Ancient Greek · ~6 min
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.1
Not analysed yet
Ἄρτι τῆς Ἰουλιανοῦ δυσσεβείας τοῖς τῶν μαρτύρων αἵμασι κατακλυσθείσης καὶ τῆς Ἀρείου μανίας συνδεθείσης ταῖς ἐν Νικαίᾳ χαλκευθείσαις πέδαις, Εὐνομίου τε αὖ καὶ Μακεδονίου ὑπὸ τοῦ παναγίου πνεύματος κατὰ τὸν Βόσπορον ἐκβρασθέντων καὶ πρὸς τῇ Κωνσταντίνου ἱερᾷ θραυσθέντων πόλει, ἤδη τε τῆς ἁγίας ἐκκλησίας τὸν πρόσφατον ἀποθεμένης ῥύπον καὶ πρὸς τὴν ἀρχαίαν ἐπαναγομένης εὐπρέπειαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένης καὶ πεποικιλμένης τῷ τε ἐραστῇ νυμφίῳ συναρμοζομένης, οὐκ ἐνεγκὼν ὁ μισόκαλος δαίμων ξένον τινὰ καὶ ἀλλόκοτον ἡμῖν ἐπανίστησι πόλεμον, τήν τε πεπατημένην εἰδωλολατρίαν περιφρονήσας καὶ τὴν δουλικὴν Ἀρείου μανίαν παραγκωνισάμενος. Καὶ προσβαλεῖν μὲν ὡς ἐχθρὸς τῇ πίστει δέδοικεν ὑπὸ τοσούτων ἁγίων πατέρων πυργωθείσῃ καὶ τὰ πολλὰ τῆς δυνάμεως ἐν τῇ ταύτης πολιορκίᾳ παρῃρημένος,λῃστρικῶς δὲ τὸ πρᾶγμα μέτεισι πεύσεις τινὰς ἀποκρίσεις τε αὖ μηχανώμενος, πρὸς Ἰουδαϊσμὸν καινοπρεπῶς ἐπανάγων τὸν πλανώμενον, οὐ συνιεὶς καὶ τὴν ἐντεῦθεν ἧτταν ὁ δείλαιος —ὃ γὰρ πρότερον μόνον ἀντίπαλον εἶχε, νῦν τέθηπέ τε καὶ περιπτύσσεται —,καὶ οὐκ εἰ τοῦ παντὸς ἐξώσει γε φρυαττόμενος, ἀλλ’ εἰ καὶ λέξιν τινὰ παραχαράττειν οἷός τε γένοιτο· πολλάκις δὲ τῇ ἑαυτοῦ ἰλυσπώμενος κακίᾳ, καὶ γράμματος ἐναλλαγὴν ἐτέχνασε πρὸς μὲν τὴν αὐτὴν ἕλκοντος διάνοιαν, ὅπως δὲ τὴν γνώμην τῆς γλώσσης ἀπομερίσῃ, ἵνα μὴ τὴν αὐτὴν ὁμολογίαν τε καὶ δοξολογίαν ὁμοφώνως ἄμφω τῷ θεῷ προσάγοιεν. Ὅπως δὲ τούτων ἕκαστον ἐπράχθη καὶ ὅποι τετελεύτηκεν, ἐν τοῖς ἰδίοις παραθήσομαι καιροῖς, παρυφαίνων εἴ τι καὶ ἄλλο πάρεργον μὲν ἱστορίας δὲ ἄξιον ἐξευρεῖν δυνηθείην, τὴν ἱστορίαν ἀποτιθέμενος ἔνθα τῷ φιλανθρώπῳ παρασταίη θεῷ.