Ancient Greek
7.3 to 7.6
Eutropius, Breviarium historiae romanae 7.3-6
Not analysed yet
Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ ʽΛέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν̓ νικῶσιν, οὐκ ἔξω πληγῆς. Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν. Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα: καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν: Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται: οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών. Οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπήϊος: ἀλλὰ κατὰ θάλασσαν ἐπελθὼν ἡττήθη τῇ ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου γαμετὴν αὐτῷ γεγενημένην κατὰ τὰς Καίσαρος διαλλαγὰς εἰσηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν :καὶ χωρήσας ἐπὶ Πέρσας ἐν ἀρχῇ μὲν αὐτῶν ἐκράτει μάχῃ, λιμοῦ δὲ καταλαβόντος τὸ στράτευμα καὶ ἐπ’ αὐτῷ καὶ λοιμοῦ ἀνεχώρησεν ἐπεξιόντων Περσῶν ὡσανεὶ ἡττημένῳ.