Ancient Greek · ~1 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.15
Not analysed yet
Λέων δὲ γαμβρὸν ἐπὶ θυγατρὶ Ἀριάδνῃ προσλαμβάνεται Ζήνωνα, Ἀρικμήσιον μὲν ἐκ σπαργάνων καλούμενον, μετὰ δὲ τοῦ γάμου καὶ τὴν προσηγορίαν προσκτησάμενον ἔκ τινος παρὰ τοῖς Ἰσαύροις ἐς μέγα κλέος ἐληλυθότος οὕτω προσαγορευομένου. Ὅθεν δὲ προήχθη οὗτος ὁ Ζήνων, τίνος τε χάριν πάντων παρὰ τοῦ Λέοντος προεκρίθη, Εὐσταθίῳ ἐκτέθειται τῷ Σύρῳ.