Ancient Greek · ~3 min
Book 7
Eutropius, Breviarium historiae romanae 7.11
Not analysed yet
Ἀλλ’ ὁ Τιβέριος ῥαθυμίᾳ τε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ: ἡδοναῖς τε ἐξέδωκεν ἑαυτὸν πολέμου μὲν οὐδεγὸς μετασχών, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους ληγάτους ἐκπέμπων. πίστεώς τε ὀλίγος ἦν αὐτῷ λόγος. πολλοὺς γοῦν τῶν κατὰ ἔθνη βασιλευόντων ἐξ ἀπάτης εἰς ἑαυτὸν καλῶν κατεῖχεν ἄκοντας, ὡς Ἀρχέλαον τὸν Καππαδόκων βασιλέα, ὃν καὶ τῆς ἀρχῆς ἐκβαλὼν ἐπαρχίαν τε ἐποίησε τὸ ἔθνος καὶ τὴν μεγίστην πόλιν ὀνόματι προσηγόρευσεν οἰκείῳ Καισάρειαν, Μαζάκην πρότερον καλουμένην. οὗτος μὲν οὖν τρίτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει τὸν βίον ἐτελεύτησεν ἐπὶ τῆς Καμπανίας ἑβδομήκοντα καὶ ὀκτὼ γεγενημένος ἔτη. μεγίστην τε ἔτεκεν ἅπασιν εὐφροσύνην ἡ τελευτή.