Ancient Greek · ~5 min
Book 1
Evagrius, Scholasticus, Historia Ecclesiastica 1.3
Not analysed yet
Ὧν ἐπειδὴ Κύριλλος, ὁ τῆς ἀοιδίμου μνήμης ἐπίσκοπος τῆς Ἀλεξανδρέων, δι’ οἰκείων ἐπελαμβάνετο συλλαβῶν, Νεστόριός τε αὖ τούτοις ἀντέπιπτε, καὶ οὐδὲ τοῖς Κυρίλλῳ οὐδὲ τοῖς Κελεστίνῳ τῷ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπῳ γραφεῖσιν ἐπείθετο, τὸν δὲ ἴδιον ἔμετον κατὰ πάσης ἐξέχεε τῆς ἐκκλησίας μηδὲν εὐλαβούμενος, εἰκότως ἐδέησε νεύμασι τοῦ νέου Θεοδοσίου τὰ σκῆπτρα τῆς ἑῴας διέποντος τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἁλισθῆναι, γραμμάτων βασιλικῶν γενομένων πρός τε Κύριλλον καὶ τοὺς ἁπανταχῆ τῶν ἁγίων ἐκκλησιῶν προεστηκότας· ὃς κυρίαν τῆς συνελεύσεως ἀπέφηνε τὴν ἁγίαν Πεντηκοστὴν ἡμέραν, ἐν ᾗ τὸ ζωοποιὸν ἡμῖν ἐπεφοίτησε πνεῦμα. Καὶ Νεστόριος μὲν οὐ μακρὰν τῆς Ἐφέσου διεστώσης τῆς Κωνσταντίνου φθάνει πάντας. Καὶ Κύριλλος δὲ καὶ οἱ ἀμφ’ αὐτὸν πρὸ τῆς ἐπαγγελθείσης ἡμέρας ἀπηντήκασιν. Ἰωάννης δὲ ὁ τῆς Ἀντιοχέων πρόεδρος σὺν τοῖς ἀμφ’ αὐτὸν ἀπελείφθη τῆς ὁρισθείσης ἡμέρας, οὔτι ἑκών, ὡς πολλοῖς ἀπολογουμένοις δοκεῖ, ἀλλ’ ὅτι μὴ ἀγεῖραι τάχιστα τοὺς ἀμφ’ αὐτὸν ἠδυνήθη, διϊσταμένων τῶν αὐτῶν πόλεων τῆς πάλαι μὲν Ἀντιόχου, νυνὶ δὲ θεοῦ προσαγορευομένης πόλεως, ὁδὸν ἀνδρὶ εὐζώνῳ ἡμερῶν δυοκαίδεκα, τισὶ δὲ καὶ πλέον, διεστώσης δὲ καὶ τῆς Ἐφεσίων ἐκ τῆς Ἀντιόχου ὁδὸν ἡμερῶν μάλιστα τριάκοντα, ἐνισχυριζόμενος μή ποτε ἂν αὐτὸν φθῆναι τὴν κυρίαν, εἰ τὴν καλουμένην νέαν κυριακὴν οἱ ἀμφ’ αὐτὸν ἀνὰ τοὺς οἰκείους ἐπετέλεσαν θρόνους.