# Historia Ecclesiastica 1.19

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/1.19

Ἐν τοῖς αὐτοῖς χρόνοις Θεοδοσίου ἐπαναστάσεις συχναὶ κατὰ τὴν Εὐρώπην γεγόνασιν, Οὐαλεντινιανοῦ Ῥώμης βασιλεύοντος· ἃς καὶ καθεῖλε Θεοδόσιος μεγάλας δυνάμεις ἐκπέμψας κατὰ γῆν τε καὶ θάλασσαν πεζικῷ τε καὶ νηΐτῃ στρατῷ. Οὕτω δὲ καὶ Περσῶν παροινησάντων κεκράτηκε, βασιλεύοντος αὐτῶν Ἰσδιγέρδου πατρὸς τοῦ Βαραράνου, ἢ ὡς Σωκράτει δοκεῖ, αὐτοῦ Βαραράνου βασιλεύοντος, ὡς καὶ πρεσβευσαμένοις αὐτοῖς εἰρήνην χαρίσασθαι, ἣ καὶ διήρκεσε μέχρι δύο καὶ δέκα ἐτῶν τῆς Ἀναστασίου βασιλείας· ἅπερ ἱστόρηται μὲν καὶ ἄλλοις, ἐπιτέτμηται δὲ εὖ μάλα κομψῶς καὶ Εὐσταθίῳ τῷ ἐξ Ἐπιφανείας τῷ Σύρῳ, ὃς καὶ τὴν ἅλωσιν Ἀμίδης συνεγράψατο. Τότε φασὶ καὶ Κλαυδιανὸν καὶ Κῦρον τοὺς ποιητὰς ἀναδειχθῆναι, Κῦρον δὲ καὶ πρὸς τὸν μέγιστον τῶν ὑπάρχων ἀναβῆναι θρόνον, ὃν ὕπαρχον τῆς αὐλῆς οἱ πρὸ ἡμῶν κεκλήκασι, καὶ τῶν ἑσπερίων ἐξηγήσασθαι δυνάμεων,Καρχηδόνος ὑπὸ Βανδίλων κρατηθείσης Γιζερίχου τε τῶν βαρβάρων ἡγουμένου.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
