Ancient Greek · ~50 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.4.1
Not analysed yet
Ἐνταῦθα ἡ λελεγμένη μοι σύνοδος ἁλίζεται, τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας Ῥώμης διεπόντων, ὡς εἴρηται, Πασκασίνου καὶ Λουκενσίου ἐπισκόπων καὶ Βονιφατίου πρεσβυτέρου, τῆς Κωνσταντίνου μὲν προεδρεύοντος Ἀνατολίου, Διοσκόρου δὲ τῆς Ἀλεξανδρέων ἐπισκοποῦντος, Μαξίμου τε Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων· οἷς παρῆσαν οἵ τε ἀμφ’ αὐτοὺς ἱερεῖς καὶ οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι· τοῦτο γὰρ αὐτοῖς ἐπιτετράφθαι παρὰ τοῦ σφῶν ἐπισκόπου Λέοντος, καὶ εἰ τοῦτο μὴ φυλάξουσιν, αὐτοὺς τῆς ἐκκλησίας ἀπαλλάττεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τί ἄρα εἴη τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ, διεξῆλθον λόγον ὀφείλειν αὐτὸν ὑποσχεῖν τῆς οἰκείας κρίσεως, κριτοῦ πρόσωπον παρὰ τὸ εἰκὸς ἀνειληφότα. Ὧν εἰρημένων, ἐπειδὴ Διόσκορος ψήφῳ τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθῆστο χῶρον, Εὐσέβιος ἐξῄτει τὰς ἐπιδεδομένας παρ’ αὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα· Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παρ’ αὐτοῦ· κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Ὅπερ ἐπειδὴ διελαλήθη, ἡ δέησις ἀναγνώσεως ἔτυχε, ταυτὶ φθεγγομένη τὰ ῥήματα· Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ὁσίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόων προνοεῖν καὶ χεῖρα ὀρέγειν πᾶσι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι. Καὶ ἐν τούτῳ γὰρ τὸ θεῖον θεραπεύεται, παρ’ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ’ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις· ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει —ἣν ὄφελόν γε ἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ —ὁ χρηστὸς Διόσκορος παρ’ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παρ’ ἐμοῦ κατὰ Εὐτυχοῦς τοῦ ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ’ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ τοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ’ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παρ’ ἡμῶν αὐτῷ ἐπαγομένοις· δηλαδὴ τῶν παρ’ αὐτοῦ καθ’ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δι’ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον ὄντα τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον· θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ’ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Μετὰ ταῦτα ἐκ κοινῆς δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου τὰ ἐν τῷ δευτέρῳ συνεδρίῳ πεπραγμένα τῶν ἐν Ἐφέσῳ διὰ τῆς ἀναγνώσεως ἐδημοσιεύετο· ὧν τὴν λεπτομέρειαν διὰ πολλῶν μὲν ἀνειλημμένην, ἐμπεριεχομένην δὲ τοῖς ἐν Καλχηδόνι κεκινημένοις, ὡς ἂν μὴ ἀδολεσχεῖν δόξω τοῖς πρὸς τὸ πέρας τῶν πραγμάτων ἐπειγομένοις, ὑπέταξα τῷ παρόντι τῆς ἱστορίας βιβλίῳ,ἄδειαν δοὺς τοῖς πάντα λεπτῶς εἰδέναι βουλομένοις καὶ τούτοις ἐντυχεῖν καὶ τὴν πάντων ἀκρίβειαν ἀναμάξασθαι. Ἐπιτρέχων δὲ τὰ καιριώτερα, φημὶ ὡς ἐφωράθη Διόσκορος μὴ δεξάμενος τὴν Λέοντος ἐπιστολὴν ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης, καὶ πρός γε τὴν καθαίρεσιν Φλαβιανοῦ τῆς νέας Ῥώμης ἐπισκόπου ἐν ἡμέρᾳ μιᾷ ποιησάμενος, ἐν ἀγράφῳ τε χάρτῃ παρασκευάσας τοὺς ἁλισθέντας ἐπισκόπους ὑποσημήνασθαι, καὶ τὴν καθαίρεσιν Φλαβιανοῦ περιέχοντι. Ἐφ’ οἶς οἱ ἀπὸ τῆς συγκλήτου βουλῆς ἐψηφίσαντο τάδε· Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελεώτερον συνόδου γινομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆς τότε συνόδου φησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ὑποπεσεῖν παρὰ τῆς ἱερᾶς συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γινομένους, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα λιβέλλων ἐς ἑτέραν ἐπιδεδομένων κατὰ Διοσκόρου ἐγκλημάτων τε χάριν καὶ χρημάτων, ὡς δίς τε καὶ τρὶς κληθεὶς ὁ Διόσκορος οὐχ ὑπήντησεν ἐπὶ προφάσεσιν αἷς εἴρηκεν, οἱ τὸν τόπον πληροῦντες Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου ἐπὶ λέξεως ἀπεφήναντο ταῦτα· Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλίπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἐπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἐδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ’ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖθεν μὴ κατὰ γνώμην ὑπ’ αὐτῶν πεπραγμένοις· οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ· οὗ δὴ χάριν καὶ ἐν τῇ αὐτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐπ’ ἐκείνοις