# Breviarium historiae romanae 9.11

Eutropius, Breviarium historiae romanae, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eutropius/breviarium-historiae-romanae/9.11

Καὶ οὕτως δὴ τοῦ Γαλλιήνου τὴν ἀρχὴν ἐκλιπόντος ἐν μὲν τοῖς ἑσπερίοις Ποστούμιος, ἐν δὲ τοῖς ἑῴοις Ὀδέναθος τὰ πράγματα διεφύλαξεν. ἀλλ’ ὁ μὲν Γαλλιῆνος ἀνῃρέθη καὶ Οὐαλεριανὸς ὁ ἀδελφὸς ὁ τούτου τῆς τοιαύτης τελευτῆς ἐγένετο κοινωνὸς ἐννάτῳ τῆς βασιλείας ἔτει. Κλαύδιος δὲ διαδεξάμενος τὴν ἀρχὴν τὰ ἔθνη κατεπολέμησεν ἃ προσῴκει τὸν Ἴστρον, ὑφ̓ ὧν Ἰλλύριοί τε καὶ Μακεδόνες ἐπολιορκοῦντο: αὐτός τε σώφρων τε ἦν περὶ τὰς δημοσίας δαπάνας, μετριότητι δὲ ἐχρῆτο πρὸς ἅπαντα, τοῦ δικαίου δὲ φύλαξ ἦν ἀκριβὴς καὶ πανταχόθεν τῇ βασιλείᾳ πρέπων. ἀλλὰ νόσος αὐτὸν δευτέρῳ τῆς ἀρχῆς ἔτει μετέστησε τοῦ βίου: καὶ τῶν θείων ἠξιώθη τιμῶν. ἡ δὲ σύγκλητος πολυτρόποις τιμαῖς τὴν ἐκφορὰν ἐκόσμησε καὶ τελευταῖον ἀσπίδα τε χρυσῆν ἔθηκεν ἐν τῷ βουλευτηρίῳ καὶ αὐτὸν χρυσοῦν ἔστησεν ἐν τῷ Καπετωλίῳ.

---

Eutropius, Breviarium historiae romanae, ed. Hans Droysen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2236.tlg001.local002/.
