Ancient Greek · ~2 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.19
Not analysed yet
Ἐν τούτοις δὲ ὄντων τῶν ἐκ Περσίδος ἐπανιόντων Καρῖνος ὁ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς Ἰλλυρίους τε καὶ Γάλλους φυλάττειν καὶ τὴν Ἰταλίαν πάσας ὑπερβὰς ἀτοπίας τοὺς μὲν ἀνῄρει πλάττων ἐγκλήματα, τῶν δὲ τὰς εὐνὰς ὕβριζεν. ἤδη δὲ καὶ τῶν συμπεφοιτηκότων αὐτῷ τινας ὑπὲρ τῶν γενομένων ἐν τῇ νεότητι προσκρουσμάτων ὠμότατα διεχρήσατο καὶ ἀπεστυγεῖτο παρὰ πάντων ὁμοίως. ἀλλ’ ὁ στρατὸς ἅπας Διοκλητιανὸν ἀνεῖπε βασιλέα ἀφανῆ τινα καὶ ἄσημον: οἱ μὲν γὰρ αὐτὸν δημοσίου γραμματέως παῖδά φασιν, οἱ δὲ ἀπελεύθερον Ἀνουλίνου τινὸς συγκλητικοῦ γεγονέναι.