Ancient Greek · ~1 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.12
Not analysed yet
Ἐψηφίσατό τε Κυντίλλῳ τοῦ τεθνηκότος ἀδελφῷ τὴν βασιλείαν συμψηφισαμένης καὶ τῆς στρατιᾶς ἁπάσης: καὶ τῆς τε κρίσεως οὐ διήμαρτον οἱ ἑλόμενοι: ταῖς γὰρ ἀρεταῖς ἁπάσαις οὐ μόνον εἰς ἴσον ἦλθεν, ἀλλὰ καὶ παρῆλθε τὸν ἀδελφόν: στρατηγὸς δὲ πρότερον αἱρεθεὶς μετὰ ταῦτα καὶ βασιλεὺς ἀνερρήθη. ἀλλὰ καὶ οὗτος ἑπτακαίδεκα ὕστερον τῆς βασιλείας ἀνῃρέθη.