# Breviarium historiae romanae 6.17

Eutropius, Breviarium historiae romanae, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eutropius/breviarium-historiae-romanae/6.17

Τρίτῳ δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καίσαρ ὁ μετὰ ταῦτα τὴν πολιτείαν μεταστήσας μετὰ Λουκίου Βιβούλου παρελθὼν εἰς τὴν ὑπατείαν Γάλλοις τε καὶ Ἰλλυριοῖς μετὰ δέκα ταγμάτων, ἅπερ αὐτοὶ καλοῦσι λεγεῶνας: καὶ νικᾷ τοὺς Ἑλβητίους τότε πρῶτον ἡττηθέντας: Σησκουανοὶ δὲ οὗτοι νῦν προσαγορεύονται. συνάπτων δὲ μάχαις μάχας καὶ νίκαις νίκας ἄχρις αὐτοῦ προῆλθε τοῦ Ὠκεανοῦ καὶ τῶν νήσων τῶν Βρεττανῶν. ἔτεσι δὲ ἐννέα Γάλλους ἅπαντας ὑπηκόους ἐποίησε Ῥωμαίοις, οἵ τινες ὑπὸ τῶν Ἀλπέων καὶ τῶν ποταμῶν τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ῥήνου τῆς Ὠκεανίτιδος θαλάττης περικλείονται. συμμίξας δὲ καὶ τοῖς Βρεττανοῖς τότε πρώτην Ῥωμαϊκὴν ὁρῶσί τε καὶ ἀκούουσι στρατιὰν εἷλέ τε καὶ μεθ̓ ὁμηρίας ὑποσπόνδους ἐποίησεν. ἐπέθηκε δὲ καὶ Γάλλοις φόρον: καὶ μεταβὰς ἐπὶ τοὺς ὑπὲρ Ῥῆνον Γερμανοὺς ἐκράτησε καὶ αὐτῶν. ἐν τοσαύταις τε ἐθνῶν καὶ πολέμων νίκαις τρεῖς μόνον ἐσφάλη συμπλοκάς, μίαν μὲν παρὼν ἐν Ἀρβέρνοις, δύο δὲ ἀπών, ὅτε καὶ τοὺς ληγάτους αὐτῷ συνέβη δἰ ἐνέδρας ἀποθανεῖν.

---

Eutropius, Breviarium historiae romanae, ed. Hans Droysen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2236.tlg001.local002/.
