Ancient Greek · ~3 min
Book 9
Eutropius, Breviarium historiae romanae 9.9
Not analysed yet
Ἀπεγνωσμένων δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης Ποστούμιος ἐν Γάλλοις ἀφανὴς τὸ ἐκ πατέρων περιθεὶς ἑαυτῷ τὴν ἁλουργίδα δέκα τῶν πραγμάτων ἐνιαυτοὺς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο πολλὴν ἀρετὴν ἐνδειξάμενος: πολλά τε κατώρθωσεν ἄν, εἰ μὴ τάραχος αὐτὸν στρατιωτικὸς ἀνεῖλεν αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογοντιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίῳ Αἰλιανῷ συνεπολέμησε, μετὰ τὴν νίκην οὐκ ἐπέτρεψε πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς πόλεως γενέσθαι τῶν νενικηκότων. οὕτω δὴ τούτου τελευτήσαντος Μάριος εὐτελὴς καὶ προεστηκὼς ἐργαστηρίου ἐπελάβετο τῆς ἀρχῆς καὶ μίαν κρατήσας ἡμέραν τῆς ὑστεραίας ἀνῃρέθη. καὶ διεδέξατο Βικτωρῖνος τὴν βασιλείαν ἐν τῇ Γάλλων γῇ χρῆσθαι μὲν τοῖς πράγμασιν ἐπιστάμενος, δουλεύων δὲ ἡδοναῖς καὶ τοῖς ἀλλοτρίοις ἐπιβουλεύων. τοῦτο γοῦν αὐτὸν καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βίου δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος δούλου τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος: τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.