Ancient Greek · ~2 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.7
Not analysed yet
Τότε τοίνυν Οὐαλεριανὸς μὲν περὶ τὰς Ῥητίας καὶ Νωρικὸν διατρίβων ὑπὸ τῆς στρατιᾶς ᾑρέθη στρατηγὸς καὶ μετ’ οὐ πολὺ βασιλεύς. Γαλλιῆνος δὲ ἐπὶ τῆς Ῥώμης ὑπὸ τῆς συγκλήτου πρὸς τὴν ἀρχὴν ἐκλήθη. συνέβη δὲ τὴν τούτων βασιλείαν ὀλεθριωτάτην γενέσθαι δυστυχίᾳ τῶν ἡγεμόνων ἢ ʽτὸ ἀληθέστερον̓ ἀσθενείᾳ. Γερμανοὶ μὲν γὰρ ἐν μέσαις ταῖς Ἰταλίαις ἐστρατοπεδεύσαντο καὶ τῆς Ῥαβέννης αὐτῆς ἄχρι προῆλθον. Οὐαλεριανὸς δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν Πέρσαις μαχόμενος ὑπὸ Σάπωρος τοῦ Περσῶν βασιλέως ἑάλω καὶ κατεγήρασεν ἐν αἰχμαλωσίᾳ.