Ancient Greek
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.20
Not analysed yet
Οὗτος τοίνυν ὁ Θεοδόσιος τὴν Εὐδοκίαν εἰσοικίζεται τοῦ σωτηριώδους μεταλαβοῦσαν βαπτίσματος, γένει μὲν Ἀθηναίαν, καλλιεπῆ δὲ καὶ τὴν ὥραν εὐπρεπῆ, μέσης οἱ γενομένης Πουλχερίας τῆς βασιλίδος τῆς αὐτοῦ ἀδελφῆς. Ἐκ ταύτης αὐτῷ γίνεται παῖς ἡ Εὐδοξία, ἣν ὕστερον, ἐπειδὴ καιρὸν ἦγε γάμου, Οὐαλεντινιανὸς ὁ αὐτοκράτωρ ἄγεται, ἀπάρας μὲν ἐκ τῆς πρεσβυτέρας Ῥώμης, κατάρας δὲ πρὸς τὴν Κωνσταντίνου. Ἣ χρόνοις ὕστερον ἐπὶ τὴν ἁγίαν ἐπειγομένη Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν, ἐνταῦθά τε γίνεται καὶ δημηγορήσασα πρὸς τὸν ἐνταῦθα λεὼν ἐπιτελεύτιον ἔπος ἐφθέγξατο· Ὑμετέρης γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι, τὰς ἐκ τῆς Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας αἰνιττομένη. Εἴ τῳ περισπούδαστον ταύτας εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῷ γεωγράφῳ, Φλέγοντί τε καὶ Διοδώρῳ τῷ ἐκ Σικελίας, Ἀρριανῷ τε αὖ καὶ Πεισάνδρῳ τῷ ποιητῇ, καὶ πρός γε Οὐλπιανῷ Λιβανίῳ τε καὶ Ἰουλιανῷ τοῖς παναρίστοις σοφισταῖς. Καὶ εἰκόνι ἐκ χαλκοῦ τεχνικῶς ἠσκημένῃ παῖδες Ἀντιοχέων αὐτὴν τετιμήκασιν, ἣ καὶ μέχρις ἡμῶν σώζεται. Ἐξ ἧς προτραπεὶς Θεοδόσιος μεγίστην μοῖραν τῇ πόλει προστίθησι, τὸ τεῖχος εὐρύνας μέχρι τῆς πύλης τῆς ἐπὶ Δάφνην ἀγούσης τὸ προάστειον —ὁρᾶν τοῖς ἐθέλουσι πάρεστι· μέχρι γὰρ ἡμῶν τὸ παλαιὸν ἰχνηλατεῖται τεῖχος, τῶν λειψάνων ξεναγούντων τὰς ὄψεις —,εἰσὶ δὲ οἵ φασι τὸν πρεσβύτερον Θεοδόσιον τὸ τεῖχος εὐρῦναι. Καὶ χρυσίον δὲ διακοσίας ἕλκον λίτρας τῷ Βάλεντος ἐδωρήσατο λουτρῷ κατά τι μέρος ἐμπρησθέντι.