Ancient Greek · ~2 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.17
Not analysed yet
Κατὰ τοῦτον τὸν χρόνον Λέων ὁ βασιλεὺς ἐν Βυζαντίῳ τὴν βασιλείαν ἀποτίθεται, ἑπτὰ καὶ δέκα ταύτην ἔτη ἰθύνας, Λέοντα τῆς ἑαυτοῦ θυγατρὸς Ἀριάδνης καὶ Ζήνωνος υἱὸν ὄντα νήπιον βασιλέα χειροτονήσας. Μεθ’ ὃν Ζήνων ὁ πατὴρ τὸ ἁλουργὲς σχῆμα περιτίθεται, Βερίνης τῆς Λέοντος γυναικὸς ὡς γαμβρῷ συνεπιλαβούσης. Τελευτήσαντος δὲ τοῦ παιδὸς μετὰ χρόνον βραχύν, ὁ Ζήνων μόνος διέμεινε κρατῶν τῆς ἡγεμονίας. Ἃ δὲ πρὸς αὐτοῦ ἢ κατ’ αὐτοῦ πέπρακται, καὶ ὅσα ἕτερα συνηνέχθη, τὰ ἑξῆς παραστήσει, τοῦ κρείττονος ἐπινεύσαντος. Τέλος τοῦ δευτέρου λόγου.