Ancient Greek · ~4 min
Book 5
Eutropius, Breviarium historiae romanae 5.6
Not analysed yet
Προσετέθη δὲ αὐτῷ καὶ ἡ τῶν Ἀθηνῶν πόλις Ἀρίστωνος αὐτὴν τοῦ Ἀθηναίου προπιόντος. ἐπραγματεύετο γὰρ ἤδη τῆς Ἀχαΐας τὴν κτῆσιν Ἀρχέλαον ἐκπέμψας σὺν ἑκατὸν καὶ εἴκοσι χιλιάσι πεζῶν τε καὶ ἱππέων καὶ ὃς ἅπασαν αὐτῷ προσηγάγετο τὴν Ἑλλάδα. Σύλλας τοίνυν τῷ Πειραιεῖ προσκαθεσθεὶς τὰς μὲν Ἀθήνας εἷλεν, ἐπεξελθὼν δὲ Ἀρχελάῳ καὶ συμμίξας μετὰ τοσαύτης ἐκράτησε περιουσίας, ὥστε δέκα μὲν Ἀρχελάῳ διασωθῆναι χιλιάδας ἐκ τῶν ἑκατὸν εἴκοσι, τοῦ δὲ Ῥωμαϊκοῦ στρατεύματος τρεῖς καὶ δέκα μόνους ἄνδρας πεσεῖν. ἀλλ’ ὁ Μιθριδάτης τὴν Ἀρχελάου δυσπραγίαν γνοὺς ἀπέστειλεν ἑβδομήκοντα χιλιάδας αὐτῷ τοὺς ἀρίστους ἐκ τῆς Ἀσίας ἐκλεξάμενος. γίγνεται δὴ δευτέρα συμπλοκή: καὶ οὐ μετὰ τῆς ἴσης ἑκάτεροι διεκράθησαν τύχης ἡττᾶται γὰρ Ἀρχέλαος: καὶ πίπτουσιν αὐτοῦ δεκαπέντε χιλιάδες, καὶ πρὸς Διογένης ὁ Ἀρχελάου παῖς: αὐτὸς δὲ ἐν τοῖς πλησίον ἕλεσιν τρεῖς διαλαθὼν ἡμέρας ἐσώθη. ταῦτα τὸν Μιθριδάτην ἠνάγκασε περὶ σπονδῶν ποιήσασθαι πρὸς τὸν Σύλλαν λόγους ἑτέρους ἤδη κατορθοῦντα πολέμους.