Ancient Greek · ~2 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.3
Not analysed yet
Φίλιππος δὲ σὺν τῷ παιδὶ φιλίππῳ τῆς βασιλείας ἐπελάβετο καρπὸν τοῦτο ποιησάμενος τοῦ φόνου. καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ πανήγυριν ἐπὶ τῷ χιλιοστῷ τῆς πόλεως ἔτει κατ’ αὐτὸν ἀρξαμένῳ παντοδαπαῖς τέρψεσι τὸ πλῆθος ἀνελόμενος. ἀλλ’ ἀνῃρέθη σὺν τῷ παιδὶ τῶν στρατιωτῶν αὐτὸν μὲν ἐν Βερώνῃ τὸν υἱὸν δὲ ἐν Ῥώμῃ διαχρησαμένων πέντε βασιλεύσας ἐνιαυτούς: τῆς μέντοι τῶν θεῶν ἠξιώθησαν προσηγορίας.