Ancient Greek · ~7 min
Book 2
Evagrius, Scholasticus, Historia Ecclesiastica 2.7
Not analysed yet
Τούτων ἐν τοῖς ἑῴοις προϊόντων, ἀνὰ τὴν προτέραν Ῥώμην Ἀέτιος δειλαίως ἐξ ἀνθρώπων μεθίσταται, Οὐαλεντινιανός τε ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς σὺν αὐτῷ τε Ἡράκλειος πρός τινων Ἀετίου δορυφόρων, ἐπιβουλῆς καττυθείσης κατ’ αὐτῶν παρὰ Μαξίμου τοῦ καὶ τὴν ἀρχὴν περιζωσαμένου, διότι εἰς τὴν Μαξίμου γαμετὴν Οὐαλεντινιανὸς ὕβρισε πρὸς βίας αὐτῇ συμφθαρείς. Οὗτος ὁ Μάξιμος τὴν Εὐδοξίαν τὴν Οὐαλεντινιανοῦ γαμετὴν συμπάσῃ ἀνάγκῃ εἰσοικίζεται. Ἣ δέ γε ὕβριν καὶ πᾶσαν ἀτοπίαν εἰκότως τὸ πρᾶγμα λογισαμένη, καὶ πάντα κύβον, τὸ δὴ λεγόμενον, ῥίπτειν αἱρετισαμένη ὑπὲρ ὧν εἰς τε τὸν γαμέτην ἐπεπόνθει καὶ εἰς τὴν ἐλευθερίαν ἐξύβριστο —δεινὴ γὰρ γυνὴ καὶ ἀδυσώπητος λύπης, σωφροσύνης ἀντεχομένη, εἰ ταύτην ἀφαιρεθείη, καὶ μάλιστα παρ’ οὗ τὸν ἄνδρα ἔτυχεν ἀπολέσασα —,κατὰ τὴν Λιβύην ἐκπέμπει, καὶ δῶρα πλεῖστα παραυτίκα δοῦσα τό τε εὔελπι κἀν τοῖς ἑξῆς ὑποσχομένη, πείθει Γιζέριχον ἐπελθεῖν ἀδοκήτως τῇ Ῥωμαίων ἐπικρατείᾳ, πάντα οἱ προδώσειν ὑποσχομένη· οὗ δὴ γεγονότος, ἡ Ῥώμη ἁλίσκεται. Ὁ δὲ Γιζέριχος οἷα βάρβαρος καὶ τὸν τρόπον ἀσταθής τε καὶ παλίμβολος οὐδὲ ταύτῃ τὸ πιστὸν ἐφύλαξεν· ἀλλὰ τὴν πόλιν πυρπολήσας πάντα τε ληϊσάμενος, λαβὼν τὴν Εὐδοξίαν σὺν καὶ ταῖς δύο θυγατράσιν εἰς τοὐπίσω τὴν ἔλασιν ποιεῖται. Καὶ κατὰ τὴν Λιβύην ἀπιὼν ᾤχετο. Καὶ τὴν μὲν πρεσβυτέραν τῶν Εὐδοξίας θυγατέρων Εὐδοκίαν Ὀνωρίχῳ συνάπτει τῷ οἰκείῳ παιδί, Πλακιδίαν δὲ τὴν νεωτέραν ἅμα Εὐδοξίᾳ τῇ μητρὶ σὺν θεραπείαις ὕστερον βασιλικαῖς ἐς Βυζάντιον ἐκπέμπει Μαρκιανὸν ἡμερούμενος. Ἐνῆγε γὰρ αὐτὸν ἐς ὀργὴν τό τε τὴν Ῥώμην ἐμπεπρῆσθαι, τό τε τὰς βασιλίδας οὕτω περιυβρίσθαι. Ἡ μὲν οὖν Πλακιδία γάμοις ὁμιλεῖ κελεύσμασι Μαρκιανοῦ Ὀλυβρίῳ ταύτην ἐσοικισαμένῳ· ὃς ἐπίσημος τῆς γερουσίας ἐτύγχανεν ὢν ἐκ τῆς Ῥώμης ἁλούσης ἀνὰ τὴν Κωνσταντινούπολιν ἀφικόμενος. Μετὰ δὲ αὖ Μάξιμον βασιλεύει Ῥωμαίων Μαϊουρῖνος δεύτερον ἔτος· καὶ Μαϊουρίνου πρὸς Ῥεκιμέρου τοῦ Ῥωμαίων στρατηγοῦ δολοφονηθέντος, κατέσχε τὴν ἀρχὴν Ἄβιτος μῆνας ὀκτὼ †δεύτερον ἔτος, καὶ μετ’ ἐκεῖνον Σευῆρος ἔτεσι τρισίν.