οἷς ἔδει στένειν καὶ εἰς γῆν κεκυφέναι. Πρὸς τούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαρίου πάπα Λέοντος, τὴν γραφεῖσαν παρ’ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνωσθῆναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ’ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης τὰς ἀνὰ τὴν οἰκουμένην ἁγιωτάτας ἐπλήρωσεν ἐκκλησίας. Ἀλλ’ ὅμως τοιούτων παρ’ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας αὐτοῦ ἀνοσίας πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεῖς ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν αὐτῷ παραπλησίως τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ’ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ οἰκείου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ συνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δι’ ἡμῶν καὶ τῆς παρούσης συνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος, ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσεται. Τούτων παρὰ τῆς συνόδου κυρωθέντων καί τινων ἑτέρων πεπραγμένων, οἱ μὲν ἅμα Διοσκόρῳ καθαιρεθέντες παρακλήσει τῆς συνόδου καὶ νεύμασι τῆς βασιλείας ἀνακλήσεως ἔτυχον. Ἑτέρων δὲ τοῖς πεπραγμένοις ἐπεισενεχθέντων, ὅρος ἐξεφωνήθη λέγων αὐτοῖς ὀνόμασι ταῦτα· Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ’ ἐπ’ ἴσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. Καὶ μετὰ ταῦτα ἀναγνωσθέντος τοῦ ἐν Νικαίᾳ ἁγίου συμβόλου, καὶ πρός γε τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἐπήγαγον· Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. Ἀλλ’ ἐπειδή περ οἱ τῆς ἀληθείας ἐχθροὶ ἀθετεῖν ἐπιχειροῦσι τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων καὶ κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δι’ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν θεοτόκος ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες, καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι· διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχανὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτη ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδικοῦσα ὥρισε προηγουμένως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ μὲν τοὺς τῷ πνεύματι τῷ ἁγίῳ μαχομένους, τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα συνελθόντων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες. Διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παραφθείρειν τολμῶντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός γε Νεστόριον καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἁρμοδίους οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν ἐν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν· αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου, τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος, τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ’ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν, κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται· καὶ τοὺς παθητὴν τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου· καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται· καὶ τοὺς οὐρανίου ἢ ἑτέρας τινὸς οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνει· καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ συμφώνως ἅπαντες ἐκδιδάσκομεν τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα· ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν κύριον μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐχ ὡς εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ, θεὸν Λόγον, κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς ὁ Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. Τούτων τοίνυν μετὰ πάσης ἀκριβείας τε καὶ ἐμμελείας παρ’ ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, εἴτ’ οὖν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προκομίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ Ἑλληνισμοῦ καὶ ἐξ Ἰουδαϊσμοῦ ἢ ἐξ ἑτέρας αἱρέσεως οἵας δή ποτε, τούτους εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι. Μετὰ τοίνυν τὸν ἀνεγνωσμένον ὅρον, καὶ βασιλεὺς Μαρκιανὸς ἀνὰ τὴν Καλχηδοναίων τῇ συνόδῳ παραγενόμενος δημηγορήσας τε αὖ ἐπανέζευξε. Καί τισι συμβάσεσιν Ἰουβενάλιός τε καὶ Μάξιμος τὰ περὶ τῶν κατ’ αὐτοὺς ἐπαρχιῶν διῴκησαν, καὶ Θεοδώρητος καὶ Ἴβας ἀνεκλήθησαν, καὶ ἕτερα κεκίνητο, ἅπερ, ὡς ἔφθην εἰπών, μετὰ ταύτην τὴν ἱστορίαν ἐγγέγραπται. Ἐδόκει δὲ καὶ τὸν θρόνον τῆς νέας Ῥώμης ἐκ τῶν δευτερείων τῆς πρεσβυτέρας Ῥώμης τῶν ἄλλων τὰ πρεσβεῖα φέρειν.