Ancient Greek
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.14
Not analysed yet
Φέρε δὲ καὶ ἕτερον ὃ τεθέαμαι, τῇ ἱστορίᾳ παραδῶ. Ἐπόθουν τὸ τέμενος τούτου δὴ τοῦ ἁγίου θεάσασθαι. Διέστηκε δὲ Θεουπόλεως σταδίους μάλιστα τριακοσίους κείμενον πρὸς αὐτὴν τοῦ ὄρους τὴν κορυφήν. Μάνδραν οἱ ἐπιχώριοι καλοῦσι, τῆς ἀσκήσεως οἶμαι τοῦ παναγίου Συμεώνου τὴν προσηγορίαν τῷ χώρῳ καταλιπούσης. Διήκει δὲ τὸ πρόσαντες τοῦ ὄρους σταδίους εἴκοσιν. Ἡ δὲ τοῦ νεὼ οἰκοδομία σύγκειται μὲν σταυροῦ δίκην ἐκ τῶν τεσσάρων πλευρῶν στοαῖς κοσμουμένη· παρατετάχαται δὲ ταῖς στοαῖς κίονες ἐκ λίθου ξεστοῦ πεποιημένοι εὐπρεπῶς, εὖ μάλα τὴν ὀροφὴν εἰς ὕψος ἐπαίροντες. Τὸ δέ γε μέσον αὐλὴ ὑπαίθριός ἐστιν, μετὰ πλείστης ἐξειργασμένη τῆς τέχνης· ἔνθα ὁ τεσσαρακοντάπηχυς ἵσταται κίων, ἐν ᾧ τὸν οὐράνιον διήνυσε βίον ὁ ἐπὶ γῆς ἔνσαρκος ἄγγελος. Πρὸς τῇ ὀροφῇ τοίνυν τῶν λελεγμένων στοῶν κλειθρίδια καθεστᾶσι —θυρίδας ἔνιοι καλοῦσι —πρός τε τὸ λελεγμένον ὑπαίθριον πρός τε τὰς στοὰς ἀποκρινόμενα. Κατὰ τὸ λαιὸν τοίνυν μέρος τοῦ κίονος ἐν αὐτῷ τῷ κλειθριδίῳ τεθέαμαι μετὰ παντὸς τοῦ ἁλισθέντος αὐτόθι λεώ, τῶν ἀγροίκων περὶ τὸν κίονα χορευόντων, ἀστέρα ὑπερμεγέθη κατὰ πᾶν τὸ κλειθρίδιον διαθέοντά τε καὶ σελαγίζοντα, οὐχ ἅπαξ, οὐ δίς, οὐ τρίς, ἀλλὰ καὶ πολλάκις,παυόμενόν τε αὖ συχνῶς καὶ πάλιν ἐξαπίνης φαινόμενον· ὃ δὴ γίνεται μόνον ἐν τοῖς τοῦ παναγίου μνημείοις. Εἰσὶ δὲ οἳ λέγουσι, καὶ οὐκ ἀπιστητέον τῷ θαύματι ἔκ τε τῆς τῶν λεγόντων εὐπιστίας καὶ τῶν ἄλλων ὧνπερ τεθεάμεθα, ὅτι καὶ αὐτὸ δὴ τὸ προσωπεῖον αὐτοῦ τεθέανται ὧδέ τε κἀκεῖσε περιϊπτάμενον, τὴν ὑπήνην καθειμένον, τὴν κεφαλὴν τιάρᾳ κεκαλυμμένον ὥσπερ εἰώθει. Ὧδε τοῦ χώρου γινόμενοι ἄνδρες ἀφυλάκτως εἰσίασι, μετὰ τῶν σφῶν νωτοφόρων τὸν κίονα πολλάκις περινοστοῦντες. Φυλακὴ δέ τις εἰς τὸ ἀκριβέστατον, οὐκ ἔχω ἀνθ’ ὅτου λέγειν, ὡς ἂν γυνὴ μὴ φοιτῴη τῶν ἀνακτόρων εἴσω. Ἔξω δὲ περὶ τὰς φλιὰς ἑστῶσαι τεθήπασι τὸ θαῦμα· ἀντικρὺ γὰρ τοῦ σελαγίζοντος ἀστέρος ἡ μία τῶν θυρῶν ἐστιν.