Ancient Greek
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.12
Not analysed yet
Γέγραπται δ’ οὖν αὐτῷ πανευσεβὴς διάταξις ἀνὰ τὸ πρῶτον βιβλίον κειμένη —Ἰουστινιανοῦ κῶδιξ ὠνόμασται —τρίτη τὸν ἀριθμὸν τοῦ πρώτου τίτλου τυγχάνουσα· ἐν ᾗ τὸν πάλαι ποθούμενον παρ’ αὐτοῦ, ὡς αὐτῷ Νεστορίῳ γέγραπται, θεόθεν κινηθείς, ἁπάσαις τὸ δὴ λεγόμενον ψήφοις κατέκρινεν ἀναθέματι περιβαλών, καὶ γέγραφεν ἐπὶ λέξεως ὧδε· Ἔτι θεσπίζομεν τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῇ ἀθεμίτῳ αὐτοῦ διδασκαλίᾳ ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν ἐκβάλλεσθαι, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι. Τέθεινται δὲ αὐτῷ καὶ ἕτεραι νομοθεσίαι τῆς ἡμετέρας ἕνεκα θρησκείας, τὸν διάπυρον αὐτοῦ ζῆλον δεικνῦσαι.