# Historia Ecclesiastica 1.5

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/1.5

Μετὰ γοῦν τὴν ἐννομωτάτην καὶ δικαίαν ταύτην ἀπόφασιν ἐφίσταται τῇ Ἐφεσίων Ἰωάννης ὁ τῆς Ἀντιόχου μετὰ τῶν ἀμφ’ αὐτὸν ἱερέων, ἡμέρας πέντε τῆς καθαιρέσεως ὑστερήσας· καὶ συναλίσας πάντας τοὺς ἀμφ’ αὐτὸν καθαιρεῖ Κύριλλον καὶ Μέμνονα. Ἐκ δὲ λιβέλλων ἐπιδεδομένων παρὰ Κυρίλλου καὶ Μέμνονος τῇ ἅμα σφίσι συναθροισθείσῃ συνόδῳ, εἰ καὶ Σωκράτης ἀγνοήσας ἑτέρως ἱστόρησε, μετακαλεῖται Ἰωάννης ἐφ’ ᾗ πεποίηκεν ἀπολογησόμενος καθαιρέσει. Οὗ μὴ συνεληλυθότος μετὰ τρεῖς τὰς γενομένας κλήσεις, ἀπολύονται μὲν τῆς καθαιρέσεως Κύριλλος καὶ Μέμνων, ἀποκρίνονται δὲ τῆς ἁγίας κοινωνίας καὶ πάσης αὐθεντίας ἱερατικῆς Ἰωάννης καὶ οἱ ἀμφ’ αὐτὸν ἱερεῖς. Καὶ πρῶτα μὲν Θεοδοσίου οὐ προσιεμένου τὴν Νεστορίου καθαίρεσιν, ὕστερον δὲ τὴν ἐκείνου βλασφημίαν ἐγνωκότος εὐσεβέσι τε αὖ γράμμασι χρησαμένου πρός τε Κύριλλον καὶ Ἰωάννην τοὺς ἐπισκόπους, συμβαίνουσι πρὸς ἀλλήλους, τὴν Νεστορίου καθαίρεσιν ἐπικυρώσαντες,

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
