Ancient Greek · ~3 min
Book 8
Eutropius, Breviarium historiae romanae 8.13
Not analysed yet
Καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων ὅμως προσεκαθέσθη τε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ συνηττηθέντων Μαρκομάννοις Κουάδων τε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σουήβων καὶ πάντων τῶν αὐτόθι βαρβάρων: πανστρατιᾷ τε γὰρ αὐτοὺς ἀνεῖλε καὶ τοὺς Παίονας ἠλευθέρωσε δουλείας. ἐθριάμβευσέ τε ἐπὶ τῆς Ῥώμης μετὰ Κομόδου τοῦ παιδὸς Καίσαρα χειροτονήσας αὐτὸν Κόμοδόν τε Ἀντωνῖνον προσειπών. φασὶ δὲ τῆς δαπάνης αὐτὸν ἐπιλειπούσης, ἐπειδὴ φόρους ἐπάγειν ἑτέρους ἠρυθρία, τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν καὶ τὰ σκεύη τὰ ἐξ ἀργύρου τε καὶ κρυστάλλου τὴν βασιλικήν τε ἅπασαν σκευὴν ὤνιον προθεῖναι καὶ τὸ συναχθὲν χρυσίον καταναλῶσαι τῷ πολέμῳ: περιγενομένων δὲ τῶν πραγμάτων τοῖς μὲν ἀποδοῦναι βουληθεῖσι τὰ τιμήματα ἀπαριθμῆσαι, τοὺς δὲ κατασχεῖν ἑλομένους μὴ βιάσασθαι ἐπιτρέψαι τε κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας ὁμοίᾳ περιβάλλειν στολῇ μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντα.