25
Eutropius, Breviarium historiae romanae 4.23-25
Not analysed yet
Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν. καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι Κύντος Καικίλιος Μέτελλος καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν. Εἶτα πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων κατὰ Σκορδίσκων κινήσας πόλεμον ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε. Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος. τότε φήμη κατέλαβε Ῥωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς Ἰταλίας ποιήσασθαι.